# In epistulam ad Philippenses (homiliae 1-15) 3.1-11

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Philippenses (homiliae 1-15), Τὸ λοιπὸν, ἀδελφοί μου, χαίρετε ἐν Κυρίῳ· τὰ αὐτὰ γράφειν ὑμῖν, ἐμοὶ μὲν οὐκ ὀκνηρὸν, ὑμῖν δὲ ἀσφαλές. Βλέπετε τοὺς κύνας, βλέπετε τοὺς κακοὺς ἐργάτας, βλέπετε τὴν κατατομήν. Ἡμεῖς γάρ ἐσμεν ἡ περιτομὴ, οἱ πνεύματι Θεῷ λατρεύοντες, καὶ καυχώμενοι ἐν Χριστῷ Ἰησοῦ, καὶ οὐκ ἐν σαρκὶ πεποιθότες.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-philippenses-homiliae-1-15/3.1-11

Παῦλος μὲν πολιτείαν οὕτως ἠκριβωμένην, ἐκ πρώτης ἡλικίας ἀρξαμένην, τοσαύτην εὐγένειαν, τοσούτους κινδύνους, τοσαύτας ἐπιβουλὰς, πόνους, σπουδὴν ἔῤῥιψε, καὶ ζημίαν ἡγήσατο, πρότερον ὄντα κέρδη, ἵνα Χριστὸν κερδήσῃ· ἡμεῖς δὲ οὐδὲ χρημάτων καταφρονοῦμεν, ἵνα Χριστὸν κερδήσωμεν, ἀλλ' αἱρούμεθα μᾶλλον ἐκπεσεῖν τῆς μελλούσης ζωῆς, ἢ τῶν παρόντων πραγμάτων· καίτοι γε οὐδὲν ἄλλο τοῦτό ἐστιν, ἢ ζημία. Εἰπὲ γάρ μοι, καθ' ἕκαστον ἐξετάσωμεν τῶν τοῦ πλούτου πραγμάτων, εἰ μὴ ζημία τίς ἐστι, πόνον μὲν ἄφατον ἔχουσα, κέρδος δὲ οὐδέν. Τί γὰρ, εἰπέ μοι, τὸ ὄφελος ἀπὸ τῶν πολλῶν τῶν ἱματίων καὶ πολυτελῶν; τί καρπούμεθα κέρδος, ὅταν αὐτὰ ὦμεν περικείμενοι; Οὐδὲν, ἀλλ' ἢ ζημιούμεθα μόνον. Πῶς; Ὅτι καὶ ὁ πένης εὐτελὲς καὶ ἐκτετριμμένον φορῶν, ἐν τῷ θάλπει οὐδὲν σοῦ χεῖρον φέρει τὸ καῦμα μᾶλλον δὲ ἐκεῖνος εὐκολώτερον· τὰ γὰρ ἐκτετριμμένα τῶν ἱματίων καὶ μόνα περικείμενα, μᾶλλον ἀνίησι τὸ σῶμα· τὰ δὲ νεοκατασκεύαστα, κἂν ἀράχνης ᾖ λεπτότερα, οὐχ ὁμοίως. Καὶ σὺ μὲν διὰ τὸν τῦφον τὸν περιττὸν καὶ χιτωνίσκους δύο, καὶ τρεῖς, πολλάκις καὶ χλανίδα καὶ ζώνην, καὶ ἀναξυρίδας ἔχεις· ἐκείνῳ δὲ οὐδεὶς ἐγκαλεῖ ἕνα περικειμένῳ χιτωνίσκον μόνον· ὥστε εὐκολώτερον φέρει τὸ καῦμα. Ἀπὸ τούτου τοὺς μὲν πλουτοῦντας ὁρῶμεν ἱδροῦντας, τοὺς δὲ πένητας οὐδὲν τούτων πάσχοντας. Ὅταν οὖν αὐτῷ τὴν αὐτὴν, ἢ καὶ κρείττονα παρέχηται χρείαν τὰ εὐτελῆ ἱμάτια καὶ τοῦ μηδενὸς πωλούμενα, ἐκεῖνα δὲ τὰ πολὺ καταβάλλειν ἀναγκάζοντα χρυσίον τὸ αὐτὸ ποιῇ, οὐχὶ ζημία τὸ πολὺ περιττόν; Οὐδὲν γὰρ πλέον εἰσήνεγκε κατὰ τὸν τῆς χρείας λόγον καὶ τῆς διακονίας, ἀλλὰ πλέον μὲν χρυσίον κεκένωταί σοι, τὴν αὐτὴν δὲ χρείαν καὶ ὑπηρεσίαν ἔχει· σὺ μὲν ὁ πλουτῶν ἠγόρασας χρυσίων ἑκατὸν τυχὸν, ἢ καὶ πλειόνων, ὁ δὲ πένης ἀργυρίου ὀλίγου. Εἶδες τὴν ζημίαν; Ἀλλ' ὁ τῦφος οὐκ ἀφίησιν ἰδεῖν. Βούλει καὶ ἐπὶ τῶν χρυσίων, ὧν καὶ τοῖς ἵπποις καὶ ταῖς γυναιξὶ περιτιθέασι, τοῦτον ἐξετάσωμεν τὸν λόγον; Μετὰ γὰρ τῶν ἄλλων καὶ ἀνοήτους ποιεῖ τὸ πλουτεῖν. Τῆς γὰρ αὐτῆς τιμῆς τάς τε γυναῖκας ἀξιοῦσι καὶ τοὺς ἵππους, καὶ εἷς ὁ καλλωπισμὸς ἀμφοτέρων· καὶ ἀπὸ τῶν αὐτῶν βούλονται φαίνεσθαι λαμπρότεραι, ἀφ' ὧν καὶ τὰ ζεύγη, ἀφ' ὧν καὶ τὰ δέρματα τῶν παραπετασμάτων, ἔνθα φέρονται. Εἰπὲ, τί τὸ κέρδος, ἡμίονον ἢ ἵππον τῷ χρυσῷ κατακοσμεῖσθαι; ἡ δὲ γυνὴ τοσοῦτον ὄγκον χρυσίου περικειμένη καὶ λίθων, τί τὸ πλέον ἔχει; Ἀλλ' οὐκ ἐκτρίβεται τὰ χρυσία, φησί. Μάλιστα μὲν καὶ τοῦτο πάσχειν φασὶν οἱ περὶ ταῦτα δεινοὶ, ὅτι ἐν βαλανείοις καὶ πολλαχοῦ καὶ λίθοι καὶ χρυσία πολὺ τῆς τιμῆς ἀποτίθεται πλὴν ἀλλ' ἔστω τοῦτο, καὶ μηδὲν βλαπτέσθω· τί τὸ κέρδος, εἰπέ μοι; τί δέ; ὅταν ἐκπέσῃ καὶ ἀπόληται, οὐχὶ ζημία; τί δέ; ὅταν φθόνον ἐπισπάσηται καὶ ἐπιβουλὴν, οὐχὶ ζημία; Ὅταν γὰρ ὠφελῇ μὲν μηδὲν τὴν περικειμένην, ἐκκαίῃ δὲ τοὺς τῶν φθονερῶν ὀφθαλμοὺς, καὶ τοὺς λῃστὰς διεγείρῃ μᾶλλον, οὐχὶ ζημία γίνεται; Τί δὲ, εἰπέ μοι; ὅταν ἐξὸν τῷ ἀνδρὶ χρήσασθαι τούτοις εἰς πρᾶγμα κέρδος φέρον, μὴ δύνηται δὲ διὰ τὴν τῆς γυναικὸς πολυτέλειαν, ἀλλ' ἀναγκάζηται λιμώττειν καὶ στενοχωρεῖσθαι, κἀκείνην ὁρᾷν χρυσοφοροῦσαν, οὐχὶ ζημία τὸ πρᾶγμα; Χρήματα γὰρ διὰ τοῦτο εἴρηται, οὐχ ἵνα οὕτω χρώμεθα αὐτοῖς, καθάπερ αἱ προθῆκαι τῶν χρυσοχόων, ἀλλ' ἵνα ἐργαζώμεθά τι καλὸν ἐν αὐτοῖς. Ὅταν οὖν ὁ τοῦ χρυσοῦ πόθος μὴ ἀφῇ, οὐχὶ ζημία ἐστὶ τὸ πᾶν; Ὁ γὰρ μὴ τολμῶν αὐτοῖς χρήσασθαι ὥσπερ ἀλλοτρίοις, οὐ κέχρηται, καὶ οὐκ ἔστι χρῆσις οὐδαμοῦ. Τί δὲ, ὅταν οἰκίας οἰκοδομῶμεν λαμπρὰς καὶ μεγάλας, καὶ κίοσι καὶ μαρμάροις καὶ στοαῖς καὶ περιπάτοις ταύτας κατακοσμῶμεν, εἴδωλα πανταχοῦ καὶ ξόανα ἱστῶντες; Πολλοὶ μὲν οὖν ἀπὸ τούτων καὶ δαίμονας καλοῦσι· πλὴν ἀλλὰ μὴ ταῦτα ἐξετάσωμεν. Τί βούλεται καὶ ὁ χρυσοῦς ὄροφος; οὐχὶ τὴν αὐτὴν τῷ μετὰ συμμετρίας οἰκίαν ἔχοντι παρέχεται τὴν χρῆσιν; Ἀλλ' ἔχει, φησὶ, τέρψιν πολλήν. Ἀλλὰ μέχρις ἡμέρας μιᾶς καὶ δευτέρας, λοιπὸν δὲ οὐκέτι. Εἰ γὰρ ὁ ἥλιος ἡμᾶς οὐκ ἐκπλήττει διὰ τὸ ἐν συνηθείᾳ εἶναι, πολλῷ μᾶλλον τὰ ἔργα τῆς τέχνης· ἀλλ' ὁμοίως τοῖς πηλίνοις, αὐτοῖς προσέχομεν. Τί γὰρ, εἰπέ μοι, εἰς ἀρίστην οἴκησιν κιόνων πλῆθος καὶ ξοάνων κάλλη καὶ χρυσὸς τοῖς τοίχοις διεσπαρμένος συμβάλλεται; Οὐδὲν, ἀλλὰ βλακείας καὶ ὕβρεως καὶ τύφου περιττοῦ καὶ ἀνοίας ἐστί. Πανταχοῦ δὲ ἡμᾶς τῶν ἀναγκαίων εἶναι χρὴ καὶ τῶν ἐν χρείᾳ, οὐ τῶν περιττῶν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Philippenses (homiliae 1-15). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg160.local001/.
