Ancient Greek · ~19 min
Διὰ τοῦτο, ὥσπερ δι' ἑνὸς ἀνθρώπου ἡ ἁμαρτία εἰς τὸν κόσμον εἰσῆλθε, καὶ διὰ τῆς ἁμαρτίας ὁ θάνατος· καὶ οὕτως εἰς πάντας ἀνθρώπους διῆλθεν ὁ θάνατος, ἐφ' ᾧ πάντες ἥμαρτον.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32) 1.1-11
Not analysed yet
Καθάπερ οἱ τῶν ἰατρῶν ἄριστοι τὴν ῥίζαν ἀεὶ πολυπραγμονοῦσι τῶν νοσημάτων, καὶ ἐπ' αὐτὴν ἔρχονται τὴν πηγὴν τοῦ κακοῦ· οὕτω καὶ ὁ μακάριος Παῦλος. Εἰπὼν γὰρ, ὅτι ἐδικαιώθημεν, καὶ δείξας ἀπὸ τοῦ πατριάρχου καὶ ἀπὸ τοῦ Πνεύματος καὶ ἐκ τοῦ ἀποθανεῖν τὸν Χριστὸν (οὐδὲ γὰρ ἂν ἀπέθανεν, εἰ μὴ ἔμελλε δικαιοῦν), κατασκευάζει λοιπὸν καὶ ἑτέρωθεν τὰ διὰ τούτων ἀποδειχθέντα, καὶ ἀπὸ τῶν ἐναντίων συνιστὰς τὸ προκείμενον, τουτέστιν, ἀπὸ τοῦ θανάτου καὶ τῆς ἁμαρτίας, πῶς καὶ τίνι τρόπῳ ζητεῖ, καὶ πόθεν εἰσῆλθεν ὁ θάνατος, καὶ πῶς ἐκράτησε. Πῶς οὖν εἰσῆλθεν ὁ θάνατος, καὶ ἐκράτησε; Διὰ τῆς ἁμαρτίας τοῦ ἑνός. Τί δέ ἐστιν, Ἐφ' ᾧ πάντες ἥμαρτον; Ἐκείνου πεσόντος, καὶ οἱ μὴ φαγόντες ἀπὸ τοῦ ξύλου γεγόνασιν ἐξ ἐκείνου πάντες θνητοί. Ἄχρι γὰρ νόμου ἁμαρτία ἦν ἐν κόσμῳ· ἁμαρτία δὲ οὐκ ἐλλογεῖται, μὴ ὄντος νόμου. Τὸ, Ἄχρι νόμου, τινὲς τὸν χρόνον ἐκεῖνον νομίζουσιν αὐτὸν εἰρηκέναι τὸν πρὸ τῆς τοῦ νόμου δόσεως· οἷον τὸν ἐπὶ Ἄβελ, τὸν ἐπὶ Νῶε, τὸν ἐπὶ Ἀβραὰμ, τὸν ἕως ὅτε Μωϋσῆς ἐγεννήθη. Ποία οὖν τότε ἦν ἡ ἁμαρτία; Τινές φασι τὴν ἐν παραδείσῳ λέγειν αὐτόν· οὐδέπω γὰρ ἦν λυθεῖσα, φησὶν, ἀλλὰ καὶ ἤνθει αὐτῆς ὁ καρπός· τὸν γὰρ κοινὸν ἐκείνη θάνατον ἤνεγκεν, ὃς ἐκράτει καὶ ἐτυράννει. Τίνος οὖν ἕνεκεν ἐπάγει, Ἁμαρτία δὲ οὐκ ἐλλογεῖται, μὴ ὄντος νόμου; Ἐξ ἀντιθέσεως τῶν Ἰουδαίων, φησὶν, οἱ τὰ ἡμέτερα εἰρηκότες τοῦτο αὐτὸν τεθεικέναι λέγονται, ὅτι εἰ μὴ ἔστιν ἁμαρτία χωρὶς νόμου, πῶς ὁ θάνατος ἀνήλισκε πάντας τοὺς πρὸ τοῦ νόμου; Ἐμοὶ δὲ δοκεῖ τὸ λεχθήσεσθαι μέλλον λόγον ἔχειν μᾶλλον, καὶ τῇ ἀποστολικῇ συμβαίνειν διανοίᾳ. Τί δὲ τοῦτό ἐστιν; Εἰπὼν, ὅτι ἄχρι νόμου ἁμαρτία ἦν ἐν κόσμῳ, τοῦτό μοι δοκεῖ λέγειν, ὅτι τοῦ νόμου δοθέντος, ἡ ἁμαρτία ἐκράτει ἡ ἐκ τῆς παραβάσεως, καὶ ἕως τότε ἐκράτει, ἕως καὶ νόμος ἦν· οὐδὲ γὰρ δύναται συστῆναι, φησὶν, ἁμαρτία, μὴ ὄντος νόμου. Εἰ τοίνυν αὕτη ἡ ἁμαρτία, φησὶν, ἐκ τῆς τοῦ νόμου παραβάσεως τὸν θάνατον ἔτικτε, πῶς οἱ πρὸ τοῦ νόμου πάντες ἀπέθνησκον; Εἰ γὰρ ἐξ ἁμαρτίας ὁ θάνατος τὴν ῥίζαν ἔσχε, νόμου δὲ οὐκ ὄντος ἡ ἁμαρτία οὐκ ἐλλογεῖται, πῶς ὁ θάνατος ἐκράτει; Ὅθεν δῆλον, ὅτι οὐχ αὕτη ἡ ἁμαρτία ἡ τῆς τοῦ νόμου παραβάσεως, ἀλλ' ἐκείνη ἡ τῆς τοῦ Ἀδὰμ παρακοῆς, αὕτη ἦν ἡ πάντα λυμαινομένη. Καὶ τίς ἡ τούτου ἀπόδειξις; Τὸ καὶ πρὸ τοῦ νόμου πάντας ἀποθνήσκειν. Ἐβασίλευσε γὰρ ὁ θάνατος, φησὶν, ἀπὸ Ἀδὰμ μέχρι Μωϋσέως, καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας. Πῶς ἐβασίλευσεν; Ἐν τῷ ὁμοιώματι τῆς παραβάσεως Ἀδὰμ, ὅς ἐστι τύπος τοῦ μέλλοντος. Διὰ γὰρ τοῦτο καὶ τύπος ἐστὶν Ἰησοῦ Χριστοῦ ὁ Ἀδάμ. Πῶς τύπος; φησίν. Ὅτι, ὥσπερ ἐκεῖνος τοῖς ἐξ αὐτοῦ, καίτοι γε μὴ φαγοῦσιν ἀπὸ τοῦ ξύλου, γέγονεν αἴτιος θανάτου τοῦ διὰ τὴν βρῶσιν εἰσαχθέντος· οὕτω καὶ ὁ Χριστὸς τοῖς ἐξ αὐτοῦ, καίτοι γε οὐ δικαιοπραγήσασι, γέγονε πρόξενος δικαιοσύνης, ἣν διὰ τοῦ σταυροῦ πᾶσιν ἡμῖν ἐχαρίσατο. Διὰ τοῦτο ἄνω καὶ κάτω τοῦ ἑνὸς ἔχεται, καὶ συνεχῶς τοῦτο εἰς μέσον φέρει, λέγων· Ὥσπερ δι' ἑνὸς ἀνθρώπου ἡ ἁμαρτία εἰς τὸν κόσμον εἰσῆλθε· καὶ, Ἐν τῷ τοῦ ἑνὸς παραπτώματι οἱ πολλοὶ ἀπέθανον· καὶ, Οὐχ ὡς δι' ἑνὸς ἁμαρτήσαντος, τὸ δώρημα· καὶ, Τὸ κρῖμα ἐξ ἑνὸς εἰς κατάκριμα· καὶ πάλιν, Εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι ὁ θάνατος ἐβασίλευσε διὰ τοῦ ἑνός· καὶ, Ἆρα οὖν ὡς δι' ἑνὸς παραπτώματος· καὶ πάλιν, Ὥσπερ διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοί· καὶ οὐκ ἀφίσταται τοῦ ἑνὸς, ἵν' ὅταν λέγῃ σοι ὁ Ἰουδαῖος, Πῶς, ἑνὸς κατορθώσαντος τοῦ Χριστοῦ, ἡ οἰκουμένη ἐσώθη; δυνηθῇς αὐτῷ λέγειν, Πῶς, ἑνὸς παρακούσαντος τοῦ Ἀδὰμ, ἡ οἰκουμένη κατεκρίθη; Καίτοι γε οὐκ ἴσον ἁμαρτία καὶ χάρις, οὐκ ἴσον θάνατος καὶ ζωὴ, οὐκ ἴσον διάβολος καὶ Θεὸς, ἀλλ' ἄπειρον τὸ μέσον. Ὅταν οὖν καὶ ἀπὸ τῆς τοῦ πράγματος φύσεως, καὶ ἀπὸ τῆς τοῦ μετελθόντος δυνάμεως, καὶ ἀπ' αὐτοῦ τοῦ πρέποντος (πολὺ γὰρ τῷ Θεῷ τοῦτο πρεπωδέστερον, τὸ σώζειν, ἢ τὸ κολάζειν), ἐνταῦθα ἡ ὑπεροχὴ καὶ τὰ νικητήρια, τίνα ἂν ἔχοις λόγον εἰς ἀπιστίαν, εἰπέ μοι; Ὅτι μὲν οὖν κατὰ λόγον τὸ γεγενημένον, ἔδειξεν εἰπών· Ἀλλ' οὐχ ὡς τὸ παράπτωμα, οὕτω καὶ τὸ χάρισμα. Εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι οἱ πολλοὶ ἀπέθανον, πολλῷ μᾶλλον ἡ χάρις τοῦ Θεοῦ καὶ ἡ δωρεὰ ἐν χάριτι τῇ τοῦ ἑνὸς ἀνθρώπου Ἰησοῦ Χριστοῦ, εἰς τοὺς πολλοὺς ἐπερίσσευσεν. Ὃ γὰρ λέγει, τοιοῦτόν ἐστιν· Εἰ ἡ ἁμαρτία τοσοῦτον ἴσχυσε, καὶ ἀνθρώπου ἁμαρτία ἑνός· χάρις, καὶ Θεοῦ χάρις, καὶ οὐ Πατρὸς μόνου, ἀλλὰ καὶ Υἱοῦ, πῶς οὐ περιέσται μειζόνως; πολλῷ γὰρ τοῦτο εὐλογώτερον. Τὸ μὲν γὰρ ἕτερον δι' ἕτερον κολάζεσθαι, οὐ σφόδρα δοκεῖ λόγον ἔχειν· τὸ δὲ ἕτερον δι' ἕτερον σώζεσθαι, καὶ πρεπωδέστερον μᾶλλον καὶ εὐλογώτερον. Εἰ τοίνυν ἐκεῖνο γέγονε, πολλῷ μᾶλλον τοῦτο.