# In epistulam ad Philippenses (homiliae 1-15) 2.1-4

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Philippenses (homiliae 1-15), Καὶ τί αἱρήσομαι, οὐ γνωρίζω. Συνέχομαι δὲ ἐκ τῶν δύο, τὴν ἐπιθυμίαν ἔχων εἰς τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι· πολλῷ γὰρ μᾶλλον κρεῖσσον. Τὸ δὲ ἐπιμένειν ἐν τῇ σαρκὶ, ἀναγκαιότερον δι' ὑμᾶς. Καὶ τοῦτο πεποιθὼς οἶδα, ὅτι μενῶ, καὶ συμπαραμενῶ πᾶσιν ὑμῖν, εἰς τὴν ὑμῶν προκοπὴν καὶ χαρὰν τῆς πίστεως· ἵνα τὸ καύχημα ὑμῶν περισσεύῃ ἐν Χριστῷ Ἰησοῦ ἐν ἐμοὶ διὰ τῆς ἐμῆς παρουσίας πάλιν πρὸς ὑμᾶς.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-philippenses-homiliae-1-15/2.1-4

Καὶ τί λέγω; ἁπλῶς ἀρκεῖ Παῦλον φθέγγεσθαι, καὶ τοὺς οὐρανοὺς ἐπὶ τούτῳ σκιρτᾷν καὶ εὐφραίνεσθαι. Εἰ γὰρ, ὅτε ἐξ Αἰγύπτου ἐξῄεσαν οἱ Ἰσραηλῖται, ἐσκίρτησαν τὰ ὄρη, ὡς κριοί· ὅτε ἀπὸ γῆς εἰς οὐρανὸν μετέστησαν ἄνθρωποι, πόσην οἴει εἶναι χαράν; Διὰ ταῦτα, Τὸ ἐπιμεῖναι τῇ σαρκὶ ἀναγκαιότερον δι' ὑμᾶς. Ποίαν ἕξομεν ἀπολογίαν λοιπὸν ἡμεῖς; Πολλάκις γὰρ ἄνθρωπος κληροῦται πόλιν μικρὰν καὶ πενιχρὰν, καὶ οὐχ αἱρεῖται ἀπελθεῖν ἑτέρωθι, τὴν οἰκείαν προκρίνων ἀνάπαυσιν· πρὸς τὸν Χριστὸν εἶχεν ἀπελθεῖν ὁ Παῦλος, καὶ οὐκ ἠθέλησε τὸν Χριστόν· Χριστὸν, ὃν οὕτως ἐπόθει, ὡς δι' αὐτὸν καὶ γέενναν αἱρεῖσθαι· καὶ ἔμενεν ἔτι ἀγωνιζόμενος διὰ τοὺς ἀνθρώπους. Τίς ἔσται ἡμῖν ἀπολογία; Ὅλως δὲ μεμνῆσθαι χρὴ Παύλου ἁπλῶς; Ὅρα τί εἰργάσατο· Ἔδειξεν, ὅτι κρεῖσσον τὸ ἀπελθεῖν, πείθων αὐτοὺς μὴ ἀλγεῖν· ἔδειξεν, ὅτι κἂν μένῃ, διὰ τοῦτο μένει, δι' ἐκείνους, ὅτι οὐκ ἀπὸ τῆς πονηρίας γίνεται τῶν ἐπιβουλευόντων. Ἵνα τοίνυν ἀξιοπίστους αὐτοὺς ἐργάσηται, καὶ τὴν αἰτίαν ἔθηκεν. Εἰ γὰρ ἀναγκαῖον τοῦτό ἐστι, πάντως ὅτι μενῶ, καὶ οὐχ ἁπλῶς μενῶ, ἀλλὰ μεθ' ὑμῶν· τοῦτο γάρ ἐστι τὸ, Καὶ συμπαραμενῶ, τουτέστιν, Ὄψομαι ὑμᾶς. Τίνος ἕνεκεν; Εἰς τὴν ὑμῶν προκοπὴν καὶ χαρὰν τῆς πίστεως. Ἐνταῦθα αὐτοὺς καὶ διανίστησιν, ὥστε προσέχειν ἑαυτοῖς. Εἰ γὰρ δι' ὑμᾶς, φησὶ, μενῶ, ὁρᾶτε μὴ καταισχύνητέ μου τὴν παραμονήν. Μέλλων Χριστὸν ὁρᾷν, εἱλόμην ἐπὶ τῇ ὑμετέρᾳ προκοπῇ μένειν. Ἐπειδὴ ἡ ἐμὴ παρουσία καὶ πρὸς πίστιν ὑμῖν συμβάλλεται καὶ πρὸς χαρὰν, διὰ τοῦτο εἱλόμην μένειν. Τί οὖν; Φιλιππησίων ἕνεκεν ἔμενε μόνων; Οὐκ ἐκείνων ἕνεκεν ἔμενε μόνων· λέγει δὲ τοῦτο, ἵνα αὐτοὺς θεραπεύσῃ. Πῶς δὲ ἦν τῇ πίστει προκόψαι; Ὥστε στηριχθῆναι μᾶλλον ὑμᾶς, καθάπερ νεοττοὺς δεομένους τῆς μητρὸς, ἕως ἂν αὐτοῖς παγῇ τὰ πτερά. Πολλῆς ἀγάπης τοῦτο τεκμήριον. Οὕτω καὶ ἡμεῖς τινας διεγείρομεν, ὡς ὅταν εἴπωμεν· Διὰ σὲ ἔμεινα, ἵνα σε ποιήσω χρηστόν. Ἵνα τὸ καύχημα ὑμῶν, φησὶ, περισσεύῃ ἐν Χριστῷ Ἰησοῦ ἐν ἐμοὶ διὰ τῆς ἐμῆς παρουσίας πάλιν πρὸς ὑμᾶς. Ὁρᾷς ὅτι τὸ, Συμπαραμενῶ, τοῦτό ἐστιν; Ὅρα τὴν ταπεινοφροσύνην· Ἐπειδὴ εἶπεν, Εἰς τὴν ὑμῶν προκοπὴν, δείκνυσιν ὅτι καὶ εἰς τὴν αὐτοῦ ὠφέλειαν. Ὅπερ καὶ πρὸς Ῥωμαίους γράφων ποιεῖ, λέγων· Τοῦτο δέ ἐστι, συμπαρακληθῆναι ἐν ὑμῖν· εἰπὼν πρῶτον, Ἵνα τι μεταδῶ χάρισμα ὑμῖν πνευματικόν. Τί δέ ἐστιν, Ἵνα τὸ καύχημα ὑμῶν περισσεύῃ; Ὅπερ καὶ τὸ καύχημα ἦν, τὸ ἐστηρίχθαι ἐν τῇ πίστει (τοῦτο γάρ ἐστι καύχημα ἐν Χριστῷ), τὸ ὀρθῶς βιοῦν. Τὸ ὑμῶν καύχημα ἐν ἐμοὶ διὰ τῆς ἐμῆς παρουσίας πάλιν πρὸς ὑμᾶς; Ναὶ, φησί. Τίς γὰρ ἡμῶν ἐλπὶς, ἢ στέφανος καυχήσεως; ἢ οὐχὶ καὶ ὑμεῖς; Ὅτι καύχημα ἡμῶν ὑμεῖς ἐστε, καθάπερ ἡμεῖς ὑμῶν· τουτέστιν, Ἵνα ἔχω καυχᾶσθαι ἐν ὑμῖν μειζόνως. Πῶς; Ἵνα περισσεύῃ τὸ καύχημα ὑμῶν. Μειζόνως γὰρ ἔχω καυχᾶσθαι, ὑμῶν ἐπιδόντων. Διὰ τῆς ἐμῆς παρουσίας πάλιν πρὸς ὑμᾶς. Τί οὖν; ἦλθε πρὸς αὐτούς; Τοῦτο ζητεῖτε, εἰ ἦλθε. Μόνον ἀξίως, φησὶ, τοῦ Εὐαγγελίου τοῦ Χριστοῦ πολιτεύεσθε. Ὁρᾷς ὅτι διὰ τοῦτο εἶπε πάντα, ἵνα εἰς τοῦτο αὐτοὺς προτρέψῃ ἐπιδοῦναι πρὸς ἀρετήν; Μόνον ἀξίως τοῦ Εὐαγγελίου τοῦ Χριστοῦ πολιτεύεσθε. Τί ἐστι τὸ, Μόνον; Τοῦτό ἐστι τὸ ζητούμενον μόνον, καὶ οὐδὲν ἄλλο· ἂν τοῦτο ᾖ, οὐδὲν λυπηρὸν ἡμῖν συμβήσεται. Ἵνα εἴτε ἐλθὼν καὶ ἰδὼν ὑμᾶς, εἴτε ἀπὼν ἀκούσω τὰ περὶ ὑμῶν. Οὐχ ὡς μεταθέμενος, οὐδὲ ὡς οὐκέτι ἥξων, ταῦτα λέγει· Ἀλλ' ἐὰν τοῦτο γένηται, φησὶ, καὶ ἀπὼν εὐφραίνεσθαι δύναμαι. Ἐὰν ἀκούσω, ὅτι στήκετε ἐν ἑνὶ πνεύματι καὶ μιᾷ ψυχῇ.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Philippenses (homiliae 1-15). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg160.local001/.
