# In epistulam ad Philippenses (homiliae 1-15) 3.1-5

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Philippenses (homiliae 1-15), Καὶ τί αἱρήσομαι, οὐ γνωρίζω. Συνέχομαι δὲ ἐκ τῶν δύο, τὴν ἐπιθυμίαν ἔχων εἰς τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι· πολλῷ γὰρ μᾶλλον κρεῖσσον. Τὸ δὲ ἐπιμένειν ἐν τῇ σαρκὶ, ἀναγκαιότερον δι' ὑμᾶς. Καὶ τοῦτο πεποιθὼς οἶδα, ὅτι μενῶ, καὶ συμπαραμενῶ πᾶσιν ὑμῖν, εἰς τὴν ὑμῶν προκοπὴν καὶ χαρὰν τῆς πίστεως· ἵνα τὸ καύχημα ὑμῶν περισσεύῃ ἐν Χριστῷ Ἰησοῦ ἐν ἐμοὶ διὰ τῆς ἐμῆς παρουσίας πάλιν πρὸς ὑμᾶς.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-philippenses-homiliae-1-15/3.1-5

Τοῦτό ἐστιν ὃ μάλιστα συγκροτεῖ τοὺς πιστοὺς, καὶ τὴν ἀγάπην συνέχει· διὰ τοῦτο, Ἵνα ὦσιν ἓν, φησὶν ὁ Χριστός. Καὶ γὰρ Βασιλεία μερισθεῖσα ἐφ' ἑαυτὴν, οὐ σταθήσεται. Διὰ τοῦτο πολλὴν ὑπὲρ ὁμονοίας ποιεῖται πανταχοῦ τὴν συμβουλὴν, καὶ ὁ Παῦλος· διὰ τοῦτο καὶ ὁ Χριστός φησιν, Ἐν τούτῳ γνώσονται πάντες, ὅτι μαθηταί μού ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους. Τουτέστι, Μὴ εἰς τὴν προσδοκίαν τὴν ἐμὴν ἀφορῶντες καθεύδετε, οἷον προσδοκῶντες ἥξειν· εἶτα, ἐπειδὰν ἴδητε μὴ ἐρχόμενον, ἐκλυθῆτε. Καὶ γὰρ ἐξ ἀκοῆς εὐφραίνεσθαι δύναμαι ὁμοίως. Τί ἐστιν, Ἐν ἑνὶ πνεύματι; Τουτέστι, τῷ αὐτῷ χαρίσματι, τῷ τῆς ὁμονοίας, τῷ τῆς προθυμίας. Ἓν γάρ ἐστι τὸ πνεῦμα, καὶ δείκνυσι τοῦτο, τὸ πολλαχοῦ οὕτως εἰρῆσθαι. Οὕτω γὰρ ἔστι καὶ ἐν μιᾷ ἑστηκέναι ψυχῇ, ὅταν ἓν πνεῦμα οἱ πάντες ἔχωμεν. Ἰδοὺ τὸ, Μιᾷ, ἐπὶ ὁμονοίας εἴρηται· ἰδοὺ πολλαὶ μία λέγονται. Οὕτως ἦν τὸ παλαιόν· Ἦν ἡ καρδία πάντων, φησὶ, καὶ ἡ ψυχὴ μία. Συναθλοῦντες τῇ πίστει τοῦ Εὐαγγελίου. Ἆρα ὡς τῆς πίστεως ἀθλούσης, συναθλοῦντες, φησὶν, ἀλλήλοις; πῶς ἂν ἔχοι λόγον; μὴ γὰρ πρὸς ἀλλήλους ἐπάλαιον; Ἀλλὰ ὃ λέγει, τοῦτό ἐστι· Συμπαραλαμβάνετε ἀλλήλους, φησὶν, ἐν τῇ ἀθλήσει τῇ πίστει τοῦ Εὐαγγελίου. Καὶ μὴ πτυρόμενοι ἐν μηδενὶ ὑπὸ τῶν ἀντικειμένων, ἥτις ἐστὶν αὐτοῖς μὲν ἔνδειξις ἀπωλείας, ὑμῖν δὲ σωτηρίας. Πτυρόμενοι, καλῶς εἶπε· τοιαῦτα γὰρ τὰ παρὰ τῶν ἐχθρῶν· μόνον πτύρεται. Ἐν μηδενὶ οὖν, φησὶ, κἂν ὁτιοῦν γένηται, κἂν κίνδυνοι, κἂν ἐπιβουλαί· τοῦτο γάρ ἐστι τῶν ὀρθῶς ἑστώτων. Ἐκεῖνοι γὰρ οὐδὲν δύνανται, ἀλλὰ πτῦραι μόνον. Ἐπειδὴ εἰκὸς ἦν θορυβεῖσθαι αὐτοὺς, ἅτε τοῦ Παύλου μυρία πάσχοντος. Οὐ λέγω, φησὶν, ὅτι Μὴ σαλεύεσθε, ἀλλὰ Μὴ πτύρεσθε, ἀλλὰ καὶ σφόδρα αὐτῶν καταφρονεῖτε. Ἂν γὰρ οὕτω διακέησθε, ἐντεῦθεν ἤδη καὶ τὴν αὐτῶν ἀπώλειαν, καὶ τὴν ὑμετέραν σωτηρίαν δήλην ποιήσετε. Ὅταν γὰρ ἴδωσιν, ὅτι μυρία τεχνάζονται, καὶ οὐδὲ πτῦραι ὑμᾶς δύνανται, τεκμήρια λήψονται τῆς ἑαυτῶν ἀπωλείας. Ὅταν γὰρ οἱ διώκοντες τῶν διωκομένων μὴ περιγένωνται, οἱ ἐπιβουλεύοντες τῶν ἐπιβουλευομένων, οἱ κρατοῦντες τῶν κρατουμένων, οὐκ αὐτόθεν ἔσται δῆλον αὐτοῖς, ὅτι ἀπολοῦνται, ὅτι οὐδὲν ἰσχύουσιν, ὅτι τὰ αὐτῶν ψευδῆ, ὅτι τὰ ἐκείνων ἀσθενῆ; Καὶ τοῦτο ἀπὸ Θεοῦ, φησίν· ὅτι ὑμῖν ἐχαρίσθη τὸ ὑπὲρ Χριστοῦ, οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν. Πάλιν αὐτῶν παιδεύει τὸ φρόνημα μετριάζειν, τὸ πᾶν ἀνατιθεὶς τῷ Θεῷ, καὶ χάριν εἶναι λέγων καὶ χάρισμα καὶ δωρεὰν τὸ πάσχειν ὑπὲρ Χριστοῦ. Ὥστε μὴ αἰσχύνεσθε χάρισμα· καὶ γάρ ἐστιν ὄντως τοῦ νεκροὺς ἀνιστᾷν πολλῷ καὶ σημεῖα ποιεῖν θαυμαστότερον. Ἐκεῖ μὲν γὰρ ὀφειλέτης εἰμὶ, ἐνταῦθα δὲ ὀφειλέτην ἔχω τὸν Χριστόν. Ὥστε οὐ μόνον αἰσχύνεσθαι οὐ χρὴ, ἀλλὰ καὶ ἀγάλλεσθαι, ὡς χάρισμα ἔχοντας. Τὰς ἀρετὰς χαρίσματά φησιν, οὐχ ὁμοίως μέντοι, ὡς καὶ τὰ ἄλλα· ἐκεῖνα μὲν γὰρ ὁλόκληρα τοῦ Θεοῦ, ταῦτα δὲ καὶ ἡμῶν. Ἀλλ' ἐπειδὴ καὶ ἐνταῦθα τὸ πλέον τοῦ Θεοῦ ἐστι, διὰ τοῦτο ὅλον αὐτοῦ φησιν εἶναι, οὐ τὸ αὐτεξούσιον ἀνατρέπων, ἀλλὰ μετριόφρονας καὶ εὐγνώμονας κατασκευάζων. Τὸν αὐτὸν ἀγῶνα ἔχοντες, οἷον εἴδετε ἐν ἐμοί. Τουτέστι, Καὶ τὸ παράδειγμα ἔχετε. Πάλιν αὐτοὺς ἐπαίρει ἐνταῦθα. Δείκνυσι γὰρ πανταχοῦ τὰ αὐτὰ ἀγωνιζομένους αὐτῷ, τὰ αὐτὰ ἀθλοῦντας, καὶ ἰδίᾳ καὶ καθ' ἑαυτοὺς τῷ συνδιαφέρειν αὐτῷ τοὺς πειρασμούς. Οὐκ εἶπεν, Ἀκηκόατε, ἀλλ', Εἴδετε· καὶ γὰρ ἐκεῖ ἤθλησεν ἐν Φιλίπποις. Ἄρα μεγάλη ἀρετὴ τοῦτό ἐστι. Διὸ καὶ πρὸς Γαλάτας γράφων ἔλεγε, Τοσαῦτα ἐπάθετε εἰκῆ, εἴ γε καὶ εἰκῆ· καὶ Ἑβραίοις πάλιν γράφων ἔλεγεν, Ἀναμιμνήσκεσθε δὲ τὰς πρότερον ἡμέρας, ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων, τοῦτο μὲν ὀνειδισμοῖς καὶ θλίψεσι θεατριζόμενοι, τοῦτο δὲ κοινωνοὶ τῶν οὕτως ἀναστρεφομένων γενηθέντες. Καὶ Μακεδόσι πάλιν, τουτέστι, Θεσσαλονικεῦσι γράφων ἔλεγεν· Αὐτοὶ γὰρ περὶ ἡμῶν ἀπαγγέλλουσιν, ὁποίαν εἴσοδον ἔσχομεν πρὸς ὑμᾶς· καὶ πάλιν· Αὐτοὶ γὰρ οἴδατε, ἀδελφοὶ, τὴν εἴσοδον ἡμῶν τὴν πρὸς ὑμᾶς, ὅτι οὐ κενὴ γέγονε. Καὶ πᾶσιν ὁμοίως τὸ αὐτὸ μαρτυρεῖ, ἄθλους καὶ ἀγῶνας. Ἀλλ' οὐ νῦν τοῦτο εὑρήσετε παρ' ἡμῖν· νῦν γὰρ ἀγαπητὸν τὸ κἂν ἐν χρήμασι τινά τι παθεῖν. Καὶ ἐν χρήμασι δὲ μεγάλα αὐτοῖς μαρτυρεῖ· τοῖς μὲν γάρ φησιν, ὅτι Τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν μετὰ χαρᾶς προσεδέξασθε· τοῖς δέ φησιν, ὅτι Εὐδόκησαν Μακεδονία καὶ Ἀχαΐα κοινωνίαν τινὰ ποιήσασθαι εἰς τοὺς πτωχούς· καὶ πάλιν, Ὁ ἐξ ὑμῶν ζῆλος ἠρέθισε τοὺς πλείονας.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Philippenses (homiliae 1-15). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg160.local001/.
