# In epistulam ad Philippenses (homiliae 1-15) 2.1-6

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Philippenses (homiliae 1-15), Τοῦτο γὰρ φρονείσθω ἐν ὑμῖν, ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ· ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβὼν, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, ἐταπείνωσεν ἑαυτὸν, γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-philippenses-homiliae-1-15/2.1-6

Ἰδοὺ καὶ Σαβέλλιος. Οὐχ ἁρπαγμὸν ἡγήσατο, φησὶ, τὸ εἶναι ἴσα Θεῷ. Ἴσον δὲ ἐπὶ ἑνὸς οὐ λέγεται προσώπου· τὸ γὰρ ἴσον, τινί ἐστιν ἴσον. Ὁρᾷς δύο προσώπων ὑπόστασιν, οὐχὶ ὀνόματα ψιλὰ χωρὶς πραγμάτων λεγόμενα; ἤκουσας τὴν προαιώνιον ὕπαρξιν τοῦ Μονογενοῦς; Ἀλλὰ ταῦτα μὲν πρὸς ἐκείνους· τί οὖν πρὸς Ἄρειον εἴποιμεν λοιπὸν, τὸν λέγοντα ἑτέρας εἶναι οὐσίας τὸν Υἱόν; Εἰπὲ δή μοι, τὸ, Μορφὴν δούλου ἔλαβε, τί ἐστιν; Ἄνθρωπος ἐγένετο, φησίν. Οὐκοῦν καὶ ἐν μορφῇ Θεοῦ ὑπάρχων, Θεὸς ἦν· μορφὴ γὰρ, καὶ μορφὴ κεῖται. Εἰ τοῦτο ἀληθὲς, κἀκεῖνο. Φύσει ἄνθρωπος, ἡ μορφὴ τοῦ δούλου· οὐκοῦν φύσει Θεὸς, καὶ ἡ μορφὴ τοῦ Θεοῦ. Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τὸ ἴσον αὐτῷ μαρτυρεῖ, ὥσπερ οὖν καὶ Ἰωάννης, καὶ ὅτι οὐδὲν ἐλάττων ἐστὶ τοῦ Πατρός· Οὐχ ἁρπαγμὸν ἡγήσατο, φησὶ, τὸ εἶναι ἴσα Θεῷ. Ἀλλὰ τίς ὁ σοφὸς αὐτῶν λόγος; Καὶ μὴν τοὐναντίον δείκνυσι, φησίν· εἶπε γὰρ, ὅτι ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἥρπασε τὸ εἶναι ἴσα Θεῷ· καὶ μὴν εἰ ἦν Θεὸς, πῶς εἶχεν ἁρπάσαι; Καὶ πῶς οὐκ ἀπερινόητον τοῦτο; τίς γὰρ ἂν εἴποι, ὅτι ὁ δεῖνα ἄνθρωπος ὢν, οὐχ ἥρπασε τὸ εἶναι ἄνθρωπος; πῶς γὰρ ἄν τις ὅπερ ἐστὶν ἁρπάσειεν; Οὒ, φησίν· ἀλλ' ὅτι Θεὸς ὢν ἐλάττων, οὐχ ἥρπασε τὸ εἶναι ἴσα τῷ Θεῷ τῷ μεγάλῳ καὶ μείζονι. Καὶ μικρὸς καὶ μέγας Θεὸς ἔνι; καὶ τὰ Ἑλληνικὰ τοῖς τῆς Ἐκκλησίας δόγμασιν ἐπεισάγετε; Μέγας μὲν γὰρ καὶ μικρὸς παρ' αὐτοῖς θεός· εἰ δὲ καὶ παρ' ὑμῖν, οὐκ οἶδα. Παρὰ μὲν γὰρ ταῖς Γραφαῖς οὐδαμοῦ εὑρήσεις, ἀλλὰ μέγαν μὲν πανταχοῦ, μικρὸν δὲ οὐδαμοῦ. Εἰ γὰρ μικρὸς, πῶς καὶ Θεός; Εἰ μικρὸς οὐκ ἔστιν ἄνθρωπος καὶ μέγας, ἀλλὰ μία φύσις, καὶ εἴ τι οὐκ ἔστι τῆς φύσεως ταύτης μιᾶς, οὐκ ἄνθρωπος, πῶς ἂν εἴη μικρὸς Θεὸς καὶ μέγας ὁ μὴ ὢν ἐκείνης τῆς φύσεως; Ὁ μικρὸς ὢν, οὐ Θεός· πανταχοῦ γὰρ μέγας λέγεται παρὰ τῇ Γραφῇ· Μέγας Κύριος, φησὶν ὁ Δαυῒδ, καὶ αἰνετὸς σφόδρα. Ἰδοὺ καὶ περὶ τοῦ Υἱοῦ· πανταχοῦ γὰρ Κύριον αὐτὸν καλεῖ· καὶ πάλιν, Μέγας εἶ σὺ, καὶ ποιῶν θαυμάσια· σὺ εἶ ὁ Θεὸς μόνος· καὶ πάλιν, Μέγας ὁ Κύριος ἡμῶν, καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ, καὶ τῆς μεγαλωσύνης αὐτοῦ οὐκ ἔστι πέρας. Ἀλλὰ ταῦτα περὶ τοῦ Πατρός· ὁ δὲ Υἱὸς, φησὶ, μικρός. Ἀλλὰ σὺ τοῦτο λέγεις· ἡ δὲ Γραφὴ τοὐναντίον· ὥσπερ περὶ τοῦ Πατρὸς, οὕτω καὶ περὶ τοῦ Υἱοῦ φησιν. Ἄκουε γὰρ Παύλου λέγοντος, Προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ. Ἀλλ' ἆρα μὴ περὶ τοῦ Πατρὸς ἐπιφάνειαν εἶπεν; Ἵνα δὲ καὶ μᾶλλον ὑμᾶς ἐλέγξῃ, κατὰ τὴν ἐπιφάνειαν τοῦ μεγάλου Θεοῦ προσέθηκεν. Ἄρα οὖν μὴ περὶ τοῦ Πατρὸς εἴρηται; Οὐδαμῶς· ἡ γὰρ ἐπαγωγὴ οὐκ ἀφίησι, λέγουσα, Καὶ τὴν ἐπιφάνειαν τοῦ μεγάλου Θεοῦ, καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἰδοὺ καὶ ὁ Υἱὸς μέγας. Πῶς οὖν λέγεις μικρὸν, καὶ μέγαν; Ἄκουε καὶ τοῦ προφήτου λέγοντος αὐτὸν μεγάλης βουλῆς Ἄγγελον. Ὁ μεγάλης βουλῆς Ἄγγελος οὐ μέγας; ὁ ἰσχυρὸς Θεὸς οὐ μέγας, ἀλλὰ μικρός; Τί οὖν φασιν οἱ ἀναίσχυντοι καὶ ἰταμοὶ, ὅτι μικρὸς ὢν Θεός; λέγω ἃ λέγουσι πολλάκις, ἵνα μᾶλλον αὐτοὺς φύγητε· μικρὸς ὢν, φησὶ, Θεὸς, οὐχ ἥρπασε τὸ εἶναι κατὰ τὸν μέγαν. Τί γὰρ, εἰπέ μοι (ἀλλὰ μὴ νομίσητε ἡμῶν εἶναι τὰ ῥήματα); εἰ μικρὸς ἦν κατ' αὐτοὺς, καὶ πολὺ τῆς δυνάμεως ἀποδέων τῆς τοῦ Πατρὸς, πῶς ἂν ἠδυνήθη ἁρπάσαι τὸ εἶναι ἴσα Θεῷ; φύσει γὰρ ἐλάττων οὐκ ἂν δύναιτο ἁρπάσαι τὸ εἶναι ἐν τῇ μεγάλῃ· οἷον ὁ ἄνθρωπος οὐκ ἂν δύναιτο ἁρπάσαι τὸ εἶναι ἴσος ἀγγέλῳ κατὰ τὴν φύσιν· ὁ ἵππος οὐκ ἂν δύναιτο ἁρπάσαι, κἂν θέλῃ, τὸ εἶναι ἴσος ἀνθρώπῳ κατὰ τὴν φύσιν. Χωρὶς δὲ τούτου, κἀκεῖνο ἐρῶ· Τί βούλεται κατασκευάσαι ὁ Παῦλος διὰ τούτου τοῦ ὑποδείγματος; Εἰς ταπεινοφροσύνην, πάντως ἐρεῖς, ἐναγαγεῖν τοὺς Φιλιππησίους. Τί οὖν, εἰπέ μοι, τοῦτο ἂν παρήνεγκεν εἰς μέσον; Οὐδεὶς γὰρ βουλόμενος προτρέψαι ταπεινοφρονεῖν, τοῦτό φησιν· Ἔσο ταπεινὸς, καὶ ἔλαττον φρόνει τῶν ὁμοτίμων· καὶ γὰρ ὁ δεῖνα ὁ δοῦλος οὐκ ἐπανέστη τῷ Δεσπότῃ· μιμοῦ τοίνυν ἐκεῖνον. Καὶ μὴν τοῦτο οὐκ ἔστι ταπεινοφροσύνης, εἴποι τις ἂν, ἀλλ' ἀπονοίας. Μάθετε τί ἐστι ταπεινοφροσύνη ὑμεῖς οἱ τῦφον ἔχοντες διαβολικόν. Τί οὖν ἐστι ταπεινοφροσύνη; Τὸ ταπεινὰ φρονεῖν· ταπεινὰ δὲ φρονεῖ, οὐχ ὁ ἀπὸ ἀνάγκης ὢν ταπεινὸς, ἀλλ' ὁ ἑαυτὸν ταπεινῶν. Οἷόν τι λέγω (προσέχετε δέ)· Ὅταν τις ὑψηλὰ δυνάμενος φρονῆσαι ταπεινοφρονῇ, οὗτος ταπεινόφρων ἐστίν· ὅταν δὲ παρὰ τὸ μὴ δύνασθαι ταπεινοφρονῇ, οὐκέτι ταπεινόφρων ἐστίν· οἷον ὁ βασιλεὺς τῷ ὑπάρχῳ ἂν ὑποτάττηται, ταπεινόφρων ἐστὶν, ὅτι ἀπὸ τοῦ ὕψους κατέβη· ὁ μέντοι ὕπαρχος ἐὰν τοῦτο ποιῇ, οὐ ταπεινοφρονεῖ· πῶς γάρ; οὐ γὰρ ἀπὸ τοῦ ὕψους ἐταπείνωσεν ἑαυτόν. Οὐκ ἔστι δὲ ἄλλως ταπεινοφρονῆσαι, εἰ μὴ ἐν ἐξουσίᾳ γένοιτο. Εἰ γὰρ ἀνάγκη ἐστὶ τεταπεινῶσθαι καὶ ἄκοντα, οὐκέτι τῆς φρονήσεώς ἐστι τὸ κατόρθωμα οὐδὲ τοῦ βουλήματος, ἀλλὰ τῆς ἀνάγκης· ταπεινοφροσύνη δὲ διὰ τοῦτο λέγεται, ὅτι τοῦ φρονήματός ἐστι ταπείνωσις.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Philippenses (homiliae 1-15). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg160.local001/.
