# In epistulam ad Philippenses (homiliae 1-15) 2.1-8

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Philippenses (homiliae 1-15), Ὥστε, ἀγαπητοί μου, καθὼς πάντοτε ὑπηκούσατε, μὴ ὡς ἐν τῇ παρουσίᾳ μου μόνον, ἀλλὰ καὶ νῦν πολλῷ μᾶλλον ἐν τῇ ἀπουσίᾳ μου μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε. Ὁ Θεὸς γάρ ἐστιν ὁ ἐνεργῶν ἐν ὑμῖν καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν ὑπὲρ τῆς εὐδοκίας. Πάντα ποιεῖτε χωρὶς γογγυσμῶν καὶ διαλογισμῶν, ἵνα γένησθε ἄμεμπτοι καὶ ἀκέραιοι, τέκνα Θεοῦ ἀμώμητα ἐν μέσῳ γενεᾶς σκολιᾶς καὶ διεστραμμένης, ἐν οἷς φαίνεσθε, ὡς φωστῆρες ἐν κόσμῳ, λόγον ζωῆς ἐπέχοντες, εἰς καύχημα ἐμοὶ εἰς ἡμέραν Χριστοῦ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-philippenses-homiliae-1-15/2.1-8

Ὥσπερ οὖν λέγων αὐτὰ χαρίσματα, οὐκ ἐξωθεῖ ἡμᾶς τοῦ αὐτεξουσίου, ἀλλ' ἀφίησιν ἐν ἡμῖν τὸ αὐτεξούσιον· οὕτως ὅταν λέγῃ ἐνεργεῖν ἐν ἡμῖν τὸ θέλειν, οὐκ ἀφαιρεῖται ἡμᾶς τὸ αὐτεξούσιον, ἀλλὰ δείκνυσιν, ὅτι ἀπὸ τοῦ κατορθοῦν πολλὴν εἰς τὸ θέλειν λαμβάνομεν προθυμίαν. Καθάπερ γὰρ τὸ ποιεῖν ἐκ τοῦ ποιεῖν γίνεται· οὕτως ἐκ τοῦ μὴ ποιεῖν τὸ μὴ ποιεῖν. Ἔδωκας ἐλεημοσύνην; μᾶλλον προετράπης δοῦναι. Οὐκ ἔδωκας δέ; μᾶλλον ἤργησας. Ἐσωφρόνησας μίαν ἡμέραν; ἔχεις προτροπὴν καὶ εἰς τὴν δευτέραν. Ἐῤῥᾳθύμησας; ἐπέτεινας τὴν ῥᾳθυμίαν· Ἀσεβὴς γὰρ, φησὶν, ἐλθὼν εἰς βάθος κακῶν καταφρονεῖ. Ὥσπερ οὖν ὅταν ἔλθῃ εἰς βάθος κακῶν, καταφρονεῖ· οὕτως ὅταν ἔλθῃ εἰς βάθος ἀγαθῶν, σπουδάζει. Καθάπερ γὰρ ἐκεῖνος ἀπογνοὺς ῥᾳθυμότερος γίνεται· οὕτως οὗτος ἐννοῶν τὸ πλῆθος τῶν ἀγαθῶν, σπουδαιότερος γίνεται, δεδοικὼς μὴ τὸ πᾶν ἀπολέσῃ. Ὑπὲρ τῆς εὐδοκίας, φησί· τουτέστι, διὰ τὴν ἀγάπην, διὰ τὴν ἀρέσκειαν αὐτοῦ, ἵνα τὰ δοκοῦντα αὐτῷ γένηται, ἵνα κατὰ τὴν θέλησιν αὐτοῦ. Ἐνταῦθα δείκνυσι, καὶ ποιεῖ θαῤῥεῖν, ὅτι πάντως ἐνεργεῖ. Θέλει γὰρ ἡμᾶς, ὡς αὐτὸς βούλεται, ζῇν. Εἰ δὲ βούλεται, πρὸς δὲ τοῦτο αὐτὸς ἐνεργεῖ, καὶ τοῦτο πάντως ἐνεργήσει· θέλει γὰρ ἡμᾶς ὀρθῶς ζῇν. Ὁρᾷς πῶς οὐκ ἀφαιρεῖται τὸ αὐτεξούσιον; Ταῦτα πάντα ποιεῖτε, φησὶ, χωρὶς γογγυσμῶν καὶ διαλογισμῶν. Ὁ διάβολος ἐπειδὰν μὴ δυνηθῇ ἡμᾶς ἀπαγαγεῖν τοῦ καλῶς ποιεῖν, ἑτέρως τεχνάζεται ἡμῶν κενῶσαι τὸν μισθόν. Ἢ γὰρ κενοδοξίαν, ἢ ἀπόνοιαν ἐπεισήγαγεν, ἢ, εἰ μὴ τοῦτο, γογγυσμὸν, ἢ, εἰ μηδὲν τούτων, διάκρισιν. Ὅρα τοίνυν πῶς αὐτὰ ἐκκαθαίρει ὁ Παῦλος. Εἶπε περὶ τῆς ταπεινοφροσύνης ὅσαπερ εἶπεν, ἀναιρῶν ἀπόνοιαν· εἶπε περὶ τῆς κενοδοξίας, κατασπῶν τὸ φύσημα· καὶ ἀλλαχοῦ μὲν, Μὴ ἐν τῇ παρουσίᾳ μου μόνον· λέγει δὲ ἐνταῦθα περὶ τοῦ γογγυσμοῦ καὶ τοῦ διακριτικοῦ. Τί δήποτε δὲ ἐπὶ μὲν τῶν Κορινθίων τοῦτο τὸ πάθος ἀναιρῶν, ἐμνημόνευσε καὶ τῶν Ἰσραηλιτῶν, ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον εἶπεν, ἀλλ' ἁπλῶς ἐπέταξεν; Ὅτι ἐκεῖ μὲν γενόμενον ἤδη τοῦτο ἦν· διὸ καὶ σφοδροτέρας ἐδέησεν αὐτῷ τῆς πληγῆς, καὶ μείζονος τῆς ἐπιτιμήσεως· ἐνταῦθα δὲ, ὥστε μὴ γενέσθαι, παραινεῖ. Τοὺς οὖν οὐδέπω ἡμαρτηκότας περιττὸν ἦν πληκτικώτερον ἀσφαλίζεσθαι· ἐπεὶ καὶ εἰς ταπεινοφροσύνην ἐνάγων οὐ παρέθηκεν ὑπόδειγμα τὸ ἐν τῷ Εὐαγγελίῳ, ἔνθα οἱ ἀλαζόνες ἐκολάσθησαν, ἀλλ' ἀπὸ τοῦ Θεοῦ τὴν παραίνεσιν εἰσήγαγε, καὶ ὡς ἐλευθέροις αὐτοῖς διαλέγεται, ὡς τέκνοις γνησίοις, οὐχ ὡς οἰκέταις. Ἐν γὰρ τοῖς ἀγαθοῖς ὁ μὲν εὐγνώμων καὶ εὐγενὴς ἀπὸ τῶν κατορθούντων ἐνάγεται, ὁ δὲ ἀγνώμων οὐκ ἀπὸ τούτων, ἀλλ' ἀπὸ τῶν τιμωρουμένων· ἐκεῖνος ἀπὸ τῆς τιμῆς, οὗτος ἀπὸ τῆς κολάσεως. Διὰ τοῦτο καὶ Ἑβραίοις γράφων ἔλεγε, τὸν Ἡσαῦ εἰς μέσον παραγαγὼν, ὃς ἀντὶ βρώσεως μιᾶς ἀπέδοτο τὰ πρωτοτόκια· καὶ πάλιν, Ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ. Καὶ ἐν τοῖς Κορινθίοις δὲ πολλοὶ ἦσαν οἱ πορνεύσαντες· διὰ τοῦτο ἔλεγε, Μὴ πάλιν ἐλθόντα με πρὸς ὑμᾶς ταπεινώσῃ ὁ Θεός μου, καὶ πενθήσω πολλοὺς τῶν προημαρτηκότων καὶ μὴ μετανοησάντων ἐπὶ τῇ ἀκαθαρσίᾳ καὶ πορνείᾳ καὶ ἀσελγείᾳ, ᾗ ἔπραξαν. Ἵνα γένησθε, φησὶν, ἄμεμπτοι καὶ ἀκέραιοι, τουτέστιν, ἄληπτοι, εἰλικρινεῖς· οὐ μικρὰν γὰρ προσάγει κηλῖδα ὁ γογγυσμός. Τί δέ ἐστι, Χωρὶς διαλογισμῶν; ἆρα καλὸν, ἆρα οὐ καλόν; Μὴ διαλογίζεσθε φησὶ, κἂν πόνος ᾖ, κἂν κάματος ᾖ, κἂν ὁτιοῦν. Οὐκ εἶπεν, Ἵνα μὴ κολασθῆτε· κόλασις γὰρ ἀπόκειται τῷ πράγματι· καὶ τοῦτο ἐν τῇ πρὸς Κορινθίους ἐδήλωσεν Ἐπιστολῇ· ἀλλ' ἐνταῦθα οὐδὲν τοιοῦτον εἶπεν, ἀλλ', Ἵνα γένησθε, φησὶν, ἄμεμπτοι καὶ ἀκέραιοι, τέκνα Θεοῦ ἀμώμητα ἐν μέσῳ γενεᾶς σκολιᾶς καὶ διεστραμμένης, ἐν οἷς φαίνεσθε, ὡς φωστῆρες ἐν κόσμῳ, λόγον ζωῆς ἐπέχοντες, εἰς καύχημα ἐμοὶ εἰς ἡμέραν Χριστοῦ. Ὁρᾷς ὅτι παιδεύει τούτους μὴ γογγύζειν; Ὥστε δούλων ἀγνωμόνων καὶ ἀναισθήτων τὸ γογγύζειν. Ποῖος γὰρ, εἰπέ μοι, υἱὸς ἐν τοῖς τοῦ πατρὸς πονῶν, καὶ ἑαυτῷ πονῶν γογγύζει; Ἐννόησον, φησὶν, ὅτι σαυτῷ πονεῖς, ὅτι σαυτῷ συνάγεις. Ἐκείνων ἴδιον τὸ γογγύζειν ἐστὶν, ὅταν ἑτέροις πονῶσιν, ὅταν ἑτέροις κάμνωσιν. Ὁ δὲ ἑαυτῷ συλλέγων, τίνος ἕνεκεν γογγύζει; ὅτι ὁ πλοῦτος αὐτοῦ οὐκ αὔξεται; Ἀλλ' οὐκ ἔστι τοῦτο. Ὁ ἑκοντὶ καὶ μὴ κατ' ἀνάγκην ποιῶν, τίνος ἕνεκεν γογγύζει; Βέλτιον μηδὲν ἐργάσασθαι, ἢ μετὰ γογγυσμοῦ· ἀπόλλυται γὰρ καὶ αὐτὸ τὸ γινόμενον. Ἢ οὐχ ὁρᾷς, ὅτι καὶ ἐν ταῖς οἰκίαις ταῖς ἡμετέραις ταῦτα λέγομεν ἀεὶ, Βέλτιον ταῦτα μὴ γίνεσθαι, ἢ μετὰ γογγυσμοῦ; καὶ πολλάκις εἱλόμεθα τῆς διακονίας ἀποστερηθῆναι τῆς ἡμετέρας, ἢ γογγύζοντος ἀνασχέσθαι; Δεινὸν γὰρ, δεινὸν ὁ γογγυσμός· ἐγγὺς βλασφημίας ἐστίν· ἐπεὶ τίνος ἕνεκεν τοσαύτην ἐκεῖνοι ἔδωκαν δίκην; Ἀχαριστία τὸ πρᾶγμά ἐστιν. Ὁ γογγύζων ἀχαριστεῖ τῷ Θεῷ· ὁ δὲ ἀχαριστῶν τῷ Θεῷ, ἄρα βλάσφημος. Μάλιστα μὲν γὰρ τότε πειρασμοὶ συνεχεῖς ἦσαν, καὶ ἐπάλληλοι κίνδυνοι, οὐδεμία ἀνάπαυσις, οὐδεμία ἄνεσις, μυρία πάντοθεν ἐπέῤῥει δεινά· νῦν δὲ εἰρήνη βαθεῖα, νῦν εὐμάρεια.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Philippenses (homiliae 1-15). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg160.local001/.
