# In epistulam ad Philippenses (homiliae 1-15) 1.1-9

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Philippenses (homiliae 1-15), Ὥστε, ἀγαπητοί μου, καθὼς πάντοτε ὑπηκούσατε, μὴ ὡς ἐν τῇ παρουσίᾳ μου μόνον, ἀλλὰ καὶ νῦν πολλῷ μᾶλλον ἐν τῇ ἀπουσίᾳ μου μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε. Ὁ Θεὸς γάρ ἐστιν ὁ ἐνεργῶν ἐν ὑμῖν καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν ὑπὲρ τῆς εὐδοκίας. Πάντα ποιεῖτε χωρὶς γογγυσμῶν καὶ διαλογισμῶν, ἵνα γένησθε ἄμεμπτοι καὶ ἀκέραιοι, τέκνα Θεοῦ ἀμώμητα ἐν μέσῳ γενεᾶς σκολιᾶς καὶ διεστραμμένης, ἐν οἷς φαίνεσθε, ὡς φωστῆρες ἐν κόσμῳ, λόγον ζωῆς ἐπέχοντες, εἰς καύχημα ἐμοὶ εἰς ἡμέραν Χριστοῦ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-philippenses-homiliae-1-15/1.1-9

Τὰς παραινέσεις μετὰ ἐγκωμίων δεῖ ποιεῖσθαι· οὕτω γὰρ καὶ εὐπαράδεκτοι γίνονται, ὅταν πρὸς τὸν οἰκεῖον ζῆλον καλῶμεν τοὺς παραινουμένους· οἷον καὶ Παῦλος ἐνταῦθα ἐποίησε. Καὶ θέα πῶς συνετῶς· Ὥστε, ἀγαπητοί μου, φησίν. Οὐκ εἶπεν ἁπλῶς, ὅτι Ὑπακούετε, ἀλλὰ πρότερον ἐπαινέσας καὶ εἰπὼν, Καθὼς πάντοτε ὑπηκούσατε· τουτέστι, Μιμεῖσθαι παρακαλῶ οὐχ ἑτέρους, ἀλλ' ὑμᾶς ἑαυτούς. Μὴ ὡς ἐν τῇ παρουσίᾳ μου μόνον, ἀλλὰ πολλῷ μᾶλλον ἐν τῇ ἀπουσίᾳ μου. Διὰ τί, Πολλῷ μᾶλλον ἐν τῇ ἀπουσίᾳ μου; Τότε μὲν ἴσως ἐδοκεῖτε διὰ τὴν εἰς ἐμὲ τιμὴν καὶ τὴν αἰδὼ πάντα ποιεῖν, νυνὶ δὲ οὐκέτι. Ἐὰν οὖν δειχθῇ ὅτι νῦν ἐπετείνατε, δείκνυται ὅτι καὶ τότε οὐ δι' ἐμὲ, ἀλλὰ διὰ τὸν Θεόν. Τί βούλει, εἰπέ. Οὐχ ἵνα ἐμοῦ ἀκούσητε, ἀλλ' ἵνα μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζησθε· οὐ γὰρ ἔνι τὸν χωρὶς φόβου ζῶντα γενναῖόν τι καὶ θαυμαστὸν ἐπιδείξασθαι. Καὶ οὐχ ἁπλῶς εἶπε, Φόβου, ἀλλὰ προσέθηκε, Καὶ τρόμου, ὅστις ἐπίτασίς ἐστι τοῦ φόβου, προσεκτικωτέρους ποιῆσαι βουλόμενος. Τοῦτον εἶχε τὸν φόβον ὁ Παῦλος· διὰ τοῦτο καὶ ἔλεγε, Φοβοῦμαι μή πως ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι. Εἰ γὰρ τὰ βιωτικὰ κατορθῶσαι φόβου χωρὶς οὐκ ἔνι, πόσῳ μᾶλλον τὰ πνευματικά; Εἰπὲ γάρ μοι· τίς γράμματα ἔμαθε φόβου χωρίς; τίς τέχνης ἔμπειρος γέγονε φόβου χωρίς; Εἰ δὲ ἔνθα οὐκ ἐφεδρεύει ὁ διάβολος, ἀλλὰ ῥᾳθυμίᾳ μόνον ἐνοχλεῖ, τοσούτου φόβου ἡμῖν ἐδέησεν, ὥστε ῥᾳθυμίαν ἐπιστρέψαι φυσικὴν μόνον· ἔνθα τοσοῦτος ὁ πόλεμος, τοσαῦτα κωλύματα, πῶς ἔνι φόβου χωρὶς διασωθῆναί ποτε; Πῶς δ' ἂν οὗτος γένοιτο ὁ φόβος; Ἂν ἐννοήσωμεν, ὅτι πανταχοῦ πάρεστιν ὁ Θεὸς, ὅτι πάντα ἀκούει, ὅτι πάντα ὁρᾷ, οὐ τὰ πραττόμενα μόνον καὶ λεγόμενα, ἀλλὰ καὶ τὰ ἐν καρδίαις ἅπαντα, καὶ τὰ ἐν τῷ βάθει τῆς διανοίας· Κριτικὸς γάρ ἐστιν ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας. Ἂν οὕτω διαθῶμεν ἑαυτοὺς, οὐδὲν πονηρὸν πράξομεν, οὐδὲν ἐροῦμεν, οὐδὲν ἐννοήσομεν. Εἰπὲ γάρ μοι, εἰ διαπαντὸς τοῦ ἄρχοντος πλησίον εἱστήκεις, οὐ μετὰ φόβου ἂν εἱστήκεις; Καὶ πῶς Θεῷ σὺ παρεστὼς γελᾷς καὶ ἀναπίπτεις, καὶ οὐ δέδοικας οὐδὲ φρίσσεις; Μὴ δὴ τῆς ἀνοχῆς αὐτοῦ καταφρόνει· πρὸς γὰρ μετάνοιάν σε ἄγων μακροθυμεῖ· μηδὲ ποιῶν τι, ἄνευ τοῦ νομίζειν ἐν πᾶσι παρεῖναι τὸν Θεὸν πράττειν ἀνέχου· πάρεστι γάρ. Κἂν τοίνυν ἐσθίῃς, κἂν μέλλῃς καθεύδειν, κἂν ὀργίζῃ, κἂν ἁρπάζῃς, κἂν τρυφᾷς, κἂν ὁτιοῦν ποιῇς, νόμιζε παρεστάναι τὸν Θεὸν, καὶ οὐδέποτε εἰς γέλωτα ἐμπεσῇ, οὐδέποτε εἰς ὀργὴν ἐξαφθήσῃ. Ἂν τοῦτον ἔχῃς διαπαντὸς τὸν λογισμὸν, διαπαντὸς ἐν φόβῳ ἔσῃ καὶ τρόμῳ, ἅτε τοῦ βασιλέως πλησίον ἑστώς. Ὁ οἰκοδόμος, κἂν ἔμπειρος ᾖ, κἂν σφόδρα ᾖ τεχνίτης, μετὰ φόβου καὶ τρόμου ἕστηκε, δεδοικὼς μὴ καταπέσῃ ἐκ τῆς οἰκοδομῆς. Καὶ σὺ ἐπίστευσας, ἔπραξας ἀγαθὰ πολλὰ, ἀνῆλθες εἰς ὕψος· ἐν ἀσφαλείᾳ κάτεχε σαυτὸν, καὶ φοβοῦ ἑστὼς, καὶ τὸ ὄμμα ἔχε διεγηγερμένον, μὴ καταπέσῃς ἐκεῖθεν· πολλὰ γὰρ τὰ πνευματικὰ τῆς πονηρίας, τὰ βουλόμενά σε καθελεῖν. Δουλεύσατε, φησὶ, τῷ Κυρίῳ ἐν φόβῳ, καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ. Καὶ πῶς ἔνι ἀγαλλίασις μετὰ τρόμου; Αὕτη μὲν οὖν ἐστι μόνη ἀγαλλίασις. Ὅταν γάρ τι ἀγαθὸν ἐργασώμεθα, καὶ τοιοῦτον, οἷον εἰκὸς τοὺς ἐν τρόμῳ τι ποιοῦντας, τότε χαίρομεν μόνον. Μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε. Οὐκ εἶπεν, Ἐργάζεσθε, ἀλλὰ, Κατεργάζεσθε, τουτέστι, μετὰ πολλῆς τῆς σπουδῆς, μετὰ πολλῆς τῆς ἐπιμελείας. Ἐπειδὴ δὲ εἶπε, Μετὰ φόβου καὶ τρόμου, καὶ ἐναγωνίους ἐποίησεν, ὅρα πῶς παραμυθεῖται τὴν ἀγωνίαν. Τί γάρ φησιν; Ὁ Θεός ἐστιν ὁ ἐνεργῶν ἐν ὑμῖν. Μὴ φοβοῦ, ὅτι εἶπον· Μετὰ φόβου καὶ τρόμου· οὐ διὰ τοῦτο εἶπον, ἵνα ἀπαγορεύσῃς, ἵνα δυσέφικτόν τι εἶναι νομίσῃς τὴν ἀρετὴν, ἀλλ' ἵνα προσέχῃς, ἵνα μὴ διαχέῃς σαυτόν. Ἂν τοῦτο ᾖ, ὁ Θεὸς πάντα ἐργάσεται· σὺ θάρσει· Ὁ Θεὸς γάρ ἐστιν ὁ ἐνεργῶν ἐν ὑμῖν. Εἰ τοίνυν αὐτὸς ἐνεργεῖ, ἡμᾶς δεῖ τὴν προαίρεσιν παρασχεῖν συγκεκροτημένην διαπαντὸς, ἐσφιγμένην, ἀδιάχυτον. Ὁ Θεὸς γάρ ἐστιν ὁ ἐνεργῶν ἐν ὑμῖν καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν. Εἰ τὸ θέλειν αὐτὸς ἡμῖν ἐνεργεῖ, πῶς ἡμῖν παρακελεύει; Εἰ γὰρ καὶ τὸ θέλειν αὐτὸς ποιεῖ, εἰκῆ ἡμῖν λέγεις, ὅτι Ὑπηκούσατε· οὐ γὰρ ὑπακούομεν. Εἰκῆ λέγεις, Ἐν φόβῳ καὶ ἐν τρόμῳ· Θεοῦ γὰρ τὸ ὅλον ἐστίν. Οὐ διὰ τοῦτο εἶπον, Αὐτὸς γάρ ἐστιν ὁ ἐνεργῶν καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν, ἀλλ' ἐκλῦσαι τὴν ἀγωνίαν ὑμῶν βουλόμενος. Ἂν θελήσῃς, τότε ἐνεργήσει τὸ θέλειν. Μὴ φοβηθῇς, καὶ οὐδὲν κάμνῃς· καὶ προθυμίαν αὐτὸς ἡμῖν δίδωσι καὶ ἐργασίαν. Ὅταν γὰρ θελήσωμεν, αὔξει τὸ θέλειν ἡμῶν λοιπόν· οἷον, βούλομαι ἀγαθόν τι ἐργάσασθαι· ἐνήργησεν αὐτὸ τὸ ἀγαθὸν, ἐνήργησε δι' αὐτοῦ καὶ τὸ θέλειν. Ἢ ἀπὸ πολλῆς εὐλαβείας τοῦτό φησιν, ὥσπερ ὅταν τὰ κατορθώματα τὰ ἡμέτερα χαρίσματα εἶναι λέγῃ.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Philippenses (homiliae 1-15). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg160.local001/.
