# In epistulam ad Philippenses (homiliae 1-15) 5.1-8

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Philippenses (homiliae 1-15), Ἐχάρην δὲ ἐν Κυρίῳ μεγάλως, ὅτι ἤδη ποτὲ ἀνεθάλετε τὸ ὑπὲρ ἐμοῦ φρονεῖν· ἐφ' ᾧ καὶ ἐφρονεῖτε, ἠκαιρεῖσθε δέ. Οὐχ ὅτι καθ' ὑστέρησιν λέγω· ἐγὼ γὰρ ἔμαθον, ἐν οἷς εἰμι, αὐτάρκης εἶναι. Οἶδα καὶ ταπεινοῦσθαι, οἶδα καὶ περισσεύειν· ἐν παντὶ καὶ ἐν πᾶσι μεμύημαι, καὶ χορτάζεσθαι καὶ πεινᾷν, καὶ περισσεύειν καὶ ὑστερεῖσθαι· πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ. Πλὴν καλῶς ἐποιήσατε συγκοινωνήσαντές μου τῇ θλίψει.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-philippenses-homiliae-1-15/5.1-8

Δεσμὸς γάρ τίς ἐστιν ἡ θλῖψις ἀῤῥαγὴς, ἀγάπης αὔξησις, κατανύξεως καὶ εὐλαβείας ὑπόθεσις. Ἄκουε γὰρ τοῦ Δαυῒδ λέγοντος· Ἀγαθόν μοι, Κύριε, ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ δικαιώματά σου· καὶ πάλιν ἑτέρου προφήτου λέγοντος, Ἀγαθὸν ἀνθρώπῳ, ὅταν ἄρῃ ζυγὸν ἐκ νεότητος αὑτοῦ· καὶ πάλιν, Μακάριος ἄνθρωπος, ὃν ἂν παιδεύσῃς, Κύριε· καὶ ἑτέρου τινὸς λέγοντος, Μὴ ὀλιγώρει παιδείας Κυρίου· καὶ ἀλλαχοῦ, Εἰ προσέρχῃ δουλεύειν Κυρίῳ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν. Καὶ ὁ Χριστὸς δὲ πρὸς τοὺς ἑαυτοῦ μαθητὰς ἔλεγεν, Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε, ἀλλὰ θαρσεῖτε· καὶ πάλιν, Κλαύσετε καὶ θρηνήσετε ὑμεῖς, ὁ δὲ κόσμος χαρήσεται· καὶ πάλιν, Στενὴ καὶ τεθλιμμένη ἡ ὁδός. Ὁρᾷς πανταχοῦ τὴν θλῖψιν ἐπαινουμένην; πανταχοῦ παραλαμβανομένην, ὡς ἀναγκαίαν οὖσαν ἡμῖν; Εἰ γὰρ ἐν τοῖς ἔξωθεν ἀγῶσιν οὐδεὶς ἂν ταύτης χωρὶς στέφανον λάβοι, εἰ μὴ καὶ πόνοις καὶ σιτίων παραιτήσει καὶ νόμῳ διαίτης καὶ ἀγρυπνίαις καὶ μυρίοις ἑτέροις ἑαυτὸν ὀχυρώσειε, πολλῷ μᾶλλον ἐνταῦθα. Τίνα γὰρ βούλει; τὸν βασιλέα εἰπεῖν; Ἀλλ' οὐδὲ ἐκεῖνος ἀμέριμνον ζῇ βίον, ἀλλὰ καὶ πολλῶν θλίψεων καὶ φροντίδων γέμοντα. Μὴ γὰρ εἰς τὸ διάδημα ἴδῃς, ἀλλ' εἰς τὸ κλυδώνιον φροντίδων, δι' οὗ αὐτῷ ὁ θόρυβος τίκτεται· μηδὲ εἰς τὴν ἁλουργίδα βλέπε, ἀλλ' εἰς τὴν ψυχὴν τὴν μᾶλλον ἐκείνης τῆς ἁλουργίδος μελαινομένην· οὐχ οὕτως ὁ στέφανος δεςμεῖ τὴν κεφαλὴν, ὡς τὴν ψυχὴν ἡ φροντίς· μηδὲ εἰς τὸ τῶν δορυφόρων πλῆθος ἴδῃς, ἀλλ' εἰς τὸ τῶν ἀθυμιῶν πλῆθος· οὐδὲ γὰρ ἔστιν ἰδιωτικὴν οἰκίαν εὑρεῖν τοσούτων γέμουσαν φροντίδων, ὅσων τὰ βασίλεια. Θάνατοι καθ' ἑκάστην ἡμέραν προσδοκώμενοι παρ' αὐτοῖς τούτοις, καὶ πρὸ τῆς τραπέζης τὸ αἷμα ὁρᾶται, καὶ πρὸ τοῦ ποτοῦ. Ἐν δὲ ταῖς νυξὶν οὐδὲ εἰπεῖν ἔστιν ὁσάκις ἅλλονται καὶ ἀναπηδῶσι φαντασιούμενοι. Καὶ ταῦτα δὴ ἐν εἰρήνῃ· εἰ δὲ πόλεμος καταλάβοι, ἔτι τὰ τῶν φροντίδων ἐπιτείνεται. Τί τοίνυν τοῦ βίου τούτου ἐλεεινότερον γένοιτ' ἄν; Τὰ δὲ παρὰ τῶν οἰκείων ὅσα; τῶν ἀρχομένων λέγω. Ἀμέλει καὶ συγγενικῶν αἱμάτων ἀεὶ γέμει τὸ ἔδαφος τὸ βασιλικόν. Καὶ, εἰ βούλεσθε, τινὰ καὶ διηγήσομαι, καὶ τάχα ἐπιγνώσεσθε ὅτι οὕτως ἔχει· μάλιστα μὲν καὶ τὰ παλαιὰ ἐρῶ, πλὴν ἀλλ' ὅμως ἔτι τῇ μνήμῃ φυλαττόμενα, ἅτε καὶ ἐπὶ τῶν χρόνων γενόμενα τῶν ἡμετέρων. Ὁ δεῖνα, φησὶ, τὴν γυναῖκα ὑποπτεύσας ἐπὶ μοιχείᾳ, γυμνὴν προσέδησεν ὄρεσι, καὶ θηρίοις ἐξέδωκεν, ἤδη μητέρα γενομένην αὐτῷ βασιλέων πολλῶν. Οἵαν οἴεσθε ζωὴν ζῇν ἐκεῖνον; οὐ γὰρ ἂν, εἰ μὴ σφόδρα κατετάκη τῷ πάθει, εἰς τοσαύτην ἐξέβη τιμωρίαν. Ὁ αὐτὸς δὴ οὗτος τὸν υἱὸν ἀπέσφαξε τὸν αὑτοῦ· μᾶλλον δὲ ὁ τούτου ἀδελφὸς ἑαυτὸν μετὰ τῶν παίδων αὑτοῦ. Λέγεται δὲ καὶ τὸν ἀδελφὸν οὗτος ἀνῃρηκέναι τὸν αὑτοῦ. Καὶ ὁ μὲν ἑαυτὸν ἀνεῖλεν, ὑπὸ τυράννου καταληφθεὶς, ὁ δὲ τὸν ἀνεψιὸν τὸν αὑτοῦ κοινωνοῦντα τῆς βασιλείας αὐτῷ, ἣν αὐτὸς ἐνεχείρισεν. Ἄλλος τὴν γυναῖκα εἶδεν ὑπὸ πεσσῶν διαφθαρεῖσαν· ὡς γὰρ οὐκ ἔτικτε, γυνή τις ἀθλία καὶ ταλαίπωρος (ἀθλία γὰρ καὶ ταλαίπωρος, ἣ τὸ τοῦ Θεοῦ δῶρον ἤλπισε δι' οἰκείας παρέξειν σοφίας), πεσσοὺς δοῦσα, διέφθειρε τὴν βασιλίδα, καὶ συνδιεφθάρη καὶ αὐτή. Ἕτερος πάλιν μετὰ τοῦτο ὑπὸ δηλητηρίων ἀνῄρητο φαρμάκων, καὶ τὸ ποτήριον ἦν αὐτῷ λοιπὸν οὐκέτι πόμα, ἀλλὰ θάνατος· καὶ ὁ υἱὸς αὐτῷ τὸν ὀφθαλμὸν ἐξωρύττετο φόβῳ τῶν μελλόντων, οὐδὲν ἠδικηκώς. Ἄλλος, οὐδὲ εἰπεῖν καλὸν, ὅπως κατέλυσε τὸν βίον ἐλεεινῶς. Τῶν δὲ μετὰ τούτους ὁ μὲν κατεκάη, καθάπερ τις ἄθλιος καὶ ταλαίπωρος, μετὰ ἵππων καὶ δοκῶν καὶ τῶν ἄλλων ἁπάντων, καὶ τὸ γύναιον ἐν χηρείᾳ. Τὰς γὰρ ἐν τῷ ζῇν λύπας οὐδὲ εἰπεῖν ἔνι, ἃς, ὅτε οὗτος ἐπανέστη, ἠναγκάζετο ἔχειν. Οὗτος δὲ ὁ νῦν κρατῶν οὐχὶ ἐξ οὗ τὸ διάδημα περιέθετο, ἐν πόνοις, ἐν κινδύνοις, ἐν λύπαις, ἐν ἀθυμίαις, ἐν συμφοραῖς, ἐν ἐπιβουλαῖς; Ἀλλ' οὐχ ἡ βασιλεία τοιαύτη τῶν οὐρανῶν· ἀλλὰ μετὰ τὸ λαβεῖν αὐτὴν, εἰρήνη, ζωὴ, χαρὰ, εὐφροσύνη. Ἀλλ', ὅπερ ἔλεγον, οὐκ ἔνι βίος ἀταλαιπώρητος. Εἰ δὲ ἐν τοῖς βιωτικοῖς καὶ ὁ μάλιστα μακαριώτερος, ὁ ἐν βασιλείᾳ, τοσούτων γέμει συμφορῶν, τί οἴει ἐν τοῖς ἰδιωτικοῖς· Καὶ πόσα ἕτερα κακὰ, οὐδὲ εἰπεῖν ἔστι. Πόσοι πολλάκις καὶ μῦθοι ἀπὸ τούτων ἐπλάσθησαν, πᾶσαι σχεδὸν αἱ ἐπὶ τῆς σκηνῆς τραγῳδίαι ἀπὸ τῶν βασιλέων ὑφαίνονται, καὶ οἱ μῦθοι. Τὰ γὰρ πλείονα τῶν ἐν τοῖς μύθοις ἀπὸ τῶν γενομένων πέπλασται· οὕτω γὰρ ἔχει καὶ ἡδονήν· οἷον, τὰ Θυέστεια δεῖπνα, καὶ ὡς πᾶσα ἐκείνη ἡ οἰκία διὰ συμφορῶν κατέστρεψεν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Philippenses (homiliae 1-15). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg160.local001/.
