# In epistulam ad Romanos (homiliae 1-32) 1.1-18

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32), Ἀδελφοὶ, ἡ μὲν εὐδοκία τῆς ἐμῆς καρδίας, καὶ ἡ δέησίς μου ἡ πρὸς Θεὸν, ὑπὲρ αὐτῶν ἐστιν εἰς σωτηρίαν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-romanos-homiliae-1-32/1.1-18

Μέλλει πάλιν αὐτῶν καθάπτεσθαι σφοδρότερον, ἢ πρότερον· διὸ πάλιν ἀναιρεῖ πάσης ἀπεχθείας ὑπόνοιαν, καὶ πολλῇ κέχρηται τῇ προδιορθώσει. Μὴ γὰρ προσέχετε τοῖς λόγοις, φησὶ, μηδὲ ταῖς κατηγορίαις, ἀλλ' ὅτι οὐκ ἀπὸ διανοίας ἐχθρᾶς ταῦτα φθέγγομαι. Οὐ γάρ ἐστι τοῦ αὐτοῦ σωθῆναί τε αὐτοὺς ἐπιθυμεῖν, καὶ μὴ μόνον ἐπιθυμεῖν, ἀλλὰ καὶ εὔχεσθαι, καὶ πάλιν μισεῖν καὶ ἀποστρέφεσθαι· καὶ γὰρ εὐδοκίαν ἐνταῦθα τὴν σφοδρὰν ἐπιθυμίαν φησί. Καὶ ὅρα καὶ τὴν δέησιν πῶς ποιεῖται ἀπὸ διανοίας. Οὐ γὰρ ὥστε ἀπαλλαγῆναι κολάσεως μόνον, ἀλλ' ὥστε καὶ σωθῆναι αὐτοὺς, πολλὴν καὶ τὴν σπουδὴν ποιεῖται καὶ τὴν εὐχήν. Καὶ οὐκ ἐντεῦθεν δὲ μόνον, ἀλλὰ καὶ ἐκ τῶν ἑξῆς δείκνυσι τὴν εὔνοιαν, ἣν ἔχει πρὸς αὐτούς. Ἀπὸ γὰρ τῶν ἐγχωρούντων, ὡς οἷός τε ἦν, βιάζεται καὶ φιλονεικεῖ, ζητῶν σκιὰν γοῦν τινα ἀπολογίας αὐτοῖς εὑρεῖν· καὶ οὐκ ἰσχύει, ὑπὸ τῆς τῶν πραγμάτων νικώμενος φύσεως. Μαρτυρῶ γὰρ αὐτοῖς, φησὶν, ὅτι ζῆλον Θεοῦ ἔχουσιν, ἀλλ' οὐ κατ' ἐπίγνωσιν. Οὐκοῦν συγγνώμης ταῦτα, οὐ κατηγορίας ἄξια. Εἰ μὴ γὰρ δι' ἄνθρωπόν εἰσιν ἀπεσχισμένοι, ἀλλὰ διὰ ζῆλον, ἐλεεῖσθαι μᾶλλον αὐτοὺς, ἢ κολάζεσθαι δίκαιον. Ἀλλ' ὅρα πῶς σοφῶς καὶ ἐχαρίσατο τῷ ῥήματι, καὶ ἔδειξεν αὐτῶν τὴν ἄκαιρον φιλονεικίαν. Ἀγνοοῦντες γὰρ, φησὶ, τὴν τοῦ Θεοῦ δι καιοσύνην. Πάλιν τὸ ῥῆμα συγγνώμης· ἀλλὰ τὸ ἑξῆς κατηγορίας ἐπιτεταμένης, καὶ πᾶσαν ἀναιρούσης ἀπολογίαν. Καὶ τὴν ἰδίαν γὰρ, φησὶ, δικαιοσύνην ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν. Ταῦτα δὲ ἔλεγε, δεικνὺς ὅτι ἀπὸ φιλονεικίας καὶ φιλαρχίας μᾶλλον, ἢ ἐξ ἀγνοίας ἐπλανήθησαν, καὶ ὅτι οὐδ' αὐτὴν ταύτην τὴν δικαιοσύνην τὴν ἀπὸ τῶν νομίμων ἔστησαν· τὸ γὰρ εἰπεῖν, Ζητοῦντες στῆσαι, τοῦτό ἐστιν ἐμφαίνοντος. Καὶ σαφῶς μὲν αὐτὸ οὐ τέθεικεν· οὐδὲ γὰρ εἶπεν, ὅτι ἑκατέρας τῆς δικαιοσύνης ἐξέπεσον· ᾐνίξατο δὲ αὐτὸ συνετῶς σφόδρα καὶ μετὰ τῆς προσηκούσης αὐτῷ σοφίας. Εἰ γὰρ ἐκείνην ἔτι ζητοῦσι στῆσαι, εὔδηλον ὅτι οὐκ ἔστησαν. Εἰ ταύτῃ οὐχ ὑπετάγησαν, καὶ ταύτης ἐξέπεσον. Ἰδίαν δὲ δικαιοσύνην αὐτὴν καλεῖ, ἢ διὰ τὸ μηκέτι τὸν νόμον ἰσχύειν, ἢ διὰ τὸ πόνων εἶναι καὶ ἱδρώτων· ταύτην δὲ τοῦ Θεοῦ δικαιοσύνην τὴν ἐκ πίστεως, διὰ τὸ ὁλόκληρον αὐτὴν ἐκ τῆς ἄνωθεν εἶναι χάριτος, καὶ οὐχὶ πόνοις, ἀλλὰ Θεοῦ δικαιοῦσθαι δωρεᾷ. Ἀλλ' οἱ ἀεὶ τῷ Πνεύματι τῷ ἁγίῳ ἀντιπίπτοντες, φιλονεικοῦντες διὰ τοῦ νόμου δικαιωθῆναι, οὐ προσῆλθον τῇ πίστει· μὴ προσελθόντες δὲ τῇ πίστει, μηδὲ λαβόντες τὴν ἐξ αὐτῆς δικαιοσύνην, καὶ ἀπὸ τοῦ νόμου μὴ δυνηθέντες δικαιωθῆναι, πάντοθεν ἐξέπεσον. Τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι. Ὅρα Παύλου σύνεσιν. Ἐπειδὴ γὰρ εἶπε δικαιοσύνην καὶ δικαιοσύνην, ἵνα μὴ δόξωσιν οἱ πιστεύσαντες ἐξ Ἰουδαίων τὴν μὲν ἔχειν, τῆς δὲ ἀπεστερῆσθαι, καὶ παρανομίας κρίνεσθαι· καὶ γὰρ καὶ τούτους οὐχ ἧττον δεδοικέναι ἐχρῆν ἔτι νεήλυδας ὄντας· μηδὲ Ἰουδαῖοι πάλιν προσδοκήσωσιν αὐτὴν κατορθοῦν, καὶ εἴπωσιν, ὅτι Εἰ καὶ μὴ νῦν ἐπληρώσαμεν, ἀλλὰ πάντως πληρώσομεν· ὅρα τί κατασκευάζει. Δείκνυσιν, ὅτι μία ἐστὶν ἡ δικαιοσύνη, καὶ ἐκείνη εἰς ταύτην ἀνακεφαλαιοῦται, καὶ ὅτι ὁ μὲν ταύτην ἑλόμενος τὴν διὰ πίστεως, κἀκείνην ἐπλήρωσεν· ὁ δὲ ταύτην ἀτιμάσας, κἀκείνης μετὰ ταύτης ἐξέπεσεν. Εἰ γὰρ τοῦ νόμου τέλος ὁ Χριστὸς, ὁ τὸν Χριστὸν οὐκ ἔχων, κἂν ἐκείνην δοκῇ ἔχειν, οὐκ ἔχει· ὁ δὲ τὸν Χριστὸν ἔχων, κἂν μὴ ᾖ κατωρθωκὼς τὸν νόμον, τὸ πᾶν εἴληφε. Καὶ γὰρ τέλος ἰατρικῆς ὑγεία. Ὥσπερ οὖν ὁ δυνάμενος ὑγιῆ ποιεῖν, κἂν μὴ τὴν ἰατρικὴν ἔχῃ, τὸ πᾶν ἔχει· ὁ δὲ μὴ εἰδὼς θεραπεύειν, κἂν μετιέναι δοκῇ τὴν τέχνην, τοῦ παντὸς ἐξέπεσεν· οὕτω καὶ ἐπὶ τοῦ νόμου καὶ τῆς πίστεως, ὁ μὲν ταύτην ἔχων, καὶ τὸ ἐκείνου τέλος ἔχει· ὁ δὲ ταύτης ἔξω ὢν, ἀμφοτέρων ἐστὶν ἀλλότριος. Τί γὰρ ἐβούλετο ὁ νόμος; Δίκαιον ποιῆσαι τὸν ἄνθρωπον· ἀλλ' οὐκ ἴσχυσεν· οὐδεὶς γὰρ αὐτὸν ἐπλήρωσε. Τοῦτο οὖν τέλος ἦν τοῦ νόμου, καὶ εἰς τοῦτο πάντα ἔβλεπε, καὶ διὰ τοῦτο πάντα ἐγένετο, καὶ αἱ ἑορταὶ καὶ αἱ ἐντολαὶ καὶ αἱ θυσίαι καὶ τὸ λοιπὰ πάντα, ἵνα δικαιωθῇ ὁ ἄνθρωπος. Ἀλλὰ τοῦτο τὸ τέλος ἤνυσεν ὁ Χριστὸς μειζόνως διὰ τῆς πίστεως. Μὴ τοίνυν φοβηθῇς, φησὶν, ὡς τὸν νόμον παραβαίνων, ἐπειδὴ τῇ πίστει προσῆλθες· τότε γὰρ αὐτὸν παραβαίνεις, ὅτε δι' αὐτὸν τῷ Χριστῷ μὴ πιστεύσῃς· ὡς, ἂν πιστεύσῃς αὐτῷ, κἀκεῖνον ἐπλήρωσας, καὶ πολλῷ πλέον ἢ ἐκέλευσε· πολλῷ γὰρ μείζονα δικαιοσύνην ἔλαβες. Εἶτα ἐπειδὴ ταῦτα ἀπόφασις ἦν, ἀπὸ τῶν Γραφῶν πάλιν αὐτὰ πιστοῦται. Μωϋσῆς γράφει, φησὶ, τὴν ἐκ τοῦ νόμου δικαιοσύνην. Ὃ δὲ λέγει, τοῦτό ἐστι· Μωϋσῆς δείκνυσιν ἡμῖν τὴν ἐκ τοῦ νόμου δικαιοσύνην, ὁποία τίς ἐστι καὶ ποταπή. Ποία τοίνυν, καὶ πόθεν συνίσταται; Ἀπὸ τοῦ πληρωθῆναι τὰς ἐντολάς. Ὁ ποιήσας αὐτὰ, φησὶ, ζήσεται ἐν αὐτοῖς. Καὶ ἄλλως οὐκ ἔνι δίκαιον γενέσθαι ἐν νόμῳ, ἀλλ' ἢ πάντα πληρώσαντα· τοῦτο δὲ οὐδενὶ γέγονε δυνατόν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg155.local001/.
