# In epistulam ad Romanos (homiliae 1-32) 1.1-10

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32), Οὐκ ἐγράφη δὲ δι' αὐτὸν μόνον, ὅτι ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην· ἀλλὰ καὶ δι' ἡμᾶς, οἷς μέλλει λογίζεσθαι, τοῖς πιστεύουσιν ἐπὶ τὸν ἐγείραντα Ἰησοῦν τὸν Κύριον ἡμῶν ἐκ νεκρῶν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-romanos-homiliae-1-32/1.1-10

Πολλὰ καὶ μεγάλα περὶ τοῦ Ἀβραὰμ εἰπὼν, καὶ περὶ τῆς πίστεως αὐτοῦ καὶ τῆς δικαιοσύνης καὶ τῆς παρὰ τοῦ Θεοῦ τιμῆς, ἵνα μὴ λέγῃ ὁ ἀκροατὴς, Καὶ τί πρὸς ἡμᾶς; ἐκεῖνος γάρ ἐστιν ὁ δικαιωθείς· ἵστησιν ἡμᾶς ἐγγὺς τοῦ πατριάρχου πάλιν. Τοσαύτη τῶν πνευματικῶν λόγων ἡ δύναμις. Τὸν γὰρ ἐξ ἐθνῶν, τὸν ἄρτι προσελθόντα, τὸν οὐδὲν ἐργασάμενον, οὐ μόνον τοῦ Ἰουδαίου τοῦ πιστοῦ οὐδὲν ἔφησεν ἔλαττον ἔχειν, ἀλλ' οὐδὲ τοῦ πατριάρχου· μᾶλλον δὲ, εἰ χρή τι θαυμαστὸν εἰπεῖν, καὶ πολλῷ πλέον. Τοσαύτη γὰρ ἡμῶν ἡ εὐγένεια, ὡς τὴν ἐκείνου πίστιν τῆς ἡμετέρας τύπον εἶναι. Καὶ οὐκ εἶπεν, Εἰ δὲ ἐκείνῳ ἐλογίσθη, εἰκὸς ὅτι καὶ ἡμῖν, ἵνα μὴ ποιήσῃ αὐτὸ συλλογισμόν· ἐξ αὐθεντίας δὲ τῶν θείων φθέγγεται νόμων, καὶ τῆς Γραφῆς ἀπόφασιν αὐτὸ ὅλον ποιεῖ. Διὰ τί γὰρ ἐγράφη, φησὶν, ἀλλ' ἢ ἵνα μάθωμεν, ὅτι καὶ ἡμεῖς οὕτω δικαιούμεθα; τῷ γὰρ αὐτῷ Θεῷ πεπιστεύκαμεν ὑπὲρ τῶν αὐτῶν πραγμάτων, εἰ καὶ μὴ ἐπὶ τῶν αὐτῶν προσώπων. Εἰπὼν δὲ τὴν πίστιν ἡμῶν, λέγει καὶ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν τὴν ἄφατον, ἣν ἀεὶ περιστρέφει, τὸν σταυρὸν εἰς μέσον φέρων· ὃ καὶ νῦν ἐδήλωσεν εἰπών· Ὃς παρεδόθη διὰ τὰ παραπτώματα ἡμῶν, καὶ ἠγέρθη διὰ τὴν δικαίωσιν ἡμῶν. Ὅρα πῶς τὴν αἰτίαν εἰπὼν τοῦ θανάτου, τὴν αὐτὴν καὶ ἀπόδειξιν ἀναστάσεως ποιεῖται. Διὰ τί γὰρ ἐσταυρώθη, φησίν; Οὐ δι' οἰκείαν ἁμαρτίαν· καὶ δῆλον ἐκ τῆς ἀναστάσεως. Εἰ γὰρ ἦν ἁμαρτωλὸς, πῶς ἀνέστη; εἰ δὲ ἀνέστη, εὔδηλον ὅτι ἁμαρτωλὸς οὐκ ἦν· εἰ δὲ ἁμαρτωλὸς οὐκ ἦν, πῶς ἐσταυρώθη; Δι' ἑτέρους. Εἰ δὲ δι' ἑτέρους, πάντως ἀνέστη. Ἵνα γὰρ μὴ λέγῃς, Πῶς τοσούτοις ἁμαρτήμασιν ὄντες ὑπεύθυνοι δυνάμεθα δικαιωθῆναι; ἔδειξε τὸν πάντα ἀπαλείψαντα τὰ ἁμαρτήματα, ἵνα καὶ ἐκ τῆς πίστεως τοῦ Ἀβραὰμ, δι' ἧς ἐδικαιώθη, καὶ ἐκ τῆς τοῦ πάθους τοῦ σωτηρίου, δι' οὗ τῶν ἁμαρτημάτων ἀπηλλάγημεν, βεβαιώσῃ τὸν λόγον. Εἰπὼν δὲ αὐτοῦ τὸν θάνατον, λέγει καὶ τὴν ἀνάστασιν. Οὐ γὰρ διὰ τοῦτο ἀπέθανεν, ἵνα ὑπευθύνους ἔχῃ κολάσει, καὶ καταδίκους, ἀλλ' ἵνα εὐεργετήσῃ· ἐπὶ τούτῳ γὰρ καὶ ἀπέθανε καὶ ἀνέστη, ἵνα δικαίους ἐργάσηται. Δικαιωθέντες οὖν ἐκ πίστεως, εἰρήνην ἔχωμεν πρὸς τὸν Θεὸν διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Τί ἐστιν, Εἰρήνην ἔχωμεν; Τινὲς μέν φασιν, ὅτι Μὴ δὴ στασιάζωμεν φιλονεικοῦντες τὸν νόμον εἰσαγαγεῖν· ἐμοὶ δὲ δοκεῖ περὶ πολιτείας ἡμῖν λοιπὸν διαλέγεσθαι. Ἐπειδὴ γὰρ πολλὰ περὶ πίστεως διαλεχθεὶς καὶ τῆς διὰ τῶν ἔργων δικαιοσύνης, αὐτὴν προὔθηκεν· ἵνα μή τις νομίσῃ ῥᾳθυμίας ὑπόθεσιν εἶναι τὰ λεγόμενα, φησίν· Εἰρήνην ἔχωμεν· τουτέστι, Μηκέτι ἁμαρτάνωμεν, μηδὲ πρὸς τὰ πρότερα ἐπανερχώμεθα· τοῦτο γάρ ἐστι πόλεμον ἔχειν πρὸς τὸν Θεόν. Καὶ πῶς δυνατὸν, φησὶ, τὸ μηκέτι ἁμαρτάνειν; Πῶς τὸ πρότερον ἐγένετο δυνατόν; Εἰ γὰρ τοσούτων ὄντες ὑπεύθυνοι, πάντων ἀπηλλάγημεν διὰ τοῦ Χριστοῦ, πολλῷ μᾶλλον ἐν οἷς ἐσμεν μεῖναι δι' αὐτοῦ δυνησόμεθα. Οὐ γάρ ἐστιν ἴσον μὴ οὖσαν εἰρήνην λαβεῖν, καὶ δοθεῖσαν κατασχεῖν, ἐπειδήπερ ἡ κτῆσις τῆς φυλακῆς χαλεπώτερον· ἀλλ' ὅμως γέγονε τὸ χαλεπώτερον εὔκολον, καὶ εἰς ἔργον ἐξέβη. Οὐκοῦν ἔσται καὶ τὸ εὐκολώτερον ἡμῖν εὐκατόρθωτον, ἂν ἐχώμεθα τοῦ καὶ ἐκεῖνα ἡμῖν ἠνυκότος. Ἐνταῦθα δὲ οὐ τὸ εὔκολον αἰνίττεσθαί μοι δοκεῖ μόνον, ἀλλὰ καὶ τὸ εὔλογον. Εἰ γὰρ αὐτὸς ἡμᾶς κατήλλαξεν ἐκπεπολεμωμένους, εὔλογον μένειν ἐπὶ τῆς καταλλαγῆς, καὶ ταύτην ἀποδοῦναι αὐτῷ τὴν ἀμοιβὴν, ἵνα μὴ δόξῃ σκαιοὺς καὶ ἀγνώμονας κατηλλαχέναι τῷ Πατρί. Δι' αὐτοῦ γὰρ, φησὶ, καὶ τὴν προσαγωγὴν ἐσχήκαμεν τῇ πίστει. Εἰ τοίνυν μακρὰν ὄντας προσήγαγε, πολλῷ μᾶλλον ἐγγὺς γενομένους καθέξει.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg155.local001/.
