# In epistulam ad Philippenses (homiliae 1-15) 3.1-14

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Philippenses (homiliae 1-15), Χαίρετε ἐν Κυρίῳ πάντοτε· πάλιν ἐρῶ, Χαίρετε. Τὸ ἐπιεικὲς ὑμῶν γνωσθήτω πᾶσιν ἀνθρώποις. Ὁ Κύριος ἐγγύς· μηδὲν μεριμνᾶτε, ἀλλ' ἐν παντὶ τῇ προσευχῇ καὶ τῇ δεήσει μετὰ εὐχαριστίας τὰ αἰτήματα ὑμῶν γνωριζέσθω πρὸς τὸν Θεὸν, καὶ ἡ εἰρήνη τοῦ Θεοῦ ἡ ὑπερέχουσα πάντα νοῦν φρουρήσει τὰς καρδίας ὑμῶν καὶ τὰ νοήματα ὑμῶν ἐν Χριστῷ Ἰησοῦ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-philippenses-homiliae-1-15/3.1-14

Ὁρᾷς ὅτι μᾶλλον αὕτη βελτίων; Τί δὲ, εἰπέ μοι; τὸ φθονεῖν, ἢ τὸ συνήδεσθαι βέλτιον; Ταῦτα πάντα ἐξετάσωμεν, καὶ εὑρήσομεν, ὅτι ἡ μὲν ἀρετὴ, καθάπερ μήτηρ ὄντως φιλόστοργος, ἐν ἀσφαλείᾳ καθίστησιν· ἡ δὲ κακία ἐν κινδύνοις, πρᾶγμα ἐπισφαλὲς ὑπάρχον καὶ ἐπικίνδυνον. Ἄκουε γὰρ τοῦ προφήτου λέγοντος, Κραταίωμα Κύριος τῶν φοβουμένων αὐτὸν, καὶ ἡ διαθήκη αὐτοῦ τοῦ δηλῶσαι αὐτοῖς. Οὐδένα δέδοικεν ὁ μηδὲν ἑαυτῷ συνειδὼς πονηρόν· οὐδενὶ πάλιν θαῤῥεῖ ὁ ἐν κακίᾳ ζῶν, ἀλλὰ καὶ τοὺς οἰκέτας τρέμει, καὶ μετὰ ὑποψίας ὁρᾷ. Τί δὲ λέγω τοὺς οἰκέτας; τοῦ συνειδότος οὐ φέρει τὸ δικαστήριον· οὐχ οἱ ἔξω μόνον, ἀλλὰ καὶ οἱ ἔνδον αὐτὸν κόπτουσι λογισμοὶ, οὐκ ἀφιέντες αὐτὸν ἠρεμεῖν. Τί οὖν, φησί; πρὸς ἐπαίνους προσέχοντα δεῖ ζῇν; Οὐκ εἶπε, Πρὸς ἔπαινον ὅρα, ἀλλὰ, Καὶ τὰ ἐπαινετὰ ποίει, μὴ πρὸς ἔπαινον μέντοι. Ὅσα ἀληθῆ· ψεῦδος γὰρ ταῦτα· Ὅσα σεμνά. Τὸ σεμνὸν τῆς ἔξω ἐστὶ δυνάμεως, τὸ δὲ ἁγνὸν, τῆς ψυχῆς. Μὴ δίδοτε, φησὶ, πρόσκομμα, μηδὲ λαβήν. Ἐπειδὴ εἶπεν, Ὅσα εὔφημα, ἵνα μὴ νομίσῃς, ὅτι τὰ παρὰ ἀνθρώποις ἁπλῶς φησιν, ἐπήγαγεν, Εἴ τις ἀρετὴ, καὶ εἴ τις ἔπαινος, ταῦτα λογίζεσθε, ταῦτα πράττετε. Διαπαντὸς βούλεται ἡμᾶς ἐν τούτοις εἶναι, ταῦτα μεριμνᾷν, ταῦτα ἐννοεῖν. Εἰ γὰρ μέλλοιμεν πρὸς ἑαυτοὺς εἰρηνεύειν, καὶ ὁ Θεὸς ἔσται μεθ' ἡμῶν. Ἂν δὲ πόλεμον ἐγείρωμεν, ὁ τῆς εἰρήνης Θεὸς οὐκ ἔσται μεθ' ἡμῶν. Οὐδὲν γὰρ οὕτω πολέμιον τῇ ψυχῇ, ὡς κακία· καὶ οὐδὲν αὐτὴν ἐν ἀσφαλείᾳ καθίστησι πάλιν, ὡς ἡ εἰρήνη καὶ ἡ ἀρετή· ὥστε τὰ παρ' ἡμῶν ἄρχεσθαι δεῖ, καὶ τότε τὸν Θεὸν ἐπισπασόμεθα. Οὐκ ἔστιν ὁ Θεὸς, πολέμου καὶ μάχης θεός. Οὐκοῦν κατάλυσον καὶ τὸν πόλεμον καὶ τὴν μάχην, καὶ τὴν πρὸς αὐτὸν, καὶ τὴν πρὸς τὸν πλησίον· εἰρηνικὸς ἔσο πρὸς πάντας· ἐννόησον τίνας ὁ Θεὸς σώζει· Μακάριοι οἱ εἰρηνοποιοὶ, φησὶν, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται. Διαπαντὸς τὸν Υἱὸν τοῦ Θεοῦ μιμοῦνται οἱ τοιοῦτοι, καὶ μίμησαι καὶ σὺ αὐτόν· εἰρήνευσον· ὅσῳ ἄν σε πολεμῇ ὁ ἀδελφὸς, τοσούτῳ μείζων ὁ μισθός. Ἄκουε γὰρ τοῦ προφήτου λέγοντος, Μετὰ τῶν μισούντων τὴν εἰρήνην, ἤμην εἰρηνικός. Τοῦτο ἀρετὴ, τοῦτο μεῖζον ἀνθρωπίνου λογισμοῦ, τοῦτο Θεοῦ ἐγγὺς εἶναι ποιεῖ. Οὐδὲν οὕτως εὐφραίνει τὸν Θεὸν, ὡς τὸ μὴ εἶναι μνησίκακον· τοῦτο ἀφίησί σε τῶν ἁμαρτημάτων, τοῦτό σοι λύει τὰ ἐγκλήματα. Ἂν δὲ μαχώμεθα καὶ πυκτεύωμεν, μακρὰν γινόμεθα τοῦ Θεοῦ. Ἀπὸ μὲν γὰρ τῆς μάχης ἔχθραι τίκτονται, ἀπὸ δὲ τῆς ἔχθρας μνησικακίαι. Ἔκκοψον τὴν ῥίζαν, καὶ οὐκ ἔσται ὁ καρπός· οὕτω μαθησόμεθα τῶν βιωτικῶν καταφρονεῖν. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν ἐν τοῖς πνευματικοῖς μάχη, ἀλλ' ὅπερ ἂν ἴδῃς γενόμενον, ἢ μάχας, ἢ φθόνον, ἢ ὅπερ ἂν εἴποι τις, βιωτικῶν ἕνεκεν γίνεται· ἢ γὰρ πλεονεξίας, ἢ φθόνου, ἢ κενοδοξίας ἔχει ἀρχὴν πᾶσα μάχη. Ἂν τοίνυν εἰρηνεύσωμεν, μαθησόμεθα καὶ τῶν ἐν τῇ γῇ καταφρονεῖν. Ἥρπασέ τις τὰ χρήματα; Ἀλλ' οὐδὲν ἠδίκησε, μόνον μὴ τὸν ἄνω πλοῦτον ἁρπάσῃ, φησίν. Ἐνεπόδισέ σου τῇ δόξῃ; Ἀλλ' οὐ τῇ πρὸς Θεὸν, ἀλλὰ τῇ οὐδαμινῇ· οὐδὲ γὰρ δόξα αὕτη ἐστὶν, ἀλλ' ὄνομα δόξης, μᾶλλον δὲ καὶ ἀδοξία. Ἥρπασέ σου τὴν τιμήν; Ἀλλ' οὐχὶ τὴν σὴν, ἀλλὰ τὴν ἑαυτοῦ. Ὥσπερ γὰρ ὁ ἀδικῶν οὐκ ἀδικεῖ, ἀλλ' ἀδικεῖται· οὕτω καὶ ὁ τῷ πλησίον ἐπιβουλεύων, ἑαυτὸν ἀναιρεῖ πρῶτον· ὁ γὰρ ὀρύσσων βόθρον τῷ πλησίον αὐτοῦ, εἰς αὐτὸν ἐμπίπτει. Μὴ τοίνυν ἐπιβουλεύωμεν ἑτέροις, ἵνα μὴ ἑαυτοὺς βλάπτωμεν. Ὅταν τὴν ἑτέρων δόξαν ὑποσκελίσωμεν, ἐννοήσωμεν ὅτι ἑαυτοὺς βλάπτομεν, ὅτι μᾶλλον ἑαυτοῖς ἐπιβουλεύομεν. Ἐκεῖνον μὲν γὰρ ἴσως, κἂν ἰσχύσωμεν, παρὰ τοῖς ἀνθρώποις βλάπτομεν· ἑαυτοὺς δὲ παρὰ τῷ Θεῷ ἀδικοῦμεν, παροξύνοντες αὐτόν. Μὴ δὴ βλάπτωμεν ἑαυτούς. Ὥσπερ γὰρ εἰ ἀδικοῦμεν τοὺς πλησίον, ἑαυτοὺς ἀδικοῦμεν· οὕτως αὐτοὺς εὖ ποιοῦντες, ἑαυτοὺς εὖ ποιοῦμεν. Ὅταν οὖν σε βλάψῃ ὁ ἐχθρὸς, ἐννοήσας, ὅτι εὐηργέτησέ σε, ἐὰν νήφῃς, μὴ μόνον τοῖς ἴσοις αὐτὸν ἀμύνῃ, ἀλλὰ καὶ εὐεργέτησον. Ἀλλ' ἡ πληγὴ μένει σφοδρὰ, φησί. Τοῦτο τοίνυν ἐννόησον, ὅτι οὐκ ἐκεῖνον εὖ ποιεῖς, ἀλλ' ἐκεῖνον μὲν κολάζεις, σαυτὸν δὲ εὖ ποιεῖς, καὶ ταχέως ἥξεις πρὸς τὸ εὖ ποιῆσαι. Τί οὖν; καὶ σκοπῷ, φησὶ, τοιούτῳ ποιεῖν δεῖ; Οὐ δεῖ μὲν τούτῳ ποιεῖν τῷ σκοπῷ· ὅταν δὲ μὴ φέρῃ ἡ καρδία, κἂν τούτῳ, φησὶν, αὐτὴν ἐνάγαγε, καὶ ταχέως αὐτὴν πείσεις ἀφεῖναι τὴν ἔχθραν, καὶ ὡς φίλον εὐεργετήσεις λοιπὸν τὸν ἐχθρὸν, καὶ οὕτω τῶν μελλόντων ἀγαθῶν ἐπιτεύξῃ· ὧν γένοιτο πάντας ἡμᾶς τυχεῖν ἐν Χριστῷ Ἰησοῦ, καὶ τὰ ἑξῆς.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Philippenses (homiliae 1-15). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg160.local001/.
