Ancient Greek
Εἴ τις οὖν παράκλησις ἐν Χριστῷ, εἴ τι παραμύθιον ἀγάπης, εἴ τις κοινωνία πνεύματος, εἴ τινα σπλάγχνα καὶ οἰκτιρμοί· πληρώσατέ μου τὴν χαρὰν, ἵνα τὸ αὐτὸ φρονῆτε, τὴν αὐτὴν ἀγάπην ἔχοντες, σύμψυχοι, τὸ ἓν φρονοῦντες· μηδὲν κατ' ἐρίθειαν ἢ κενοδοξίαν, ἀλλὰ τῇ ταπεινοφροσύνῃ ἀλλήλους ἡγούμενοι ὑπερέχοντας ἑαυτῶν· μὴ τὰ ἑαυτῶν ἕκαστος σκοπεῖτε, ἀλλὰ καὶ τὰ ἑτέρων ἕκαστος.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Philippenses (homiliae 1-15) 2.1-5
Not analysed yet
Ἐνταῦθα μὲν οὖν τοῦτον παιδεύει οὕτω διακεῖσθαι. Ὅταν δὲ κἀκεῖνος ὁ τοσαύτης ἀπολαύων τιμῆς παρὰ σοῦ, φησὶν, οὕτω πρὸς σὲ διακέηται, ἐννόησον πῶς τεῖχός ἐστι διπλοῦν ἐπιεικείας. Ὅταν γὰρ σὺ τέως ἄξιον τιμῆς ἔχῃς, κἀκεῖνος οὕτως, οὐδὲν οὐδέποτε ἔσται λυπηρόν. Εἰ γὰρ παρὰ τοῦ ἑνὸς τοῦτο γινόμενον ἀρκεῖ λῦσαι πᾶσαν ἐρεσχελίαν, ὅταν παρὰ ἀμφοτέρων ᾖ, τίς διακόψει ταύτην τὴν ἀσφάλειαν; Οὐδὲ αὐτὸς ὁ διάβολος· τριπλοῦν γὰρ ἔσται, καὶ τετραπλοῦν, καὶ πολλαπλάσιον τὸ ὀχύρωμα. Πάντων γὰρ τῶν ἀγαθῶν αἰτία ἡ ταπεινοφροσύνη. Καὶ ἵνα μάθῃς, ἄκουε τοῦ προφήτου λέγοντος, ὅτι Εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Οὐχ ἁπλῶς δὲ ταπεινοφροσύνην ἀπαιτεῖ, ἀλλ' ἐπίτασιν ταπεινοφροσύνης. Καθάπερ γὰρ ἐπὶ τῶν σωμάτων τὸ συντετριμμένον οὐκ ἂν ἐπανασταίη ποτὲ τῷ στεῤῥῷ, ἀλλ' ὅσα ἂν πάθῃ δεινὰ, πρότερον αὐτὸ ἀπολεῖται, ἢ ἑτέρῳ ἐπεξελεύσεται· οὕτω καὶ ἐπὶ τῆς ψυχῆς, αἱρήσεται μᾶλλον κακῶς πάσχουσα διαπαντὸς καὶ ἀποθανεῖν, ἢ ἐπεξελθεῖν καὶ ἀμύνασθαι. Μέχρι τίνος φυσώμεθα φύσημα γέλωτος ἄξιον; Ὥσπερ γὰρ τὰ παιδία, ὅταν ὁρῶμεν ἀνατεινόμενα καὶ γαυρούμενα γελῶμεν, ἢ καὶ λίθον αἴροντα καὶ ῥιπτοῦντα πάλιν γελῶμεν· οὕτως ἐστὶν ἡ ἀπόνοια ἡ ἀνθρωπίνη, παιδικῆς ὂν διανοίας καὶ ἀτελοῦς φρενὸς γέννημα. Τί γὰρ ὑπερηφανεύεται γῆ καὶ σποδός; Μέγα φρονεῖς, ἄνθρωπε; διὰ τί; τί τὸ κέρδος, εἰπέ μοι; πόθεν δὲ καὶ μέγα φρονεῖς κατὰ τῶν ὁμοφύλων; οὐχὶ τῆς αὐτῆς μετέχεις φύσεως; οὐχὶ τῆς αὐτῆς ψυχῆς; οὐχ ὁμοίως τετίμησαι παρὰ τοῦ Θεοῦ; Ἀλλὰ σοφὸς εἶ; Οὐκοῦν εὐχαριστεῖν, οὐ φυσᾶσθαι ὀφείλεις. Πρώτη ἀχαριστία, ἀπόνοια· ἀφαιρεῖται γὰρ τῆς εὐεργεσίας τὸ δῶρον. Ὁ γὰρ ἐπαιρόμενος, ὡς αὐτὸς κατορθώσας ἐπαίρεται· ὁ δὲ νομίζων κατωρθωκέναι, ἀχάριστός ἐστι περὶ τὸν δεδωκότα τὴν τιμήν. Ἔνεστί σοί τι ἀγαθόν; Εὐχαρίστει τῷ δεδωκότι. Ἄκουσον τί φησιν ὁ Ἰωσὴφ, τί δὲ ὁ Δανιήλ. Τοῦ γὰρ βασιλέως Αἰγύπτου μεταπεμψαμένου αὐτὸν ἀπὸ τοῦ δεσμωτηρίου, καὶ ἐπὶ πάσης τῆς στρατιᾶς πυνθανομένου ἐπὶ πράγματι, ἐφ' ᾧ πάντες παρεχώρησαν Αἰγύπτιοι οἱ περὶ ταῦτα μάλιστα δεινοὶ, μέλλων αὐτὸς κατὰ πᾶν ὑπεραίρειν, καὶ σοφώτερος φανήσεσθαι τῶν ἀστρολόγων, τῶν μάντεων, τῶν γοήτων, τῶν μάγων, πάντων τῶν φιλοσόφων τῶν τότε, ἀπὸ τῆς αἰχμαλωσίας καὶ δουλείας, παιδίον ὢν (καὶ γὰρ τότε μείζων ἡ δόξα· οὐ γάρ ἐστιν ἴσον φαινόμενον λάμπειν, καὶ παρὰ προσδοκίαν· ὥστε καὶ τὸ παρ' ἐλπίδας ἐποίει αὐτὸν θαυμαστότερον)· τί οὖν οὗτος παρελθὼν εἶπε τῷ Φαραώ; ὅτι Ναὶ, οἶδα; Οὐχ οὕτως· ἀλλὰ τί; Οὐδενὸς αὐτὸν ἐλέγχοντος, ἀπὸ πολλῆς τῆς εὐγνωμοσύνης τί φησιν; Οὐχὶ διὰ τοῦ Θεοῦ ἡ διασάφησις αὐτῶν ἐστιν; Ὅρα· τὸν Δεσπότην εὐθέως ἐδόξασε· διὰ τοῦτο καὶ αὐτὸς ἐδοξάσθη. Οὐ μικρὸν δὲ τοῦτο εἰς δόξης λόγον· τοῦ γὰρ αὐτὸν κατωρθωκέναι τὸ τὸν Θεὸν ἀποκαλύψαι μεῖζον πολλῷ. Ἄλλως δὲ καὶ τὰ λεγόμενα ἐντεῦθεν ἀξιόπιστα ἔδειξε, καὶ τοῦτο τῆς οἰκειώσεως τοῦ Θεοῦ τεκμήριον μέγιστον. Οὐδὲν γὰρ οὕτως ἀγαθὸν, ὡς τὸ οἰκειοῦσθαι τῷ Θεῷ. Εἰ γὰρ ἐξ ἔργων ἐδικαιώθη, ἔχει καύχημα, φησὶν, ἀλλ' οὐ πρὸς τὸν Θεόν. Εἰ γὰρ ὁ χάριτος ἀξιωθεὶς καυχᾶται ἐπὶ τῷ Θεῷ, ὅτι ἀγαπᾶται, ἐπειδὴ συνεχωρήθη αὐτῷ, καὶ ἔχει καύχημα ὁ ἐργαζόμενος, ἀλλ' οὐ πρὸς τὸν Θεὸν, ὡς ἐκεῖνος· τῆς γὰρ πολλῆς ἀσθενείας τεκμήριον τοῦτο τῆς ἡμετέρας· ὁ καὶ σοφίαν λαβὼν παρὰ τοῦ Θεοῦ, πόσῳ μᾶλλον ἂν εἴη θαυμαστός; Ἐδόξασε τὸν Θεὸν, καὶ ἐδοξάσθη ὑπ' αὐτοῦ· Τοὺς δοξάζοντάς με γὰρ, φησὶ, δοξάσω. Πάλιν ὁ ἀπόγονος ὁ τούτου, οὗ σοφώτερος οὐδεὶς (Μὴ γὰρ σοφώτερος εἶ, φησὶ, σὺ τοῦ Δανιήλ;) ,οὗτος δὴ ὁ Δανιὴλ τῶν ἐν Βαβυλῶνι πάντων σοφῶν, καὶ αὐτῶν πάλιν ἀστρολόγων, μάντεων, μάγων, γοήτων, πάσης φιλοσοφίας. οὐ μόνον ἐλεγχομένης, ἀλλὰ καὶ ἀναιρουμένης (τὸ γὰρ ἀναιρεῖσθαι τεκμήριον ἦν τοῦ καὶ πρότερον αὐτοὺς ἠπατηκέναι), παρελθὼν καὶ μέλλων ἐπιλύεσθαι τὸ ἐρώτημα, οὐδὲ αὐτὸς καλλωπίζεται, ἀλλὰ πρότερον ἀνατίθησι τῷ Θεῷ τὸ πᾶν, καί φησιν· Ἐμοὶ δὲ οὐκ ἐν σοφίᾳ τῇ οὔσῃ ἐν ἐμοὶ παρὰ πάντας ἀνθρώπους ἀπεκαλύφθη, ὦ βασιλεῦ. Καὶ προσεκύνησεν αὐτῷ ὁ βασιλεὺς, καὶ εἶπε μαναὰ σπεῖσαι. Ὁρᾷς ταπεινοφροσύνην; ὁρᾷς εὐγνωμοσύνην; ὁρᾷς ἄτυφον ἦθος; Ἄκουε καὶ τῶν ἀποστόλων λεγόντων, ποτὲ μὲν, Τί ἡμῖν ἀτενίζετε, ὡς ἰδίᾳ δυνάμει ἢ εὐσεβείᾳ πεποιηκόσι τοῦ περιπατεῖν αὐτόν; ποτὲ δὲ πάλιν, Ἡμεῖς ὁμοιοπαθεῖς ὑμῖν ἐσμεν ἄνθρωποι. Εἰ δὲ ἐκεῖνοι δεδομένας τιμὰς οὕτως ἀπεκρούοντο, ἄνθρωποι μείζονα τοῦ Χριστοῦ διὰ τὴν τοῦ Χριστοῦ ταπεινοφροσύνην ἐργαζόμενοι, καὶ διὰ τὴν αὐτοῦ δύναμιν (Ὁ γὰρ πιστεύων ἐμοὶ, φησὶ, μείζονα ποιήσει ὧν ἐγὼ ποιῶ)· πῶς οὐκ ἄθλιοι καὶ ταλαίπωροι, οἱ μηδὲ κώνωπας σοβῆσαι δυνάμενοι, μήτι γε δαίμονας; οἱ μηδὲ ἕνα ἄνθρωπον ὠφελῆσαι ἰσχύοντες, μήτι γε τὴν οἰκουμένην ἅπασαν, καὶ τοσοῦτον φρονοῦντες, ὅσον οὐδὲ αὐτὸς ὁ διάβολος;