# In epistulam ad Philippenses (homiliae 1-15) 6.1-2

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Philippenses (homiliae 1-15), Τοῦτο γὰρ φρονείσθω ἐν ὑμῖν, ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ· ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβὼν, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, καὶ σχήματι εὑρεθεὶς, ὡς ἄνθρωπος· ἐταπείνωσεν ἑαυτὸν, γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται, ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-philippenses-homiliae-1-15/6.1-2

Ἀλλὰ πλουτεῖς; πόθεν; τί κεκτημένος; χρυσὸν, ἄργυρον, λίθους τιμίους; Τοῦτο καὶ λῃστῶν ἐστι, καὶ ἀνδροφόνων τὸ καύχημα, καὶ τῶν τὰ μέταλλα ἐργαζομένων. Ὁ τῶν καταδίκων πόνος, τουτί σοι καύχημα. Ἀλλὰ κοσμῇ καὶ καλλωπίζῃ; Καὶ ἵππους ἔστιν ἰδεῖν καλλωπιζομένους· παρὰ δὲ τοῖς Πέρσαις καὶ καμήλους ἴδοι τις ἂν καλλωπιζομένας· ἐπὶ δὲ τῶν ἀνθρώπων, τοὺς ἐπὶ σκηνῆς ἅπαντας. Οὐκ αἰσχύνῃ οὖν ἐπὶ τούτοις μέγα φρονῶν, ἐν οἷς τὰ ἄλογά σοι κοινωνεῖ καὶ δοῦλοι καὶ ἀνδροφόνοι καὶ μαλακοὶ καὶ λῃσταὶ καὶ τυμβωρύχοι; Ἀλλ' οἰκίας οἰκοδομεῖς λαμπράς; Καὶ τί τοῦτο; πολλοὶ κολοιοὶ λαμπροτέρας οἰκοῦσι, καὶ σεμνότερα ἔχουσι καταγώγια. Ἢ οὐχ ὁρᾷς τούτους τοὺς περὶ τὰ χρήματα μαινομένους, οἳ ἐν ἀγροῖς καὶ ἐν ἐρήμοις τόποις ᾠκοδόμησαν οἴκους, κολοιῶν καταγώγια; Ἀλλὰ φωνῆς ἕνεκα μέγα φρονεῖς; Τοῦ κύκνου καὶ τῆς ἀηδόνος οὐδέποτε σὺ δυνήσῃ ᾆσαι λιγυρώτερον. Ἀλλ' ἐπὶ ποικιλίᾳ τέχνης; Καὶ τί τῆς μελίττης ἐν τούτῳ σοφώτερον; ποῖος ποικιλτὴς, τίς ζωγράφος, τίς γεωμέτρης τὰ ταύτης ἔργα μιμήσασθαι δυνήσεται; Ἀλλ' ἐπὶ λεπτότητι ἐσθῆτος; Ἀλλ' ἐνταῦθά σε ἀράχναι νικῶσιν. Ἀλλ' ἐπὶ ταχύτητι ποδῶν; Πάλιν τὰ πρωτεῖα παρὰ τοῖς ἀλόγοις, λαγωῷ καὶ δορκάδι, καὶ ὅσα τῶν κτηνῶν οὐκ ἀπολείπεται τῇ ταχύτητι τῶν ποδῶν. Ἀλλ' ἀποδημεῖς; Ἀλλ' οὐ μᾶλλον τῶν πτηνῶν· ταῦτα γὰρ εὐκολώτερον τὴν ἀποδημίαν ποιεῖται· οὐκ ἐφοδίων δεῖται, οὐδ' ὑποζυγίων, ἀλλ' ἀρκεῖ πρὸς πάντα αὐτοῖς τὸ πτερόν. Τοῦτο καὶ ναῦς, τοῦτο καὶ ὑποζύγιον, τοῦτο καὶ ὄχημα, τοῦτο καὶ ἄνεμος, καὶ πᾶν ὅ τι ἂν εἴποι τις. Ἀλλ' ὀξὺ βλέπεις; ἀλλ' οὐχ ὡς δορκὰς οὐδ' ὡς ἀετός. Ἀλλ' ὀξὺ ἀκούεις; ἀλλ' ὁ ὄνος ὀξύτερον. Ἀλλ' ὀσφραίνῃ; ἀλλ' ὁ κύων οὐκ ἀφίησί σε αὐτὸν παρελθεῖν. Ἀλλὰ ποριστικὸς εἶ; ἀλλὰ τοῦ μύρμηκος ἀπολείπῃ. Ἀλλὰ χρυσοφορεῖς; ἀλλ' οὐχ οὕτως, ὡς οἱ Ἰνδικοὶ μύρμηκες. Ὑγείας δὲ ἕνεκεν; πολλῷ βελτίω ἡμῶν τὰ ἄλογα, καὶ εὐεξίας καὶ τοῦ εὐπορεῖν· οὐ δέδοικεν ἐκεῖνα πενίαν. Ἐμβλέψατε γὰρ, φησὶν, εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ, ὅτι οὐ σπείρουσιν, οὐδὲ θερίζουσιν, οὐδὲ συνάγουσιν εἰς ἀποθήκας. Οὐκοῦν, φησὶν, ἡμῶν τὰ ἄλογα κρείττονα ἐδημιούργησεν ὁ Θεός. Ὁρᾷς πόσον ἐστὶ τὸ ἀπερίσκεπτον; ὁρᾷς τὸ ἀνεξέταστον; ὁρᾷς, ἡ τῶν πραγμάτων ἐξέτασις ὅσον ἡμῖν χαρίζεται; Ὁ πάντων ἀνθρώπων μείζω φρονῶν, εὑρέθη καὶ τῶν ἀλόγων ταπεινότερος. Ἀλλὰ φεισώμεθα αὐτοῦ, καὶ οὐ μιμησώμεθα αὐτὸν, οὐδὲ ἐπειδὴ τῆς ἡμετέρας φύσεως μεῖζον ἐφρόνησε, καταγαγόντες αὐτὸν ἐπὶ τὴν τῶν ἀλόγων τάξιν, ἀφήσωμεν, ἀλλ' ἀναστήσωμεν αὐτὸν ἐκεῖθεν, οὐ δι' αὐτὸν (αὐτὸς μὲν γὰρ ἄξιος τοιαῦτα παθεῖν), ἀλλ' ἵνα ἡ τοῦ Θεοῦ φιλανθρωπία καὶ ἡ εἰς ἡμᾶς δειχθῇ τιμή. Ἔστι γὰρ, ἔστιν ἐν οἷς οὐδὲν ἡμῖν κοινωνεῖ τὰ ἄλογα. Ποῖα δὴ ταῦτα; Εὐσέβεια, καὶ ὁ κατ' ἀρετὴν βίος. Ἐνταῦθα οὐκ ἔχεις πόρνους εἰπεῖν, οὐδὲ μαλακοὺς, οὐδὲ ἀνδροφόνους· ἀπεσχίσμεθα γὰρ αὐτῶν. Τί δὴ τοῦτό ἐστι; Τὸν Θεὸν ἴσμεν, τὴν πρόνοιαν ἐπιγινώσκομεν τὴν αὐτοῦ, περὶ ἀθανασίας φιλοσοφοῦμεν· παραχωρείτω ἐνταῦθα τὰ ἄλογα. Οὐκ ἀμφισβητήσει περὶ τούτων σωφρονοῦμεν· ἐνταῦθα οὐδὲν τὰ ἄλογα κοινὸν ἔχει. Πάντων γὰρ αὐτῶν λειπόμενοι, κρατοῦμεν αὐτῶν. Ἐν τούτῳ γὰρ μείζων ἡ ἀρχὴ, ὅτι λειπόμενοι αὐτῶν, βασιλεύομεν αὐτῶν· ἵνα μάθῃς, ὅτι οὐ σὺ τούτων αἴτιος, ἀλλ' ὁ ποιήσας σε Θεὸς, καὶ λόγον χαρισάμενος. Δίκτυα, θήρατρα αὐτοῖς τίθεμεν, καὶ ἐμβάλλομεν αὐτὰ, καὶ χειρούμεθα. Σωφροσύνη παρ' ἡμῖν, ἐπιείκεια, πραότης, χρημάτων ὑπεροψία. Ἀλλ' ἐπειδὴ σὺ τῶν ἀπονενοημένων τις ὢν οὐδὲν τούτων ἔχεις, εἰκότως ἢ τῶν ἀνθρώπων μεῖζον φρονεῖς, ἢ καὶ τῶν ἀλόγων ταπεινότερον. Τοιαύτη γὰρ ἡ ἀπόνοια καὶ ἡ θρασύτης· ἢ ἐπαίρεται πέρα τοῦ δέοντος, ἢ ταπεινοῦται πάλιν ὁμοίως, οὐδαμοῦ τὴν συμμετρίαν φυλάττουσα. Ἀγγέλων ἐσμὲν ἴσοι κατὰ τοῦτο· βασιλεία ἡμῖν ἐπήγγελται, ἡ μετὰ Χριστοῦ χορεία. Ἄνθρωπος μαστίζεται, καὶ οὐχ ὑποπίπτει· ἄνθρωπος θανάτου καταφρονεῖ, οὐ τρέμει, οὐ δέδοικεν, οὐκ ἐφίεται τοῦ πλείονος. Ὥστε ὅσοι μὴ τοιοῦτοί εἰσι, τῶν ἀλόγων εἰσὶ χείρους. Ὅταν γὰρ ἐν μὲν τοῖς σωματικοῖς πλεονεκτῇ[ς], τὰ δὲ ψυχικὰ πλεονεκτήματα μὴ ἔχῃς, πῶς οὐχὶ τῶν ἀλόγων εἶ χείρων; Ἄγε γὰρ εἰς μέσον τινὰ τῶν ἐν κακίᾳ ἀλογωτέρων, τῶν ἐν τρυφῇ ζώντων καὶ πλεονεξίᾳ· ὁ ἵππος αὐτοῦ πολεμικώτερος, ὁ ὗς ἰσχυρότερος, ὁ λαγωὸς ταχύτερος, ὁ ταὼς ὡραιότερος, ὁ κύκνος εὐφωνότερος, ὁ ἐλέφας μείζων, ὁ ἀετὸς ὀξυδερκέστερος, πάντες ὄρνιθες πλουσιώτεροι. Πόθεν οὖν ἄξιος εἶ κρατεῖν τῶν ἀλόγων; ἀπὸ τοῦ λόγου; Ἀλλ' οὐκ ἔστιν. Ὅταν γὰρ μὴ εἰς δέον αὐτῷ κέχρησαι, πάλιν ἐκείνων χείρων εἶ· ὅταν γὰρ λόγον ἔχων ἀλογώτερος ἐκείνων ᾖς, κρεῖττον ἦν εἰ μηδὲ τὴν ἀρχὴν ἐγένου λογικός. Οὐ γάρ ἐστιν ἴσον, λαβόντα ἀρχὴν προδοῦναι, καὶ παρὰ καιρὸν μὴ λαβεῖν. Ὁ βασιλεύων καὶ τῶν δορυφόρων χείρων ὢν, κρεῖττον ἦν εἰ μηδὲ τὴν ἁλουργίδα περιέκειτο. Οὕτω δὴ καὶ ἐνταῦθα. Εἰδότες οὖν, ὅτι καὶ τῶν ἀλόγων χείρους ἐσμὲν τῆς ἀρετῆς χωρὶς, ταύτην ἀσκῶμεν, ἵνα ἄνθρωποι γενώμεθα, μᾶλλον δὲ ἄγγελοι, καὶ τῶν ἐπηγγελμένων ἀγαθῶν ἀπολαύσωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Philippenses (homiliae 1-15). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg160.local001/.
