# In epistulam ad Philippenses (homiliae 1-15) 3.1-13

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Philippenses (homiliae 1-15), Ἀδελφοὶ, ἐγὼ ἐμαυτὸν οὐ λογίζομαι κατειληφέναι· ἓν δὲ, τὰ μὲν ὀπίσω ἐπιλανθανόμενος, τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος, κατὰ σκοπὸν διώκω ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως τοῦ Θεοῦ ἐν Χριστῷ Ἰησοῦ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-philippenses-homiliae-1-15/3.1-13

Ἄρα τύπος ἦσαν οἱ ἀπόστολοι, ἀρχέτυπόν τινα εἰκόνα διασώζοντες. Ἐννοήσατε πῶς αὐτοῖς ὁ βίος ἀπηκριβωμένος ἦν, ὡς ἀρχέτυπον αὐτοὺς καὶ παράδειγμα κεῖσθαι καὶ νόμους ἐμψύχους. Ἅπερ γὰρ τὰ γράμματα ἔλεγε, ταῦτα διὰ τῶν πραγμάτων πᾶσιν ἐδήλουν οὗτοι. Τοῦτό ἐστι διδασκαλία ἀρίστη· οὕτω τὸν μαθητὴν ἐνάγειν ὁ διδάσκων δυνήσεται. Ἂν δὲ αὐτὸς μὲν λέγῃ καὶ φιλοσοφῇ, τοῖς δὲ ἔργοις τἀναντία ποιῇ, οὔπω διδάσκαλος. Τοῦτο γὰρ καὶ τῷ μαθητῇ κοῦφον, ἐν λόγοις φιλοσοφεῖν· ἀλλὰ δεῖ τῆς διὰ τῶν ἔργων νουθεσίας καὶ τῆς ἀγωγῆς· αὕτη γὰρ καὶ διδάσκαλον αἰδέσιμον ποιεῖ, καὶ μαθητὴν εἴκειν παρασκευάζει. Πῶς; Ὅταν μὲν γὰρ ἴδῃ ἐν λόγοις φιλοσοφοῦντα, ἐρεῖ, ὅτι ἀδύνατα ἐπέταξεν· ὅτι δὲ ἀδύνατα, πρῶτος αὐτὸς δείκνυσιν ὁ διδάσκαλος μὴ πράττων. Ἂν δὲ ἴδῃ διὰ τῶν ἔργων τὴν ἀρετὴν τετελειωμένην, οὐκ ἂν ἔχοι ταῦτα λέγειν. Πλὴν ἀλλὰ κἂν ἠμελημένος ὁ τοῦ διδασκάλου βίος ᾖ, ἡμεῖς ἑαυτοῖς προσέχωμεν, καὶ ἀκούωμεν τοῦ προφήτου λέγοντος, ὅτι Ἔσονται πάντες διδακτοὶ Θεοῦ· καὶ, Οὐ μὴ διδάξωσιν ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ, λέγοντες, Γνῶθι τὸν Κύριον, ὅτι πάντες εἰδήσουσί με ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν. Οὐκ ἔχεις ἐνάρετον διδάσκαλον; ἀλλ' ἔχεις τὸν ὄντως διδάσκαλον, ὃν καὶ μόνον διδάσκαλον χρὴ καλεῖν· ἀπ' ἐκείνου μάθετε· ἐκεῖνος ἔφησε, Μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι. Μὴ δὴ πρόσεχε τῷ διδασκάλῳ, ἀλλ' ἐκείνῳ καὶ τοῖς ἐκείνου μαθήμασιν· ἐκεῖθεν λάβε τὸν τύπον· ἔχεις εἰκόνα ἀρίστην· πρὸς ἐκείνην ῥύθμισον σαυτόν. Μυρίαι εἰσὶν αἱ εἰκόνες ἐν ταῖς Γραφαῖς κείμεναι βίων ἐναρέτων· οἷον, ἐὰν θέλῃς, ἐλθὲ καὶ μετὰ τὸν διδάσκαλον ἐν τοῖς μαθηταῖς· ὁ μὲν δι' ἀκτημοσύνης ἔλαμψε, ὁ δὲ διὰ χρημάτων· οἷον ὁ Ἠλίας δι' ἀκτημοσύνης, ὁ Ἀβραὰμ διὰ χρημάτων· οἵαν νομίζεις κουφοτέραν καὶ εὐεπιτηδειοτέραν, ταύτην ἐλθέ. Πάλιν ὁ μὲν διὰ γάμου, ὁ δὲ διὰ παρθενίας· ὁ Ἀβραὰμ διὰ γάμου, ἐκεῖνος διὰ παρθενίας· ἣν θέλεις, βάδισον· ἑκατέρα γὰρ φέρει πρὸς τὸν οὐρανόν. Ὁ μὲν διὰ νηστείας, ὁ Ἰωάννης, ὁ δὲ χωρὶς νηστειῶν, ὁ Ἰώβ. Πάλιν αὐτὸς οὗτος καὶ γυναικὸς φροντίζων καὶ παίδων καὶ θυγατέρων καὶ οἰκίας, καὶ πολὺν ἔχων πλοῦτον· ὁ ἄλλος οὐδὲν ἐκέκτητο, πλὴν τοῦ ἱματίου τοῦ τριχίνου. Καὶ τί λέγω οἰκίαν καὶ πλοῦτον καὶ χρήματα, ὅπου γε καὶ ἐν βασιλείᾳ ὄντα δυνατὸν τῆς ἀρετῆς ἐπιλαβέσθαι; Πάσης γὰρ οἰκίας ἰδιωτικῆς ἂν εὑρεθείη πολυπραγμονέστερος ὁ οἶκος ὁ βασιλικός. Ὁ τοίνυν Δαυῒδ ἔλαμψεν ἐν βασιλείᾳ, καὶ οὐδὲν αὐτὸν ἐξέλυσεν ἡ ἁλουργὶς καὶ τὸ διάδημα· ἄλλος ὁλοκλήρου δήμου προστασίαν ἐμπεπιστευμένος, ὁ Μωϋσῆς λέγω, ὅπερ καὶ δυσκολώτερον τυγχάνει. Ἐνταῦθα γὰρ μείζων ἡ ἐξουσία ἦν, ὅθεν καὶ πλείων ἡ δυσκολία ἐγίνετο. Εἶδες ἐν πλούτῳ εὐδοκιμηκότας, εἶδες καὶ ἐν πενίᾳ, εἶδες ἐν γάμῳ, εἶδες καὶ ἐν παρθενίᾳ· θέα τοὐναντίον πάλιν καὶ ἐν γάμῳ καὶ ἐν παρθενίᾳ ἀπολωλότας, καὶ ἐν πλούτῳ καὶ ἐν πενίᾳ· οἷον ἐν γάμῳ μὲν πολλοὶ τῶν ἀνθρώπων ἀπώλοντο, οἷον Σαμψὼν, ἀλλ' οὐκ ἀπὸ τοῦ γάμου, ἀλλ' ἀπὸ τῆς ἰδίας προαιρέσεως· ἐν παρθενίᾳ δὲ, οἷον αἱ πέντε παρθένοι· ἐν πλούτῳ, ὁ πλούσιος ὁ τὸν Λάζαρον περιορῶν ἐν πενίᾳ μυρίοι ἔτι καὶ νῦν πένητες ἀπόλλυνται. Ἐν βασιλείᾳ δείκνυμι πολλοὺς ἀπολωλότας, ἐν δημαγωγίᾳ. Θέλεις δὲ καὶ ἐν στρατιωτικῇ τάξει ἰδεῖν σωζομένους; ὅρα τὸν Κορνήλιον· καὶ ἐν προστασίᾳ οἰκίας; βλέπε τὸν εὐνοῦχον τῆς Αἰθιοπίσσης. Οὕτω πάντοθεν ἐὰν εἰς δέον τῷ πλούτῳ χρώμεθα, οὐδὲν ἡμᾶς ἀπολεῖ· ἐὰν δὲ μὴ, ἅπαντα ἀπολεῖ, καὶ βασιλεία, καὶ πενία, καὶ πλοῦτος. Τὸν μέντοι νήφοντα οὐδὲν βλάψαι δυνήσεται. Εἰπὲ γάρ μοι, αἰχμαλωσία τί ἔβλαψεν; Οὐδέν· ἐννόει γάρ μοι τὸν Ἰωσὴφ δοῦλον γενόμενον, καὶ τὴν ἀρετὴν διασώζοντα· ἐννόει μοι τὸν Δανιὴλ, καὶ τοὺς τρεῖς παῖδας αἰχμαλώτους γενομένους, καὶ πῶς πολλῷ μᾶλλον ἔλαμψαν. Πανταχοῦ γὰρ ἡ ἀρετὴ λάμπει, καὶ ἀκαταγώνιστός ἐστι, καὶ οὐδὲν ταύτην ἐμποδίσαι δύναται. Τί λέγω πενίαν καὶ αἰχμαλωσίαν καὶ δουλείαν; οὐδὲ λιμὸς, οὐδὲ ἕλκωσις, οὐδὲ νόσος δύναται βλάψαι· δουλείας γὰρ νόσος χαλεπώτερον. Τοιοῦτος ἦν ὁ Λάζαρος, τοιοῦτος ἦν ὁ Ἰὼβ, τοιοῦτος ἦν καὶ ὁ Τιμόθεος πυκναῖς ἀσθενείαις συνεχόμενος. Ὁρᾷς ὅτι τῆς ἀρετῆς οὐδὲν δύναται περιγενέσθαι; οὐ πλοῦτος, οὐ πενία, οὐκ ἀρχὴ, οὐ τὸ ἄρχεσθαι, οὐ τὸ τῶν πραγμάτων προΐστασθαι, οὐ νόσος, οὐκ ἀδοξία, οὐ τὸ ἀπεῤῥῖφθαι· ἀλλὰ ταῦτα πάντα κάτω καὶ ἐπὶ γῆς ἀφεῖσα, φθάνει πρὸς τὸν οὐρανόν· μόνον ἔστω γενναία ψυχὴ, καὶ τὸ κωλύον οὐδὲν εἶναι ἐνάρετον. Ὅταν γὰρ ὁ ἐργάτης ἔῤῥωται, οὐδὲν τῶν ἔξωθεν ἐμποδίζει. Καὶ γὰρ καὶ ἐπὶ τῶν τεχνῶν, ὅταν ὁ τεχνίτης ἔμπειρος ᾖ καὶ καρτερικὸς καὶ πᾶσαν τὴν τέχνην ἐπιστάμενος, κἂν νόσος ἐπέλθῃ, ἔχει αὐτὴν, κἂν πένηται, ἔχει αὐτὴν, κἂν ἔχῃ τὸ ὄργανον μετὰ χεῖρας, κἂν μὴ ἔχῃ, κἂν ἐργάζηται, κἂν μὴ ἐργάζηται, οὐδὲν ἠλάττωται· ἡ γὰρ ἐπιστήμη ἔνεστιν ἐν αὐτῷ. Οὕτω καὶ ὁ ἐνάρετος καὶ Θεῷ ἀνακείμενος, κἂν εἰς πλοῦτον αὐτὸν ἐμβάλῃς, ἐπιδείκνυται τὴν ἀρετὴν, κἂν εἰς πενίαν ὁμοίως, κἂν εἰς νόσον, κἂν εἰς ὑγείαν, κἂν εἰς δόξαν, κἂν εἰς ἀδοξίαν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Philippenses (homiliae 1-15). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg160.local001/.
