Ancient Greek
Τὸ λοιπὸν, ἀδελφοί μου, χαίρετε ἐν Κυρίῳ· τὰ αὐτὰ γράφειν ὑμῖν, ἐμοὶ μὲν οὐκ ὀκνηρὸν, ὑμῖν δὲ ἀσφαλές. Βλέπετε τοὺς κύνας, βλέπετε τοὺς κακοὺς ἐργάτας, βλέπετε τὴν κατατομήν. Ἡμεῖς γάρ ἐσμεν ἡ περιτομὴ, οἱ πνεύματι Θεῷ λατρεύοντες, καὶ καυχώμενοι ἐν Χριστῷ Ἰησοῦ, καὶ οὐκ ἐν σαρκὶ πεποιθότες.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Philippenses (homiliae 1-15) 5.1-7
Not analysed yet
Μὴ τοίνυν φεύγωμεν τὴν πενίαν, ὡς πονηρόν· βασιλείας γάρ ἐστι πρόξενος· καὶ πάλιν μὴ διώκωμεν τὸν πλοῦτον, ὡς ἀγαθόν· τοὺς γὰρ μὴ προσέχοντας ἀπόλλυσιν· ἀλλὰ πανταχοῦ τὸ ὄμμα πρὸς τὸν Θεὸν ἀνατείνοντες, χρώμεθα εἰς δέον τοῖς ὑπηργμένοις ἡμῖν παρ' αὐτοῦ, καὶ δυνάμει σώματος, καὶ περιουσίᾳ χρημάτων, καὶ τοῖς ἄλλοις ἅπασιν. Ἄτοπον γὰρ ὑπ' αὐτοῦ γενομένους, ἑτέροις ταῦτα παρέχειν χρήσιμα, ἀλλὰ μὴ τῷ πεποιηκότι ἡμᾶς. Ἐποίησέ σοι ὀφθαλμούς· τούτους αὐτῷ πάρεχε χρησίμους, μὴ τῷ διαβόλῳ. Πῶς δὲ αὐτῷ παρέξεις; Τὰ κτίσματα αὐτοῦ θεωρῶν, καὶ δοξάζων αὐτὸν, καὶ ἀπάγων τῆς τῶν γυναικῶν ὄψεως. Ἀλλ' ἐποίησέ σοι χεῖρας; Ταύτας αὐτῷ κέκτησο, μὴ τῷ διαβόλῳ, μὴ εἰς ἁρπαγὰς καὶ πλεονεξίας, ἀλλ' εἰς ἐντολὰς καὶ εὐποιίας, καὶ εἰς εὐχὰς ἐκτενεῖς ἀνατείνων αὐτὰς, εἰς τὸ τοῖς πεπτωκόσιν ὀρέγειν χεῖρα. Ἐποίησέ σοι ὦτα; Ταῦτα αὐτῷ πάρεχε, ἀλλὰ μὴ τοῖς διακεκλασμένοις μέλεσι, μηδὲ ταῖς αἰσχραῖς ἀκοαῖς· Πᾶσα γὰρ διήγησίς σου, φησὶν, ἐν νόμῳ Ὑψίστου ἔστω· καὶ πάλιν, Ἐν πλήθει, φησὶ, πρεσβυτέρων στῆθι, καὶ εἴ τις σοφὸς, αὐτῷ προσκολλήθητι. Ἐποίησέ σοι στόμα; Τοῦτο μηδὲν πραττέτω τῶν μὴ δοκούντων αὐτῷ, ἀλλὰ ψαλμῳδίας, ὕμνους, ᾠδὰς πνευματικὰς ᾀδέτω· Ἵνα δῷ χάριν, φησὶ, τοῖς ἀκούουσιν, εἰς οἰκοδομὴν, καὶ μὴ εἰς καταστροφὴν, εἰς εὐφημίαν, καὶ μὴ εἰς κατηγορίαν, μὴ εἰς ἐπιβουλὰς, ἀλλὰ πᾶν τοὐναντίον. Ἐποίησέ σοι πόδας, οὐχ ἵνα τρέχῃς ἐπὶ κακίαν, ἀλλ' ἐπὶ ἀγαθά· ἐποίησέ σοι γαστέρα, οὐχ ἵνα διαῤῥηγνύῃς αὑτὴν, ἀλλ' ἵνα φιλοσοφῇς· ἔθηκεν ἐπιθυμίαν πρὸς παιδοποιίαν, ἀλλ' οὐ πρὸς πορνείαν, καὶ μοιχείαν· ἔδωκέ σοι νοῦν, οὐχ ἵνα αὐτὸν βλασφημῇς, οὐχ ἵνα λοίδορος ᾖς, ἀλλ' ἵνα εὐφημῇς· ἔδωκε καὶ χρήματα, ἵνα εἰς δέον αὐτοῖς χρώμεθα· καὶ ἰσχὺν, ἵνα καὶ ταύτῃ εἰς δέον ὦμεν κεχρημένοι. Ἐποίησε τέχνας, ἵνα βίος συνεστήκῃ, οὐχ ἵνα τῶν πνευματικῶν ἀποχωρίσωμεν ἑαυτοὺς, οὐχ ἵνα ταῖς βαναύσοις προσέχωμεν τέχναις, ἀλλὰ ταῖς ἀναγκαίαις· ἵνα ἀλλήλοις ὑπηρετῶμεν, οὐχ ἵνα ἀλλήλοις ἐπιβουλεύωμεν. Ἔδωκεν ὄροφον, ἵνα στέγῃ τὸν ὑετὸν τοσοῦτον μόνον, οὐχ ἵνα καλλωπίζηται οὗτος μὲν τῷ χρυσῷ, ὁ δὲ πένης διαφθείρηται τῷ λιμῷ· ἔδωκεν ἱμάτια, ἵνα σκεπώμεθα, οὐχ ἵνα ἐπιδεικνυώμεθα, οὐχ ἵνα ταῦτα μὲν ᾖ πολὺ ἔχοντα χρυσίον, ὁ δὲ Χριστὸς γυμνὸς ἀπολλύηται· ἔδωκε στέγην, οὐχ ἵνα μόνος ἔχῃς, ἀλλ' ἵνα καὶ ἄλλοις παρέχῃς· ἔδωκε γῆν, οὐχ ἵνα σὺ τὸ πλέον αὐτῆς ὑποτεμνόμενος εἰς πόρνας καὶ ὀρχηστὰς καὶ μίμους καὶ αὐλητὰς καὶ κιθαρῳδοὺς ἀναλίσκῃς τὰ τοῦ Θεοῦ ἀγαθὰ, ἀλλ' εἰς πεινῶντας καὶ δεομένους. Ἔδωκέ σοι θάλατταν, ἵνα πλέῃς, ἵνα μὴ κάμνῃς ὁδοιπορῶν, οὐχ ἵνα περιεργάζῃ αὐτῆς τὰ βάθη, καὶ λίθους καὶ ὅσα τοιαῦτα ἐκεῖθεν ἀναφέρῃς, οὐδ' ἵνα ἔργον τοῦτο ποιῇ. Τίνος οὖν ἕνεκεν, φησὶν, οἱ λίθοι; Εἰπὲ δή μοι μᾶλλον σὺ, τίνος ἕνεκεν οἱ λίθοι, καὶ πῶς οὕτως εἰσὶν ἐκεῖνοι βαρύτιμοι; ἆρα τῇ δυνάμει; ἆρα τῇ χρήσει; Μᾶλλον μὲν οὖν οἱ μὴ τοιοῦτοι χρήσιμοι. Οἱ μὲν γὰρ κἂν πρὸς οἰκοδομὴν συμβάλλονται, ἐκεῖνοι δὲ πρὸς οὐδέν. Καὶ οὗτοι ἐκείνων ἰσχυρότεροι. Ἀλλ' ἐκεῖνοι, φησὶ, κάλλος ἐργάζονται. Πῶς; ὑπολήψεώς ἐστι τὸ ἔργον. Λευκότεροί εἰσιν; Ἀλλ' οὐκ εἰσὶ μαρμάρου τοῦ σφόδρα λευκοῦ λευκότεροι, ἀλλ' οὐδὲ ἴσοι. Ἀλλ' ἰσχυρότεροι; Ἀλλ' οὐδὲ τοῦτο ἔχοι τις ἂν εἰπεῖν. Ἀλλὰ χρησιμώτεροι; ἀλλὰ μείζους; Ἀλλ' οὐδὲ τοῦτο. Πόθεν οὖν ἐθαυμάσθησαν; Ἀλλ' οὐκ ἄλλοθεν, ἀλλ' ἢ ἀπὸ ὑπολήψεως. Εἰ γὰρ μήτε καλλίους εἰσὶν (εὑρήσομεν γὰρ αὐτῶν περιφανεστέρους καὶ λευκοτέρους), μήτε χρήσιμοι, μήτε ἰσχυρότεροι, πόθεν οὕτως ἐθαυμάσθησαν; οὐχὶ ἀπὸ ὑπολήψεως μόνης; Τίνος οὖν ἕνεκεν ἔδωκεν αὐτούς; Οὐκ αὐτὸς ἔδωκεν, ἀλλὰ σὺ ἐνόμισας μέγα τι εἶναι. Τί οὖν, φησὶν, ὅτι καὶ ἡ Γραφὴ τούτους θαυμάζει; Πρὸς τὴν ὑπόληψιν λοιπὸν διαλέγεται τὴν σήν. Ἐπεὶ καὶ διδάσκαλος παιδίῳ διαλεγόμενος, τὰ αὐτὰ ἐκείνῳ πολλαχοῦ θαυμάζει, ὅταν αὐτὸ βούληται ἐπισπάσασθαι καὶ ὑπαγαγέσθαι. Τί κάλλος ἐπιζητεῖς ἱματίων; Ἱματίῳ σε περίβαλε καὶ ὑποδήμασιν· τούτοις κοσμοῦ, ἐν τούτοις ἀρκοῦ. Ἐπιθυμητὰ ὁ Δαυῒδ ὑπὲρ χρυσίον φησὶ, καὶ λίθον τίμιον πολὺν τὰ κρίματα τοῦ Θεοῦ. Ταῦτα δὲ ποῦ λόγον ἂν ἔχοι; Οὐκ ἔστι ταῦτα, ἀγαπητοὶ, χρήσιμα· εἰ χρήσιμα ἦν, οὐκ ἂν ἐκέλευσεν αὐτῶν καταφρονεῖν· ἀλλὰ πρὸς τὴν ὑπόληψιν τὴν ἡμετέραν φθέγγεται ἡ θεία Γραφή. Καὶ τοῦτο δὲ τῆς τοῦ Θεοῦ φιλανθρωπίας. Τίνος οὖν ἕνεκεν ἔδωκε, φησὶ, πορφύραν, καὶ ὅσα τοιαῦτα; Τῆς τοῦ Θεοῦ μεγαλειότητός ἐστιν ἔργον ταῦτα. Καὶ γὰρ καὶ ἀπὸ ἑτέρων τὸν πλοῦτον ἠθέλησεν δεῖξαι τὸν αὑτοῦ· ἐπεὶ καὶ σῖτον ἔδωκε μόνον· σὺ δὲ πολλὰ ἀπὸ τούτου κατασκευάζεις, πλακοῦντας, πέμματα διάφορα καὶ παντοδαπὰ, πολλὴν ἔχοντα τὴν ἡδονήν. Ἄλλως δὲ καὶ ἡ κενοδοξία πάντα ταῦτα ἐφεῦρεν· ἔδοξε γάρ σοι πάντων αὐτὰ προθεῖναι. Ἐπεὶ εἴ τίς σε ἔροιτο ξένος ἀνὴρ ἢ γεωργὸς καὶ ἄπειρος ὢν αὐτῶν, καὶ ἰδών σε θαυμάζοντα εἴποι, Διὰ τί ταῦτα θαυμάζεις; τί ἔχεις εἰπεῖν; Ὅτι καλὸν ἰδεῖν; Ἀλλ' οὐκ ἔστι. Παυσώμεθα τοίνυν τῆς τοιαύτης ὑπολήψεως, καὶ τῶν ὄντως ἀληθινῶν ἀντεχώμεθα. Ταῦτα γὰρ οὐκ ἔστιν, ἀλλ' ἁπλῶς παρέρχεται μόνον ποταμοῦ δίκην παραῤῥέοντα. Διὸ, παρακαλῶ, ἐπὶ τῆς πέτρας ἑαυτοὺς στήσωμεν, ἵνα καὶ τὸ εὐκόλως περιτρέπεσθαι φύγωμεν, καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.