Ancient Greek
Καὶ τί αἱρήσομαι, οὐ γνωρίζω. Συνέχομαι δὲ ἐκ τῶν δύο, τὴν ἐπιθυμίαν ἔχων εἰς τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι· πολλῷ γὰρ μᾶλλον κρεῖσσον. Τὸ δὲ ἐπιμένειν ἐν τῇ σαρκὶ, ἀναγκαιότερον δι' ὑμᾶς. Καὶ τοῦτο πεποιθὼς οἶδα, ὅτι μενῶ, καὶ συμπαραμενῶ πᾶσιν ὑμῖν, εἰς τὴν ὑμῶν προκοπὴν καὶ χαρὰν τῆς πίστεως· ἵνα τὸ καύχημα ὑμῶν περισσεύῃ ἐν Χριστῷ Ἰησοῦ ἐν ἐμοὶ διὰ τῆς ἐμῆς παρουσίας πάλιν πρὸς ὑμᾶς.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Philippenses (homiliae 1-15) 5.1-3
Not analysed yet
Καὶ Πέτρος δὲ ἀπὸ τοῦ ἐλεηθῆναι τοιοῦτος ἦν. Ἄκουε γὰρ τοῦ Χριστοῦ πρὸς αὐτὸν λέγοντος· Πέτρε, Πέτρε, ἠθέλησεν ὁ Σατανᾶς σινιάσαι ὑμᾶς, ὡς τὸν σῖτον, καὶ ἐδεήθην περὶ σοῦ, ἵνα μὴ ἐκλείπῃ ἡ πίστις σου. Καὶ Ἰωάννης ἐλέῳ τοιοῦτος ἦν, καὶ πάντες δὲ ἁπλῶς οἱ ἀπόστολοι. Ἄκουε γὰρ τοῦ Χριστοῦ τοῦτο αἰνιττομένου καὶ λέγοντος· Οὐχ ὑμεῖς με ἐξελέξασθε, ἀλλ' ἐγὼ ἐξελεξάμην ὑμᾶς. Πάντες γὰρ δεόμεθα τοῦ ἐλέους τοῦ Θεοῦ· Ἔλεος γὰρ Θεοῦ, φησὶν, ἐπὶ πᾶσαν σάρκα. Εἰ δὲ οὗτοι ἐδέοντο τοῦ ἐλέους τοῦ Θεοῦ, τί ἄν τις εἴποι περὶ τῶν λοιπῶν; Πόθεν γὰρ, εἰπέ μοι, τὸν ἥλιον ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθούς; Τί δέ; εἰ μόνον ἐνιαυτὸν ὑετὸν ἐπέσχεν, οὐκ ἂν ἅπαντας ἀπώλεσε; τί δὲ, εἰ ἐπομβρίαν εἰργάσατο; τί δὲ, εἰ πῦρ ἔβρεξε; τί δὲ, εἰ μυίας ἔπεμψεν; Ἀλλὰ τί ταῦτα λέγω; εἰ σκότος ἐποίησεν, οἷόν ποτε, οὐκ ἂν ἅπαντας ἀπώλεσεν; εἰ τὴν γῆν ἐτίναξεν, οὐκ ἂν ἅπαντες ἀπώλοντο; Τί ἐστιν ἄνθρωπος, ὅτι μιμνήσκῃ αὐτοῦ; Εὔκαιρον εἰπεῖν νῦν· ἂν ἀπειλήσῃ τῇ γῇ μόνον, πάντες εἷς ἐγένοντο τάφος. Ὡς σταγὼν ὕδατος ἀπὸ κάδου, φησὶν, οὕτω τὰ ἔθνη ἐνώπιον αὐτοῦ· ὡς σίελος λογισθήσονται, ὡς ῥοπὴ ζυγοῦ. Ὡς εὔκολον ἡμῖν τὴν τρυτάνην κινῆσαι, οὕτως αὐτῷ πάντα ἀπολέσαι, καὶ ποιῆσαι πάλιν. Ὁ τοίνυν τοσαύτην ἔχων ἐξουσίαν ἡμῶν, καὶ ὁρῶν ἡμᾶς καθ' ἑκάστην ἁμαρτάνοντας, καὶ μὴ κολάζων, οὐχὶ ἐλέῳ διαβαστάζει; Ἐπεὶ καὶ τὰ κτήνη ἐλέῳ ἔστι τε καὶ σώζεται· Ἀνθρώπους γὰρ, φησὶ, καὶ κτήνη σώσεις, Κύριε. Εἶδεν ἐπὶ τὴν γῆν, καὶ ἔπλησεν αὐτὴν ζώων. Διὰ τί; Διὰ σέ. Σὲ δὲ διὰ τί ἐποίησεν; ἆρα οὐ δι' ἀγαθότητα; Οὐδὲν ἐλαίου κρεῖττον· φωτός ἐστιν αἴτιον καὶ ἐκεῖ καὶ ἐνταῦθα. Καὶ ἀνατελεῖ, φησὶν ὁ προφήτης, πρώϊμον τὸ φῶς σου, ἐὰν ποιήσῃς ἔλεον εἰς τὸν πλησίον· καὶ εἰκότως. Ὥσπερ τὸ ἔλαιον τοῦτο τὸ φῶς παρέχει τοῖς θαλαττεύουσιν, οὕτως ἡ ἐλεημοσύνη ἐκεῖ φῶς μέγα ἡμῖν χαρίζεται καὶ θαυμάσιον. Καὶ πολὺς τοῦ ἐλέου τούτου ὁ λόγος τῷ Παύλῳ ἦν. Ἄκουε γὰρ αὐτοῦ ποτὲ μὲν λέγοντος, Μόνον τῶν πτωχῶν ἵνα μνημονεύωμεν· ἄλλοτε δὲ, Ἐὰν ᾖ ἄξιον τοῦ κἀμὲ πορεύεσθαι. Καὶ πανταχοῦ ἄνω καὶ κάτω περὶ τούτου ὁρᾷς αὐτὸν μεριμνῶντα. Καὶ πάλιν, Μανθανέτωσαν δὲ καὶ οἱ ἡμέτεροι καλῶν ἔργων προΐστασθαι· καὶ πάλιν, Ταῦτα γάρ ἐστι καλὰ καὶ ὠφέλιμα τοῖς ἀνθρώποις. Ἄκουε δὲ καὶ ἄλλου τινὸς λέγοντος, Ἐλεημοσύνη ἐκ θανάτου ῥύεται· καὶ ἄλλου, Ἐὰν δὲ τὸν ἔλεον ἀνέλῃς, Κύριε, Κύριε, τίς ὑποστήσεται; καὶ, Ἐὰν εἰσέλθῃς, φησὶν, εἰς κρίσιν μετὰ τοῦ δούλου σου· καὶ ἄλλος, Μέγα τι ἄνθρωπος, καὶ τίμιον ἀνὴρ ἐλεήμων. Τοῦτο γὰρ ἄνθρωπος, ἐλεήμων· μᾶλλον δὲ τοῦτο ὁ Θεὸς, τὸ ἐλεεῖν. Ὁρᾷς ὅση τοῦ ἐλέους τοῦ Θεοῦ ἡ ἰσχύς; τοῦτο πάντα ἐποίησε, τοῦτο τὸν κόσμον εἰργάσατο, τοῦτο ἀγγέλους ἐποίησε, δι' ἀγαθότητα μόνον. Διὰ τοῦτο καὶ γέενναν ἠπείλησεν, ἵνα βασιλείας τύχωμεν· βασιλείας δὲ τυγχάνομεν δι' ἔλεον. Διὰ τί γὰρ, εἰπὲ, μόνος ὢν ὁ Θεὸς τοσούτους ἐποίησεν; οὐ δι' ἀγαθότητα; οὐ διὰ φιλανθρωπίαν; Ἂν ἐρωτήσῃς, διὰ τί τόδε καὶ τόδε, πανταχοῦ τὴν ἀγαθότητα εὑρήσεις. Οὐκοῦν ἐλεήσωμεν τοὺς πλησίον, ἵνα ἐλεηθῶμεν αὐτοί. Οὐκ ἐκείνοις μᾶλλον, ἢ ἡμῖν αὐτοῖς συνάγομεν τὸν ἔλεον τοῦτον ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. Ὅταν σφοδρὰ ᾖ τοῦ πυρὸς ἡ φλὸξ, τὸ ἔλεος τοῦτο τοῦ μὲν πυρός ἐστι σβεστικὸν, ἡμῖν δὲ φωτὸς αἴτιον. Οὕτω τοῦ πυρὸς τῆς γεέννης διὰ τούτου ἀπαλλαγησόμεθα· ἐπεὶ πόθεν σπλαγχνισθήσεται καὶ ἐλεήσει; Ἀπὸ τῆς ἀγάπης ὁ ἔλεος γίνεται. Οὐδὲν οὕτω παροξύνει τὸν Θεὸν, ὡς τὸ ἀνελεήμονα εἶναι. Προσηνέχθη αὐτῷ τις ὀφείλων μυρία τάλαντα, καὶ σπλαγχνισθεὶς συνεχώρησε· καὶ ἐκείνῳ ὠφείλετο παρὰ τοῦ συνδούλου ἑκατὸν δηνάρια, καὶ ἦγχεν αὐτόν· διὰ τοῦτο παρέδωκεν αὐτὸν ὁ κύριος τοῖς βασανισταῖς, ἕως οὗ ἀποδῷ τὸ ὀφειλόμενον. Ταῦτα ἀκούοντες, ἐλεήμονες ὦμεν περὶ τοὺς ὀφείλοντας ἐν χρήμασιν, ἐν ἁμαρτήμασι· μηδεὶς μνησίκακος ἔστω, εἴ γε μὴ βούλοιτο ἑαυτὸν ἀδικεῖν. Οὐ γὰρ ἐκεῖνον τοσοῦτον μὴ ἀφιεὶς λυπεῖς, ὅσον ἑαυτὸν ἀδικεῖς. Ἐκείνῳ μὲν γὰρ, ἐπεξιόντος σου, οὐκ ἐπέξεισιν ὁ Θεός· σοῦ δὲ καταλιπόντος, ἢ ἐπέξεισιν αὐτὸς, ἣ τὰς ἁμαρτίας σου ἀφίησι. Πῶς δὲ μὴ ἀφιεὶς σὺ τῷ πλησίον, βασιλείαν ζητεῖς; Ὅπερ ἵνα μὴ πάθωμεν, πᾶσιν ἀφῶμεν· ἑαυτοῖς γὰρ ἀφίεμεν· καὶ συγχωρήσωμεν, ἵνα ὁ Θεὸς συγχωρήσῃ ἡμῖν τὰ ἁμαρτήματα ἡμῶν, καὶ οὕτω τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, καὶ τὰ ἑξῆς.