Ancient Greek
Χαίρετε ἐν Κυρίῳ πάντοτε· πάλιν ἐρῶ, Χαίρετε. Τὸ ἐπιεικὲς ὑμῶν γνωσθήτω πᾶσιν ἀνθρώποις. Ὁ Κύριος ἐγγύς· μηδὲν μεριμνᾶτε, ἀλλ' ἐν παντὶ τῇ προσευχῇ καὶ τῇ δεήσει μετὰ εὐχαριστίας τὰ αἰτήματα ὑμῶν γνωριζέσθω πρὸς τὸν Θεὸν, καὶ ἡ εἰρήνη τοῦ Θεοῦ ἡ ὑπερέχουσα πάντα νοῦν φρουρήσει τὰς καρδίας ὑμῶν καὶ τὰ νοήματα ὑμῶν ἐν Χριστῷ Ἰησοῦ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Philippenses (homiliae 1-15) 2.1-14
Not analysed yet
Τοῦτο διδασκάλου, μὴ μόνον παραινεῖν, ἀλλὰ καὶ εὔχεσθαι, καὶ διὰ δεήσεως βοηθεῖν, ὥστε μήτε ὑπὸ πειρασμῶν καταβαπτίζεσθαι, μήτε ὑπὸ ἀπάτης περιφέρεσθαι· ὡς ἂν εἰ ἔλεγεν· Ὁ ῥυσάμενος ὑμᾶς οὕτως, ὡς οὐδὲ νοῦς καταλαβεῖν δύναται, αὐτὸς ὑμᾶς διαφυλάξειε, καὶ ἀσφαλίσαιτο, ὥστε μηδὲν παθεῖν. Ἢ οὖν τοῦτο δηλοῖ, ἢ ὅτι ἡ εἰρήνη, ἥν φησιν ὁ Χριστὸς, Εἰρήνην ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, αὕτη φρουρήσει ὑμᾶς. Ἡ γὰρ εἰρήνη ὑπερέχει πάντα νοῦν ἀνθρώπινον. Εἰ δὲ λέγεις, πῶς; ἄκουε· Ὅταν λέγῃ πρὸς τοὺς ἐχθροὺς εἰρηνεύειν, πρὸς τοὺς ἀδικοῦντας, πρὸς τοὺς ἐκπεπολεμωμένους καὶ ἀπεχθῶς πρὸς ἡμᾶς ἔχοντας, πῶς οὐχ ὑπὲρ νοῦν ἐστιν ἀνθρώπινον τοῦτο; Μᾶλλον δὲ τὸ πρότερον ἴδωμεν Ἡ εἰρήνη ὑπερέχει πάντα νοῦν. Εἰ ἡ εἰρήνη, πολλῷ μᾶλλον αὐτὸς ὁ Θεὸς, ὁ τὴν εἰρήνην δοὺς, πάντα νοῦν, οὐ τὸν ἡμέτερον μόνον, ἀλλὰ καὶ τὸν τῶν ἀγγέλων καὶ τῶν ἄνω δυνάμεων. Τί δέ ἐστιν, Ἐν Χριστῷ Ἰησοῦ; Ἐν αὐτῷ φυλάξει, φησὶν, ὥστε μένειν, καὶ μὴ ἐκπεσεῖν αὐτοῦ τῆς πίστεως Τὸ λοιπὸν, ἀδελφοὶ, ὅσα ἐστὶ σεμνὰ, ὅσα ἀληθῆ, ὅσα δίκαια. Τί ἐστι, Τὸ λοιπόν; Ἀντὶ τοῦ, Πάντα ἡμῖν εἴρηται. Ἐπειγομένου τὸ ῥῆμά ἐστι, καὶ οὐδὲν κοινὸν ἔχοντος πρὸς τὰ παρόντα. Λοιπὸν, ἀδελφοὶ, ὅσα ἐστὶν ἀληθῆ, ὅσα σεμνὰ, ὅσα δίκαια, ὅσα ἁγνὰ, ὅσα προσφιλῆ, ὅσα εὔφημα, εἴ τις ἀρετὴ καὶ εἴ τις ἔπαινος, ταῦτα λογίζεσθε· ἃ καὶ ἐμάθετε, καὶ παρελάβετε, καὶ ἠκούσατε, καὶ εἴδετε ἐν ἐμοί. Τί ἐστιν, Ὅσα προσφιλῆ; Προσφιλῆ τοῖς πιστοῖς, προσφιλῆ τῷ Θεῷ. Ὅσα ἐστὶν ἀληθῆ. Ταῦτα γὰρ ὄντως ἀληθῆ, ἡ ἀρετή· ψεῦδος δὲ ἡ κακία· καὶ γὰρ ἡ ἡδονὴ αὐτῆς ψεῦδος, καὶ ἡ δόξα αὐτῆς ψεῦδος, καὶ πάντα τὰ τοῦ κόσμου ψεῦδος. Ὅσα ἁγνὰ, πρὸς τὸ, Τὰ ἐπίγεια φρονοῦντας. Ὅσα σεμνὰ, πρὸς τὸ, Ὧν ὁ θεὸς ἡ κοιλία. Ὅσα δίκαια, ὅσα εὔφημα, ταῦτά ἐστι, φησίν. Εἴ τις ἀρετὴ, καὶ εἴ τις ἔπαινος. Ἐνταῦθα βούλεται αὐτοὺς καὶ τῶν πρὸς ἀνθρώπους προνοεῖν. Ταῦτα λογίζεσθε, φησίν. Ὁρᾷς ὅτι πᾶσαν ἔννοιαν βούλεται ἐξορίσαι πονηρὰν ἐκ τῶν ἡμετέρων ψυχῶν; ἀπὸ γὰρ ἐννοιῶν αἱ πράξεις αἱ πονηραὶ γίνονται. Ἃ καὶ ἐμάθετε καὶ παρελάβετε. Τοῦτο διδασκαλίας ἀρίστης, τὸ ἐν πάσαις ταῖς παραινέσεσιν ἑαυτὸν παρέχειν τύπον, καθὼς καὶ ἀλλαχοῦ φησι, Καθὼς ἔχετε τύπον ἡμᾶς· καὶ πάλιν ἐνταῦθα, Ἃ καὶ ἐμάθετε, καὶ παρελάβετε· τουτέστιν, Ἐδιδάχθητε· καὶ ἠκούσατε, καὶ εἴδετε ἐν ἐμοὶ, καὶ ῥημάτων ἕνεκεν, καὶ πράξεων, καὶ ἀναστροφῆς. Ὁρᾷς ὅτι μέχρι παντὸς πράγματος ταῦτα διατάττεται; Ἐπειδὴ γὰρ οὐκ ἐνῆν ἀκριβολογεῖσθαι περὶ πάντων, καὶ εἰσόδων καὶ ἐξόδων, καὶ ῥήματος καὶ σχήματος καὶ συνουσίας (πάντων γὰρ τούτων χρὴ προνοεῖν τὸν Χριστιανόν)· συντόμως εἶπε καὶ ὡς ἐν κεφαλαίῳ, Ἐν ἐμοὶ ἠκούσατε καὶ εἴδετε· τουτέστι, Παρ' ἐμοί· ὡσεὶ ἔλεγε· Καὶ διὰ τῶν ἔργων, καὶ διὰ τῶν ῥημάτων ὑμᾶς ἀνήγαγον. Ταῦτα πράσσετε· μὴ λέγετε μόνον, ἀλλὰ καὶ πράττετε· καὶ ὁ Θεὸς τῆς εἰρήνης ἔσται μεθ' ὑμῶν. Τουτέστιν, Ἐὰν οὕτω φυλάττητε ταῦτα, καὶ πρὸς ἀλλήλους εἰρηνεύητε, ἐν γαλήνῃ ἔσεσθε, ἐν ἀσφαλείᾳ πολλῇ· οὐδὲν πείσεσθε λυπηρὸν, οὐδὲ τῶν ἀβουλήτων. Ὅταν γὰρ ἡμεῖς εἰρηνεύωμεν πρὸς αὐτὸν, εἰρηνεύομεν δὲ διὰ τῆς ἀρετῆς, πολλῷ μᾶλλον αὐτὸς μεθ' ἡμῶν ἔσται. Ὁ γὰρ οὕτως ἡμᾶς ἀγαπήσας, ὡς καὶ μὴ βουλομένους προσίεσθαι, ἂν ἴδῃ προστρέχοντας, οὐ πολλῷ πλέον αὐτὸς ἐπιδείξεται τὴν φιλίαν; Οὐδὲν οὕτως ἐχθρὸν τῆς ἡμετέρας φύσεως, ὡς κακία. Πῶς δὲ ἐχθρὸν ἡμῶν ἡ κακία, καὶ φίλον ἡ ἀρετὴ, πολλαχόθεν δῆλον· καὶ, εἰ βούλεσθε, σκοπήσωμεν τοῦτο πρῶτον ἀπὸ τῶν ἐναντίων ἑνὸς, τῆς πορνείας· Ἡ πορνεία ἐπονειδίστους καθίστησι, πένητας, καταγελάστους, εὐκαταφρονήτους πρὸς πάντας, ταῦτα διατιθεῖσα, ἅπερ ἐχθρῶν ἐστι διατιθέναι· πολλάκις δὲ καὶ νόσοις καὶ κινδύνοις περιέβαλεν αὕτη· πολλοὶ δὲ καὶ ὑπὲρ τῶν πορνῶν ἀπώλοντο, καὶ τραύματα ἔλαβον. Εἰ δὲ τὸ πορνεύειν ταῦτα προξενεῖ, τὸ μοιχεύειν πολλῷ μᾶλλον. Ἆρα οὖν καὶ ἐλεημοσύνη οὕτως; Οὐδαμῶς· ἀλλ' ὡς μήτηρ φιλόστοργος ἐν κοσμιότητι πολλῇ τὸ παιδίον καθίστησιν, ἐν εὐταξίᾳ, ἐν χρηστῇ δόξῃ, περὶ τὴν τῶν ἀναγκαίων ποιεῖ σχολάζειν διατριβὴν, οὐκ ἀφίησιν ἡμᾶς, οὐδὲ ἀπάγει τῶν ἀναγκαίων, ἀλλὰ καὶ τὴν ψυχὴν συνετωτέραν ἐργάζεται. Οὐδὲν γὰρ πορνῶν ἀσυνετώτερον. Ἀλλὰ τί; βούλει τὴν πλεονεξίαν ἰδεῖν; Καὶ αὕτη, ἅπερ ἂν ἐχθρὸς ἡμᾶς διέθηκε, διατίθησι. Πῶς; Μισεῖσθαι καὶ αὕτη ποιεῖ παρὰ πάντων· πάντας ἡμῶν κατεύχεσθαι παρασκευάζει, καὶ τοὺς ἠδικημένους, καὶ τοὺς οὐκ ἠδικημένους, ἐκείνοις μὲν συναλγοῦντας, ὑπὲρ δὲ ἑαυτῶν δεδοικότας· ὡς ἐχθροὺς κοινοὺς πάντες ὁρῶσιν, ὡς θηρία, ὡς δαίμονας· μυρίαι πανταχοῦ κατηγορίαι, ἐπιβουλαὶ, φθόνοι, ἅπερ ἐστὶν ἐχθρῶν. Ἡ δὲ δικαιοσύνη τοὐναντίον, πάντας φίλους, πάντας συνήθεις, πάντας εὐνοϊκῶς διατίθησι πρὸς ἡμᾶς· παρὰ πάντων ὑπὲρ ἡμῶν εὐχαὶ γίνονται. Ἐν ἀσφαλείᾳ πολλῇ ἐντεῦθεν τὰ καθ' ἡμᾶς, οὐδεὶς κίνδυνος, οὐδεμία ὑποψία, ἀλλὰ καὶ ὁ ὕπνος ἀδεῶς ἔπεισι μετὰ ἀσφαλείας, οὐδεμία φροντὶς, οὐδεὶς κοπετός.