# In epistulam ad Philippenses (homiliae 1-15) 2.1-9

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Philippenses (homiliae 1-15), Ἐλπίζω δὲ ἐν Κυρίῳ Ἰησοῦ Τιμόθεον ταχέως πέμψαι ὑμῖν, ἵνα κἀγὼ εὐψυχῶ, γνοὺς τὰ περὶ ὑμῶν. Οὐδένα γὰρ ἔχω ἰσόψυχον, ὅστις γνησίως τὰ περὶ ὑμῶν μεριμνήσει. Οἱ πάντες γὰρ τὰ ἑαυτῶν ζητοῦσιν, οὐ τὰ τοῦ Χριστοῦ Ἰησοῦ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-philippenses-homiliae-1-15/2.1-9

Ὅρα πῶς πάντα ἐξαρτᾷ τοῦ Θεοῦ, καὶ οὐδὲν ἐξ οἰκείας φθέγγεται διανοίας. Ἀναγκαῖον δὲ ἡγησάμην Ἐπαφρόδιτον τὸν ἀδελφὸν καὶ συνεργὸν καὶ συστρατιώτην μου. Καὶ τοῦτον πάλιν μετὰ ἐγκωμίων τῶν αὐτῶν, ὧν καὶ τὸν Τιμόθεον, ἀποστέλλει. Ἐκεῖνον γὰρ ἀπὸ δύο τούτων συνέστησεν, ὅτι τε αὐτοὺς ἀγαπᾷ, εἰπὼν, Ὅστις γνησίως τὰ περὶ ὑμῶν μεριμνήσει, καὶ ὅτι ἐν τῷ Εὐαγγελίῳ ηὐδοκίμησε· καὶ τοῦτον ἀπὸ τῶν αὐτῶν πάλιν διὰ τὴν αὐτὴν αἰτίαν, ἣν καὶ ἐκεῖνον, ἐπῄνεσε. Πῶς; Τὸ γὰρ εἰπεῖν ἀδελφὸν καὶ συνεργὸν, καὶ μὴ μέχρι τούτου μόνον στῆναι, ἀλλὰ καὶ συστρατιώτην προσθεῖναι, δεικνύντος ἐστὶ τὴν πολλὴν αὐτοῦ κοινωνίαν τὴν ἐν τοῖς κινδύνοις, καὶ τὰ αὐτὰ αὐτῷ μαρτυροῦντος, ἅπερ καὶ ἑαυτῷ. Τὸ δὲ, Συστρατιώτην, πλέον ἐστὶ τοῦ, Συνεργόν. Ἴσως γάρ τις ἐν μὲν ψιλοῖς πράγμασι συνήργησεν, ἐν δὲ πολέμῳ καὶ κινδύνοις οὐκέτι· τῷ δὲ εἰπεῖν, Συστρατιώτην, καὶ τοῦτο ἐδήλωσεν. Ὑμῶν δὲ, φησὶν, ἀπόστολον, καὶ λειτουργὸν τῆς χρείας μου, πέμψαι πρὸς ὑμᾶς. Τουτέστι, Τὰ ὑμέτερα ὑμῖν χαρίζομαι. Ἤτοι τὸν ὑμέτερον ὑμῖν πέμπομεν, ἢ τὸν ὑμᾶς διδάσκοντα. Πάλιν πολλὰ περὶ τῆς ἀγάπης αὐτοῦ προστίθησι, λέγων· Ἐπειδὴ ἐπιποθῶν ἦν πάντας ὑμᾶς, καὶ ἀδημονῶν, διότι ἠκούσατε ὅτι ἠσθένησε. Καὶ γὰρ ἠσθένησε παραπλήσιον θανάτου· ἀλλ' ὁ Θεὸς αὐτὸν ἠλέησεν, οὐκ αὐτὸν δὲ μόνον, ἀλλὰ καὶ ἐμὲ, ἵνα μὴ λύπην ἐπὶ λύπῃ σχῶ. Ἐνταῦθα δὲ καὶ ἕτερον κατασκευάζει, δηλῶν ὅτι καὶ αὐτὸς σφόδρα οἶδε, φησὶν, ὅτι ἀγαπᾶται παρ' ὑμῶν. Οὐ μικρὸν δὲ τοῦτο εἰς τὸ φιλεῖν ἐπισπάσασθαι. Πῶς; Ἠσθένησε, φησὶ, καὶ ἠλγεῖτε· ὑγίαινε, καὶ ἀπήλλαξεν ὑμᾶς τῆς λύπης, ἣν εἴχετε διὰ τὴν ἀσθένειαν αὐτοῦ· οὐ μὴν οὐδὲ οὕτως ἔξω λύπης ἦν, ἀλλ' ἤλγει, διότι ὑγιάνας οὐκ εἶδεν ὑμᾶς. Ἐνταῦθα καὶ ἄλλο κατασκευάζει, ἀπολογούμενος ὅτι διὰ χρόνου πέμπει πρὸς αὐτοὺς, Οὐ διὰ ῥᾳθυμίαν, φησὶν, ἀλλὰ τὸν μὲν Τιμόθεον διὰ τὸ μηδένα ἔχειν κατεῖχον· Οὐκ ἔχω γὰρ, φησὶν, ἰσόψυχον· τὸν δὲ Ἐπαφρόδιτον διὰ τὴν ἀσθένειαν. Εἶτα δεικνὺς, ὅτι μακρὰ αὕτη γέγονε, καὶ πολὺν χρόνον ἀνάλωσε, φησί· Καὶ γὰρ ἠσθένησε παραπλήσιον θανάτου. Ὁρᾷς ὅσην ποιεῖται Παῦλος σπουδὴν ὑπὲρ τοῦ πάσης ῥᾳθυμίας καὶ ὀλιγωρίας πρόφασιν ἐκκόψαι ἐκ τῆς τῶν μαθητῶν διανοίας, καὶ μὴ ὑποπτευθῆναι, ὅτι καταφρονῶν αὐτῶν οὐκ ἦλθεν; Οὐδὲν γὰρ οὕτω τὸν μαθητὴν ἐπαγαγέσθαι δυνήσεται, ὡς τὸ πεπεῖσθαι, καὶ ὅτι φροντίζει αὐτοῦ ὁ προεστὼς, καὶ ὅτι ἀδημονεῖ ὑπὲρ αὐτοῦ, ὅπερ ὑπερβαλλούσης ἀγάπης ἐστίν. Ἠκούσατε, φησὶν, ὅτι ἠσθένησε· καὶ γὰρ ἠσθένησε παραπλήσιον θανάτου. Καὶ ὅτι οὐ προφασίζομαι, ἀκούσατε· Ἀλλ' ὁ Θεὸς αὐτὸν ἠλέησε. Τί λέγεις, ὦ αἱρετικέ; Ἐνταῦθα ἔλεόν φησι τοῦ Θεοῦ εἶναι τὸ τὸν μέλλοντα ἀπιέναι κατέχειν καὶ ὑποστρέψαι πάλιν. Καὶ μὴν εἰ πονηρὸν ὁ κόσμος, οὐκ ἔλεος οὗτός ἐστι τὸ ἐν τῷ πονηρῷ ἀφιέναι. Ἀλλὰ πρὸς μὲν τὸν αἱρετικὸν εὔκολον εἰπεῖν, πρὸς δὲ τὸν Χριστιανὸν τί ἐροῦμεν; Καὶ γὰρ ὁ αὐτὸς ἀμφισβητήσει ἴσως, καὶ ἐρεῖ· Εἰ τὸ ἀναλῦσαι σὺν Χριστῷ πολλῷ μᾶλλον κρεῖσσον, τίνος ἕνεκέν φησιν αὐτὸν ἐλεεῖσθαι; Ἐγὼ δὲ μᾶλλον ἐρήσομαι· Τίνος ἕνεκεν ὁ αὐτός φησιν ἀναγκαιότερον εἶναι τὸ ἐπιμεῖναι δι' ὑμᾶς; Ὥσπερ γὰρ αὐτῷ ἀναγκαῖον ἦν ἐκεῖνο, οὕτω καὶ τούτῳ μετὰ πλείονος πλούτου καὶ μείζονος παῤῥησίας μέλλοντι πρὸς τὸν Θεὸν ἀπιέναι. Ἐκεῖνο μὲν γὰρ κἂν μὴ νῦν ἐγένετο, ὕστερον ἔμελλε· τὸ δὲ κερδᾶναι ψυχὰς οὐκ ἔνι λοιπὸν ἀπελθόντας ἐκεῖ. Τὰ πολλὰ καὶ κατὰ τὴν κοινὴν συνήθειαν τῶν ἀκουόντων ὁ Παῦλος φθέγγεται, καὶ οὐ πανταχοῦ φιλοσοφεῖ· πρὸς γὰρ ἀνθρώπους κοσμικοὺς ὁ λόγος ἦν αὐτῷ, δεδοικότας ἔτι τὸν θάνατον. Εἶτα δείκνυσιν ἐν ὅσῳ λόγῳ ἐστὶν αὐτῷ ὁ Ἐπαφρόδιτος, καὶ ἀπὸ τούτου αἰδέσιμον αὐτὸν ποιῶν, εἴ γε τὴν ἐκείνου σωτηρίαν οὕτω χρησίμην ἑαυτῷ φησιν εἶναι, ὡς ἠλεῆσθαι καὶ αὐτὸν δι' ἐκείνου. Ἄλλως δὲ, καὶ χωρὶς τούτου καλὸν ἡ παροῦσα ζωή· ἐπεὶ εἰ μὴ καλὸν, διὰ τί ἐν τάξει τιμωρίας τίθησι τοὺς ἀώρους θανάτους; ὡς ὅταν λέγῃ, Διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄῤῥωστοι, καὶ κοιμῶνται ἱκανοί. Ἡ μὲν γὰρ μέλλουσα ζωὴ οὐχὶ πονηροῦ κρείττων, ἐπεὶ οὐκ ἀγαθὴ, ἀλλὰ καλοῦ κρείττων. Ἵνα μὴ λύπην, φησὶν, ἐπὶ λύπῃ σχῶ, τὴν ἀπὸ τῆς τελευτῆς ἐπὶ τῇ διὰ τὴν ἀῤῥωστίαν γενομένῃ αὐτῷ. Διὰ τούτων δείκνυσιν, ὅσου τιμᾶται τὸν Ἐπαφρόδιτον. Σπουδαιοτέρως οὖν ἔπεμψα αὐτόν. Τί ἐστι, Σπουδαιοτέρως; Τουτέστιν, Ἀνυπερθέτως, χωρὶς μελλήσεως, μετὰ πολλοῦ τοῦ τάχους, κελεύσας πάντα ὑπερθέμενον ἐλθεῖν πρὸς ὑμᾶς, ἵνα τῆς ἀδημονίας ἀπαλλαγῇ. Οὐ γὰρ οὕτω τοὺς ποθουμένους ἀκούοντες ἐν ὑγείᾳ ὄντας χαίρομεν, ὡς ὅταν ἴδωμεν, καὶ μάλιστα, ὅταν παρ' ἐλπίδας ἐκβῇ τὸ πρᾶγμα· ὅπερ ἐπὶ Ἐπαφροδίτου τότε γέγονε. Σπουδαιοτέρως οὖν, φησὶν, ἔπεμψα αὐτὸν, ἵνα ἰδόντες αὐτὸν χαρῆτε, κἀγὼ ἀλυπότερος ὦ. Πῶς ἀλυπότερος; Ὅτι ἐὰν ὑμεῖς χαίρητε, κἀγὼ χαίρω, καὶ οὗτος χαίρει ἐπὶ τοιαύτῃ ἡδονῇ, καὶ ἐγὼ ἀλυπότερος ἔσομαι. Καὶ οὐκ εἶπεν, Ἄλυπος, ἀλλ', Ἀλυπότερος, δεικνὺς ὅτι οὐδέποτε ἡ ψυχὴ αὐτοῦ ἦν λύπης ἐκτός. Ὁ γὰρ λέγων, Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; πότε λύπης ἐκτὸς ἦν; Ὡσεὶ ἔλεγε· Ταύτην ἀποτίθεμαι τὴν ἀθυμίαν. Προσδέχεσθε οὖν αὐτὸν ἐν Κυρίῳ μετὰ πάσης χαρᾶς. Ἐν Κυρίῳ, ὅ ἐστι, πνευματικῶς. Τουτέστι, μετὰ πολλῆς τῆς σπουδῆς· μᾶλλον δὲ τὸ, Ἐν Κυρίῳ, τοῦτό ἐστι, τοῦ Θεοῦ θέλοντος. Ἀξίως τῶν ἁγίων ὑποδέξασθε, καὶ ὥσπερ τοὺς ἁγίους ὑποδέχεσθαι προσῆκε, Μετὰ πάσης, φησὶ, χαρᾶς.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Philippenses (homiliae 1-15). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg160.local001/.
