# In epistulam ad Philippenses (homiliae 1-15) 2

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Philippenses (homiliae 1-15), ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΥΠΟΜΝΗΜΑ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ ΕΠΙΣΤΟΛΗΝ. ΥΠΟΘΕΣΙΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-philippenses-homiliae-1-15/2

Παραινέσας τοίνυν αὐτοῖς ὁμονοεῖν, καὶ δείξας ὅτι ἀπὸ ταπεινοφροσύνης ἡ ὁμόνοια γίνεται, καὶ διατεινάμενος πρὸς τοὺς πανταχοῦ τῷ δόγματι λυμαινομένους Ἰουδαίους προσχήματι Χριστιανισμοῦ, κύνας τε αὐτοὺς καλέσας καὶ κακοὺς ἐργάτας, καὶ παραινέσας ἐπέχεσθαι αὐτῶν, καὶ πείσας τίσι δεῖ προσέχειν, καὶ περὶ ἠθικῶν πολλὰ διαλεχθεὶς, καὶ ῥυθμίσας αὐτοὺς, καὶ ἀνακτησάμενος διὰ τοῦ εἰπεῖν, Ὁ Κύριος ἐγγὺς, μέμνηται μετὰ τῆς προσηκούσης αὐτῷ συνέσεως καὶ τῶν πεμφθέντων, καὶ οὕτω πολλὴν τὴν παράκλησιν προσάγει. Φαίνεται δὲ μετὰ πολλῆς αὐτοῖς μάλιστα γράφων τιμῆς, καὶ οὐδὲν προτίθησιν ἐπιπληκτικὸν οὐδαμοῦ, ὅπερ ἦν τεκμήριον τῆς ἀρετῆς αὐτῶν, τὸ μηδεμίαν δοῦναι τῷ διδασκάλῳ λαβὴν, μηδὲ ἐν τάξει ἐπιτιμήσεως, ἀλλ' ἐν τάξει παραινέσεως πάντα πρὸς αὐτοὺς ἐπεσταλκέναι. Ὅπερ δὲ ἔφην καὶ ἐξ ἀρχῆς, τοῦτο καὶ νῦν ἐρῶ, ὅτι ἡ πόλις αὕτη πολλὴν ἐπεδείξατο εἰς τὴν πίστιν ἐπιτηδειότητα, εἴ γε ὁ δεσμοφύλαξ (ἴστε δὲ, ὅτι πάσης τὸ πρᾶγμα κακίας μεστὸν) εὐθέως ὑπὸ ἑνὸς σημείου καὶ προσέδραμε, καὶ ἐβαπτίσθη μετὰ τοῦ οἴκου αὐτοῦ παντός. Τὸ μὲν γὰρ γεγονὸς σημεῖον εἶδε μόνος αὐτός· τὸ δὲ κέρδος οὐ μόνος ἐκαρπώσατο, ἀλλὰ καὶ μετὰ τῆς γυναικὸς καὶ τοῦ οἴκου παντός. Ἀλλὰ καὶ αὐτοὶ οἱ στρατηγοὶ οἱ μαστίξαντες αὐτὸν εὑρίσκονται ἀπὸ συναρπαγῆς μᾶλλον, καὶ οὐ πονηρίαν τοῦτο πεποιηκότες, τῷ τε εὐθέως πέμψαι καὶ ἀφεῖναι αὐτὸν, καὶ τῷ φοβηθῆναι ὕστερον. Μαρτυρεῖ δὲ αὐτοῖς οὐκ ἐν πίστει μόνον, οὐδὲ ἐν κινδύνοις, ἀλλὰ καὶ ἐν εὐποιίᾳ, δι' ὧν φησιν. ὅτι Καὶ ἐν ἀρχῇ τοῦ εὐαγγελίου καὶ ἅπαξ καὶ δὶς εἰς τὴν χρείαν μου ἐπέμψατε, οὐδενὸς ἑτέρου τοῦτο πεποιηκότος. Οὐδεμία γάρ μοι, φησὶν, Ἐκκλησία ἐκοινώνησεν εἰς λόγον δόσεως καὶ λήψεως· τὴν ἔλλειψιν δὲ ἀκαιρίας εἶναι μᾶλλον, ἢ προαιρέσεως δείκνυσι λέγων· Οὐχ ὅτι οὐκ ἐφρονεῖτε, φησὶν, ὑπὲρ ἐμοῦ, ἠκαιρεῖσθε δέ. Τοῦτο δὲ πολὺ πρὸς αὐτοὺς φίλτρον ἔχειν ἐμφαίνει. Ὅτι γὰρ ἐφίλει σφόδρα αὐτοὺς, δῆλον· Οὐδένα γὰρ ἔχω, φησὶν, ἰσόψυχον, ὅστις γνησίως τὰ περὶ ὑμῶν μεριμνήσει· καὶ πάλιν, Διὰ τὸ ἔχειν με ἐν τῇ καρδίᾳ ὑμᾶς, ἔν τε τοῖς δεσμοῖς μου.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Philippenses (homiliae 1-15). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg160.local001/.
