Ancient Greek
Ἐχάρην δὲ ἐν Κυρίῳ μεγάλως, ὅτι ἤδη ποτὲ ἀνεθάλετε τὸ ὑπὲρ ἐμοῦ φρονεῖν· ἐφ' ᾧ καὶ ἐφρονεῖτε, ἠκαιρεῖσθε δέ. Οὐχ ὅτι καθ' ὑστέρησιν λέγω· ἐγὼ γὰρ ἔμαθον, ἐν οἷς εἰμι, αὐτάρκης εἶναι. Οἶδα καὶ ταπεινοῦσθαι, οἶδα καὶ περισσεύειν· ἐν παντὶ καὶ ἐν πᾶσι μεμύημαι, καὶ χορτάζεσθαι καὶ πεινᾷν, καὶ περισσεύειν καὶ ὑστερεῖσθαι· πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ. Πλὴν καλῶς ἐποιήσατε συγκοινωνήσαντές μου τῇ θλίψει.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Philippenses (homiliae 1-15) 6.1-4
Not analysed yet
Ἀλλὰ ταῦτα μὲν ἀπὸ τῶν παρὰ τῶν ἔξωθεν συντεθέντων ἴσμεν· εἰ δὲ βούλεσθε, καὶ ἀπὸ τῶν Γραφῶν ἐροῦμεν. Ὁ Σαοὺλ πρῶτος ἐβασίλευσεν, ἀλλ' ἴστε πῶς καὶ οὗτος ἀπώλετο μυρίων πειραθεὶς κακῶν. Μετ' ἐκεῖνον ὁ Δαυῒδ, ὁ Σολομὼν, ὁ Ἀβιὰ, ὁ Ἐζεκίας, ὁ Ἰωσίας ὁμοίως. Οὐ γὰρ ἔστι θλίψεως χωρὶς, οὐκ ἔστι πόνων χωρὶς, οὐκ ἔστιν ἀθυμίας ἐκτὸς τὸν παρόντα βίον διελθεῖν. Ἀλλ' ἡμεῖς ἀθυμῶμεν μὴ ὑπὲρ τῶν τοιούτων, ὑπὲρ ὧν οἱ βασιλεῖς, ἀλλ' ὑπὲρ τοιούτων, ὑπὲρ ὧν καὶ κέρδος ἔχομεν μέγα· Ἡ γὰρ κατὰ Θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον κατεργάζεται. Ὑπὲρ τούτων χρὴ λυπεῖσθαι, ὑπὲρ τούτων ἀλγεῖν, ὑπὲρ τούτων δάκνεσθαι· οὕτως ἐλυπεῖτο Παῦλος ὑπὲρ τῶν ἁμαρτανόντων, οὕτως ἐδάκρυεν· Ἐκ γὰρ πολλῆς θλίψεως, φησὶ, καὶ συνοχῆς καρδίας ἔγραψα ὑμῖν διὰ πολλῶν δακρύων. Ἐπειδὴ γὰρ ὑπὲρ οἰκείων οὐκ εἶχε πενθεῖν, ὑπὲρ τῶν ἀλλοτρίων τοῦτο ἐποίει· μᾶλλον δὲ κἀκεῖνα οἰκεῖα ἡγεῖτο κατὰ τὸν τοῦ πένθους λόγον. Ἕτεροι ἐσκανδαλίζοντο, καὶ αὐτὸς ἐπυροῦτο· ἕτεροι ἠσθένουν, καὶ αὐτὸς ἠσθένει. Ἀγαθὸν ἡ τοιαύτη λύπη, πάσης κρείττων αὕτη χαρᾶς κοσμικῆς. Τὸν οὕτω πενθοῦντα ἐγὼ πάντων τῶν ἀνθρώπων προκρίνω· μᾶλλον δὲ καὶ αὐτὸς τοὺς οὕτω πενθοῦντας μακαρίζει ὁ Κύριος, τοὺς συμπαθεῖς. Οὐχ οὕτως αὐτὸν ἐπὶ τοῖς κινδύνοις θαυμάζω· μᾶλλον δὲ οὐχ ἧττον αὐτὸν τῶν κινδύνων θαυμάζω, ὑφ' ὧν καθ' ἑκάστην ἡμέραν ἀπέθνησκεν· ἀλλὰ τοῦτό με μᾶλλον αἱρεῖ. Ἀπὸ γὰρ ψυχῆς φιλοθέου καὶ φιλοστόργου ἐγίνετο, ἀπὸ ἀγάπης, ἣν αὐτὸς ὁ Χριστὸς ἐζήτει, ἀπὸ συμπαθείας ἀδελφικῆς καὶ πατρικῆς, μᾶλλον δὲ καὶ τούτων ἀμφοτέρων μείζονος. Οὕτω διακεῖσθαι χρὴ, οὕτω δακρύειν· τὰ τοιαῦτα δάκρυα πολλῆς ἐστιν εὐφροσύνης μεστά· τὸ τοιοῦτον πένθος ὑπόθεσις χαρᾶς ἐστι. Καὶ μή μοι εἴπῃς, τί πλέον ἐκ τοῦ θρηνεῖν, ὑπὲρ ὧν τοῦτο ποιῶ; Κἂν μηδὲν ὀνήσωμεν τοὺς θρηνουμένους, ἀλλὰ πάντως ἡμᾶς αὐτοὺς ὠφελήσομεν. Ὁ γὰρ ὑπὲρ τῶν ἀλλοτρίων οὕτως ἀλγῶν, πολλῷ μᾶλλον ὑπὲρ τῶν ἰδίων τοῦτο ποιήσεται· ὁ ἐπὶ τοῖς ἑτέρων οὕτω δακρύων, οὐκ ἀδακρυτὶ τὰ οἰκεῖα παρελεύσεται πλημμελήματα· μᾶλλον δὲ οὐδὲ ἁμαρτήσει ταχέως. Τὸ δὲ δεινὸν, ὅτι κελευσθέντες οὕτως ἐπὶ τοῖς ἁμαρτάνουσι θρηνεῖν, οὐδὲ ἐπὶ τοῖς οἰκείοις τινὰ ἐπιδεικνύμεθα μετάνοιαν, ἀλλ' ἀναλγήτως πταίοντες διακείμεθα, καὶ πάντων μᾶλλον φροντίζομεν, καὶ πάντα λογιζόμεθα μᾶλλον ἢ τὰ οἰκεῖα ἁμαρτήματα. Διὰ τοῦτο χαίρομεν χαρὰν τὴν ἀνόνητον, τὴν τοῦ κόσμου, τὴν εὐθέως σβεννυμένην, τὴν μυρίας τίκτουσαν λύπας. Λυπηθῶμεν τοίνυν λύπην χαρᾶς μητέρα, καὶ μὴ ἡσθῶμεν χαρὰν λύπην τίκτουσαν· ἀφῶμεν δάκρυα σπείροντα πολλὴν ἡδονὴν, καὶ μὴ γελῶμεν γέλωτα βρυγμὸν ἡμῖν ὀδόντων τίκτοντα· θλιβῶμεν θλῖψιν, ἀφ' ἧς ἄνεσις βλαστάνει, καὶ μὴ ζητῶμεν τρυφὴν, ἀφ' ἧς πολλὴ θλῖψις καὶ ὀδύνη τίκτεται· ἐπὶ τῆς γῆς μικρὸν πονήσωμεν, ἵνα τρυφήσωμεν διηνεκῶς ἐν τοῖς οὐρανοῖς· ἐν τῷ ἐπικήρῳ βίῳ θλίψωμεν ἑαυτοὺς, ἵνα ἐν τῷ ἀπείρῳ τύχωμεν ἀνέσεως· μὴ διαχυθῶμεν ἐν τῷ βραχεῖ τούτῳ, ἵνα μὴ στενάξωμεν ἐν τῷ ἀπείρῳ. Οὐχ ὁρᾶτε πόσοι καὶ ἐνταῦθα θλίβονται βιωτικῶν ἕνεκεν πραγμάτων; Ἐννόησον ὅτι καὶ σὺ εἷς ἐξ ἐκείνων εἶ, καὶ φέρε τὴν θλῖψιν καὶ τὴν ὀδύνην, τῇ ἐλπίδι τῶν μελλόντων τρεφόμενος· οὐκ εἶ σὺ τοῦ Παύλου βελτίων οὐδὲ τοῦ Πέτρου, τῶν οὐδέποτε ἀνέσεως τυχόντων, τῶν ἐν λιμῷ καὶ δίψει καὶ γυμνότητι τὸν πάντα βίον διεξελθόντων. Εἰ βούλει τῶν αὐτῶν ἐκείνοις τυχεῖν, τί τὴν ἐναντίαν ὁδεύεις ὁδόν; εἰ βούλει πρὸς τὴν πόλιν ἀπαντῆσαι ἐκείνην, ἧς ἐκεῖνοι κατηξιώθησαν, ἐκείνην βάδιζε τὴν ὁδὸν τὴν ἐκεῖ φέρουσαν. Οὐ φέρει ἡ τῆς ἀνέσεως ὁδὸς ἐκεῖ, ἀλλ' ἡ τῆς θλίψεως· ἐκείνη εὐρύχωρος, αὕτη στενή. Ταύτην βαδίζωμεν, ἵνα τύχωμεν τῆς αἰωνίου ζωῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.