# In epistulam ad Philippenses (homiliae 1-15) 2.1-10

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Philippenses (homiliae 1-15), Τὸ λοιπὸν, ἀδελφοί μου, χαίρετε ἐν Κυρίῳ· τὰ αὐτὰ γράφειν ὑμῖν, ἐμοὶ μὲν οὐκ ὀκνηρὸν, ὑμῖν δὲ ἀσφαλές. Βλέπετε τοὺς κύνας, βλέπετε τοὺς κακοὺς ἐργάτας, βλέπετε τὴν κατατομήν. Ἡμεῖς γάρ ἐσμεν ἡ περιτομὴ, οἱ πνεύματι Θεῷ λατρεύοντες, καὶ καυχώμενοι ἐν Χριστῷ Ἰησοῦ, καὶ οὐκ ἐν σαρκὶ πεποιθότες.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-philippenses-homiliae-1-15/2.1-10

Εἰπὲ γάρ μοι, τί βέλτιον, ψυχὴ ἢ σῶμα; Δῆλον ὅτι ψυχή. Οὐκοῦν καὶ ἡ περιτομὴ ἐκείνη οὐ βελτίων, ἀλλ' αὕτη μόνη ἐστὶ περιτομή. Ἕως μὲν γὰρ ὁ τύπος εἱστήκει, εἰκότως κατὰ σύγκρισιν προῆγε, Τὸ περιτετμῆσθαι, γράφων, τὴν ἀκροβυστίαν τῆς καρδίας ὑμῶν. Οὕτω καὶ ἐν τῇ πρὸς Ῥωμαίους Ἐπιστολῇ ἀναιρεῖ αὐτὴν, λέγων· Οὐ γὰρ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν, οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομὴ, ἀλλ' ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρδίας ἐν πνεύματι, οὐ γράμματι. Λοιπὸν δὲ καὶ τοῦ ὀνόματος αὐτὴν ἀποστερεῖ, Οὐδὲ ἔστι περιτομὴ, φησί. Καὶ γὰρ ὁ τύπος, ἕως ἂν μέλλῃ ἔρχεσθαι ἡ ἀλήθεια, καλεῖται τοῦτο· ἐπειδὰν δὲ ἔλθῃ ἡ ἀλήθεια, οὐκέτι καλεῖται. Οἷον ἐπὶ σκιαγραφίας· ὑπέγραφέ τις βασιλέα σκιαγραφῶν· ἕως ἂν οὐκ ἐπάγηται τὰ ἄνθη, οὐ λέγεται βασιλεύς· ἐπειδὰν δὲ ἐπιτεθῇ, κρύπτεται μὲν τῇ ἀληθείᾳ ὁ τύπος, καὶ οὐ φαίνεται· τότε δὲ καὶ λέγομεν, Ἰδοὺ ὁ βασιλεύς. Καὶ οὐκ εἶπεν, Ἐν ἡμῖν γάρ ἐστιν ἡ περιτομὴ, ἀλλ', Ἡμεῖς ἐσμεν· εἰκότως. Τοῦτο γάρ ἐστιν ἄνθρωπος, ἡ περιτομὴ ἡ ἐνάρετος, τοῦτό ἐστιν ἀληθῶς ἄνθρωπος. Ἐν ἐκείνοις δὲ οὐκ εἶπεν οὕτως, ἀλλὰ, Βλέπετε τὴν κατατομήν· αὐτοὶ γὰρ λοιπὸν ἐν ἀπωλείᾳ ἦσαν καὶ κακίᾳ. Εἶτα δηλῶν ὅτι οὐκέτι ἐν σώματι γίνεται ἡ περιτομὴ, ἀλλ' ἐν καρδίᾳ, φησί· Καὶ οὐκ ἐν σαρκὶ πεποιθότες, καίπερ ἐγὼ ἔχων πεποίθησιν, καὶ ἐν σαρκί. Τί λέγει ἐνταῦθα Πεποίθησιν, καὶ Ἐν σαρκί; Καύχησιν, παῤῥησίαν, σεμνολόγημα· καὶ καλῶς τοῦτο προσέθηκεν. Εἰ μὲν γὰρ ἐξ ἐθνῶν ὢν κατηγόρει τῆς περιτομῆς, οὐ τῆς περιτομῆς δὲ μόνον, ἀλλὰ καὶ τῶν ἀκαίρως αὐτὴν μεταχειριζόντων, ἔδοξεν ἂν, ὡς ἀπεστερημένος τῆς τοῦ Ἰουδαϊσμοῦ εὐγενείας, κατατρέχειν αὐτῆς, ὡς οὐκ εἰδὼς τὰ σεμνὰ, οὐδὲ μετεσχηκὼς αὐτῶν· νῦν δὲ ὁ μετασχὼν καὶ κατηγορῶν, οὐ διὰ τοῦτο κατηγορεῖ, ὡς οὐ μετασχὼν, ἀλλ' ὡς κατεγνωκὼς, οὐ δι' ἄγνοιαν, ἀλλὰ δι' ἐπίγνωσιν μάλιστα. Ὅρα οὖν τί φησι καὶ ἐν τῇ πρὸς Γαλάτας, ἐμπεσὼν εἰς ἀνάγκην τοῦ μεγάλα περὶ ἑαυτοῦ εἰπεῖν, πῶς καὶ οὕτω καὶ ταπεινοφροσύνην ἐνδείκνυται· Ἠκούσατε γὰρ, φησὶ, τὴν ἐμὴν ἀναστροφήν ποτε ἐν τῷ Ἰουδαϊσμῷ· καὶ πάλιν ἐνταῦθα, Εἴ τις δοκεῖ ἄλλος πεποιθέναι ἐν σαρκὶ, ἐγὼ μᾶλλον· καὶ εὐθέως ἐπήγαγεν· Ἑβραῖος ἐξ Ἑβραίων. Οὐκ εἶπε τοῦτο προηγουμένως, ἀλλὰ μετὰ τὸ εἰπεῖν, Εἴ τις ἄλλος, δεικνὺς τὴν ἀνάγκην, δεικνὺς ὅτι δι' ἐκείνους ἔλεγεν. Εἰ πεποίθατε, φησὶ, κἀγὼ μᾶλλον. Τοῦτο νῦν λέγω, ἐπεὶ ἐσιώπων. Καὶ ὅρα τὸ ἀνεπαχθὲς τῶν ἐλέγχων· τὸ γὰρ μὴ ὀνομαστὶ τοῦτο ποιεῖν, κἀκείνοις ἐδίδου χώραν ἀναδραμεῖν. Εἴ τις δοκεῖ πεποιθέναι. Καὶ καλῶς εἶπε, Δοκεῖ, ἢ ὡς οὐκ ἐχόντων τοσαύτην πεποίθησιν, ἢ ὡς τῆς πεποιθήσεως ἐκείνης οὐκ ὄντως πεποιθήσεως οὔσης· πάντα γὰρ ἀνάγκης ἦν, οὐ προαιρέσεως. Περιτομὴ ὀκταήμερος. Καὶ πρῶτον τίθησιν ὃ μάλιστα ηὔχουν, τὸ τῆς περιτομῆς· εἶτα, Ἐκ γένους Ἰσραήλ. Τὰ ἀμφότερα ἔδειξεν, ὅτι οὐ προσήλυτος, οὔτε ἐκ προσηλύτων. Ἀπὸ μὲν γὰρ τοῦ ὀκταήμερος περιτμηθῆναι, οὐχὶ προσήλυτος· ἀπὸ δὲ τοῦ, Ἐκ γένους Ἰσραὴλ, οὐδὲ προσηλύτων γονέων. Ἀλλ' ἵνα μὴ νομίσῃς, ὅτι, Ἐκ γένους Ἰσραὴλ, ἐκ τῶν δέκα φυλῶν, φησὶ, Φυλῆς Βενιαμίν· ὥστε τοῦ δοκιμωτέρου μέρους· τὰ γὰρ τῶν ἱερέων ἐν τῷ κλήρῳ ταύτης ἦν τῆς φυλῆς. Ἑβραῖος ἐξ Ἑβραίων. Ἐντεῦθεν δείκνυσιν, ὅτι οὐχὶ προσήλυτος, ἀλλ' ἄνωθεν τῶν εὐδοκίμων Ἰουδαίων. Ἐνῆν μὲν γὰρ εἶναι τοῦ Ἰσραὴλ, ἀλλ' οὐκ Ἑβραῖον ἐξ Ἑβραίων. Πολλοὶ γὰρ καὶ διέφθειρον ἤδη τὸ πρᾶγμα, καὶ τῆς γλώσσης ἦσαν ἀμύητοι, ἑτέροις μιγνύμενοι ἔθνεσιν. Ἢ τοῦτο οὖν, ἢ τὴν πολλὴν εὐγένειαν δείκνυσιν ἐντεῦθεν. Κατὰ νόμον Φαρισαῖος. Ἔρχεται λοιπὸν εἰς τὰ τῆς αὑτοῦ προαιρέσεως· ἐκεῖνα γὰρ πάντα ἀπροαίρετα. Καὶ γὰρ τὸ περιτμηθῆναι οὐκ αὐτοῦ, καὶ τὸ, Ἐκ γένους Ἰσραὴλ, καὶ τὸ, Ἐκ φυλῆς Βενιαμίν· ὥστε καὶ ἐκ τούτων μᾶλλον πλεονεκτεῖ, εἰ καὶ τὰ μάλιστα ἐκοινώνουν αὐτῷ πολλοί. Ποῦ οὖν τὸ, Μᾶλλον; Μάλιστα μὲν καὶ ἐν τούτῳ τῷ μὴ προσήλυτον εἶναι, καὶ τῷ ἐκ τῆς δοκιμωτάτης φυλῆς, καὶ τῷ ἄνωθεν ἐκ προγόνων, ἅπερ οὐ πολλοὶ εἶχον· ἀλλ', ἐπειδὴ πάντα ἀπροαίρετα, ἔρχεται εἰς τὰ τῆς προαιρέσεως, ὅπου τὸ, Μᾶλλον, ἐστί. Κατὰ νόμον Φαρισαῖος, κατὰ ζῆλον διώκων τὴν Ἐκκλησίαν. Τοῦτό φησι, διότι οὐκ ἀρκεῖ δεῖξαι τὸ, Μᾶλλον, μόνον ἐκεῖνο· ἔστι γὰρ καὶ Φαρισαῖον εἶναι, καὶ μὴ σφόδρα ζηλωτήν. Κατὰ δικαιοσύνην. Ἐπειδὴ ἔνι ῥιψοκίνδυνον εἶναι, ἢ φιλαρχίας ἕνεκεν τοῦτο ποιεῖν, ἀλλ' οὐ τῷ νόμῳ ζηλοῦντα, ὅπερ ἐποίουν οἱ ἀρχιερεῖς. Ἀλλ' αὐτὸς οὐ τοιοῦτος· ἀλλὰ, Κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ γενόμενος ἄμεμπτος. Εἰ τοίνυν καὶ εὐγενείας ἕνεκεν, καὶ προθυμίας, καὶ τρόπου, καὶ βίου πάντων ἐκράτουν, τίνος ἕνεκεν τὰ σεμνὰ ἐκεῖνα εἴασα, φησὶν, ἀλλ' ἢ διὰ τὸ μείζονα εὑρεῖν τὰ τοῦ Χριστοῦ, καὶ πολλῷ μείζονα; Διὸ ἐπήγαγεν Ἀλλ' ἅτινα ἦν μοι κέρδη, ταῦτα ἥγημαι διὰ τὸν Χριστὸν ζημίαν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Philippenses (homiliae 1-15). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg160.local001/.
