# In epistulam ad Romanos (homiliae 1-32) 1.1-21

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32), Παρακαλῶ οὖν ὑμᾶς, ἀδελφοὶ, διὰ τῶν οἰκτιρμῶν τοῦ Θεοῦ, παραστῆσαι τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-romanos-homiliae-1-32/1.1-21

Πολλὰ περὶ τῆς τοῦ Θεοῦ φιλανθρωπίας διαλεχθεὶς, καὶ δείξας αὐτοῦ τὴν ἄφατον κηδεμονίαν, καὶ τὴν ἀπόῤῥητον ἀγαθότητα καὶ οὐδὲ ἐρευνηθῆναι δυναμένην, αὐτὴν λοιπὸν ταύτην προβάλλεται, εἰς τὸ πεῖσαι τοὺς εὐεργετηθέντας ἀξίαν τῆς δωρεᾶς ἐπιδείξασθαι τὴν πολιτείαν. Καὶ τοσοῦτος ὢν καὶ τηλικοῦτος, οὐ παραιτεῖται παρακαλεῖν· καὶ ταῦτα οὐχ ὑπὲρ ὧν αὐτὸς ἔμελλεν ἀπολαύειν, ἀλλ' ὑπὲρ ὧν ἐκεῖνοι κερδανεῖν εἶχον. Καὶ τί θαυμάζεις, εἰ αὐτὸς οὐ παραιτεῖται παρακαλεῖν, ὅπου γε καὶ τοὺς οἰκτιρμοὺς τοῦ Θεοῦ προβάλλεται; Ἐπειδὴ γὰρ τὰ μυρία ἡμῖν ἐντεῦθεν, φησὶν, ἀγαθὰ ἀπὸ τῶν οἰκτιρμῶν τοῦ Θεοῦ, αὐτοὺς αἰδέσθητε, αὐτοὺς δυσωπήθητε. Καὶ γὰρ αὐτοὶ τὴν ἱκετηρίαν τιθέασιν, ἵνα μηδὲν ἀνάξιον αὐτῶν ἐπιδείξησθε. Δι' αὐτῶν οὖν τούτων, φησὶ, παρακαλῶ, δι' ὧν ἐσώθητε· ὥσπερ ἂν εἴ τις τὸν μεγάλα εὐεργετηθέντα ἐντρέψαι βουλόμενος, αὐτὸν τὸν εὐεργετήσαντα ἱκέτην ἀγάγοι. Καὶ τί παρακαλεῖς, εἰπέ μοι; Παραστῆσαι τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν. Ἐπειδὴ γὰρ εἶπε, Θυσίαν, ἵνα μή τις νομίσῃ, ὅτι κατασφάξαι κελεύει τὰ σώματα, ταχέως ἐπήγαγε, Ζῶσαν. Εἶτα διαιρῶν αὐτὴν ἀπὸ τῆς Ἰουδαϊκῆς, φησὶν, Ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν· ἐκείνη γὰρ σωματικὴ, καὶ οὐ σφόδρα εὐάρεστος. Τίς γὰρ ἐξεζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν, φησί; Καὶ πολλαχοῦ ἀλλαχοῦ φαίνεται διακρουόμενος αὐτάς. Ἀλλ' οὐχὶ ταύτην, ἀλλὰ καὶ ἐκείνης διδομένης ταύτην ἐζήτει. Διὸ καὶ ἔλεγε, Θυσία αἰνέσεως δοξάσει με· καὶ πάλιν, Αἰνέσω τὸ ὄνομα τοῦ Θεοῦ μου μετ' ᾠδῆς, καὶ ἀρέσει τῷ Θεῷ ὑπὲρ μόσχον νέον, κέρατα ἐκφέροντα καὶ ὁπλάς· καὶ ἀλλαχοῦ ἐκβάλλων αὐτὴν, καὶ λέγων· Μὴ φάγομαι κρέα ταύρων, ἢ αἷμα τράγων πίομαι; ἐπήγαγε, Θῦσον τῷ Θεῷ θυσίαν αἰνέσεως, καὶ ἀπόδος τῷ Ὑψίστῳ τὰς εὐχάς σου. Οὕτω καὶ Παῦλος ἐνταῦθα κελεύει· Παραστήσατε τὰ σώματα θυσίαν ζῶσαν. Καὶ πῶς ἂν γένοιτο τὸ σῶμα, φησὶ, θυσία; Μηδὲν ὀφθαλμὸς πονηρὸν βλεπέτω, καὶ γέγονε θυσία· μηδὲν ἡ γλῶσσα λαλείτω αἰσχρὸν, καὶ γέγονε προσφορά· μηδὲν ἡ χεὶρ πραττέτω παράνομον, καὶ γέγονεν ὁλοκαύτωμα. Μᾶλλον δὲ οὐκ ἀρκεῖ ταῦτα, ἀλλὰ καὶ τῆς τῶν ἀγαθῶν ἡμῖν ἐργασίας δεῖ, ἵνα ἡ μὲν χεὶρ ἐλεημοσύνην ποιῇ, τὸ δὲ στόμα εὐλογῇ τοὺς ἐπηρεάζοντας, ἡ δὲ ἀκοὴ θείαις σχολάζῃ διηνεκῶς ἀκροάσεσιν. Ἡ γὰρ θυσία οὐδὲν ἔχει ἀκάθαρτον, ἡ θυσία ἀπαρχὴ τῶν ἄλλων ἐστί. Καὶ ἡμεῖς τοίνυν καὶ χειρῶν καὶ ποδῶν καὶ στόματος καὶ τῶν ἄλλων ἁπάντων ἀπαρχώμεθα τῷ Θεῷ· ἡ τοιαύτη θυσία εὐάρεστος, ὡς ἥ γε τῶν Ἰουδαίων καὶ ἀκάθαρτος ἦν. Αἱ θυσίαι γὰρ αὐτῶν, φησὶν, ἄρτος πένθους αὐτοῖς. Ἀλλ' οὐχ ἡ ἡμετέρα. Ἐκείνη τὸ τεθυμένον νεκρὸν ἐναπέφηνεν· αὕτη τὸ τεθυμένον ζῶν ἀπεργάζεται. Ὅταν γὰρ νεκρώσωμεν ἡμῶν τὰ μέλη, τότε δυνησόμεθα ζῇν· καινὸς γὰρ οὗτος τῆς θυσίας ὁ νόμος· διὸ καὶ παράδοξος τοῦ πυρὸς ὁ τρόπος. Οὐδὲ γὰρ ξύλων δεῖται καὶ ὕλης ὑποκειμένης, ἀλλ' αὐτὸ καθ' ἑαυτὸ ζῇ τὸ πῦρ τὸ ἡμέτερον, καὶ οὐδὲ κατακαίει τὸ ἱερεῖον, ἀλλὰ μᾶλλον αὐτὸ ζωοποιεῖ. Ταύτην ἄνωθεν ὁ Θεὸς τὴν θυσίαν ἐζήτει· διὸ καὶ ἔλεγεν ὁ προφήτης, Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον. Καὶ οἱ παῖδες δὲ οἱ τρεῖς ταύτην προσῆγον λέγοντες· Οὐκ ἔστιν ἄρχων οὐδὲ προφήτης οὐδὲ τόπος τοῦ καρπῶσαι καὶ εὑρεῖν ἔλεος, ἀλλ' ἐν ψυχῇ συντετριμμένῃ καὶ πνεύματι ταπεινώσεως προσδεχθείημεν. Σκόπει δὲ πῶς καὶ ἑκάστῃ λέξει μετὰ πολλῆς κέχρηται τῆς ἀκριβείας. Οὐ γὰρ εἶπε, Ποιήσατε τὰ σώματα ὑμῶν θυσίαν, ἀλλὰ, Παραστήσατε. ὡς ἂν εἰ ἔλεγε, Μηδὲν λοιπὸν κοινὸν ἔχετε πρὸς αὐτά· ἑτέρῳ αὐτὰ ἐξεδώκατε. Καὶ γὰρ οἱ τοὺς ἵππους τοὺς πολεμιστηρίους παριστῶντες, οὐδὲν λοιπὸν κοινὸν πρὸς αὐτοὺς ἔχουσι. Καὶ σὺ τοίνυν παρέστησας τῷ πολέμῳ τῷ κατὰ τοῦ διαβόλου τὰ μέλη, καὶ τῇ παρατάξει τῇ φοβερᾷ· μὴ κάθελκε πρὸς ἰδιωτικὰς αὐτὰ διακονίας. Καὶ ἕτερον δὲ ἐκ τούτου δείκνυσιν, ὅτι καὶ δόκιμα αὐτὰ δεῖ ποιεῖν, εἴ γε παριστᾷν μέλλομεν. Οὐ γάρ τινι τῶν ἐπιγείων ἀνθρώπων, ἀλλ' αὐτῷ παριστῶμεν αὐτὰ τῷ βασιλεῖ τῶν ὅλων Θεῷ, οὐχ ἵνα πολεμῇ μόνον, ἀλλ' ἵνα καὶ αὐτὸν ἐπικαθήμενον ἔχῃ τὸν βασιλέα. Οὐδὲ γὰρ παραιτεῖται ἐπικαθῆσθαι τοῖς μέλεσιν ἡμῶν, ἀλλὰ καὶ σφόδρα τοῦτο βούλεται· καὶ ὅπερ βασιλεὺς οὐκ ἂν ἕλοιτο ὁμόδουλος ἡμῖν, τοῦτο ὁ τῶν ἀγγέλων Δεσπότης αἱρεῖται. Ἐπεὶ οὖν καὶ παρίστασθαι μέλλει, καὶ θυσία ἐστὶ, πάντα μῶμον περίελε· ὡς ἐὰν ἔχῃ μῶμον, οὐκέτ' ἂν εἴη θυσία. Οὐδὲ γὰρ ὀφθαλμὸς δύναται τυθῆναι πορνικὰ βλέπων, οὐ χεὶρ παραστῆναι ἁρπάζουσα καὶ πλεονεκτοῦσα, οὐ πόδες χωλὰ βαδίζοντες καὶ ἐπὶ θέατρα ἀναβαίνοντες, οὐ γαστὴρ τρυφῇ δουλεύουσα, καὶ τῶν ἡδονῶν ἀνάπτουσα τὰς ἐπιθυμίας, οὐ καρδία θυμὸν ἔχουσα καὶ ἔρωτα πορνικὸν, οὐ γλῶττα αἰσχρὰ φθεγγομένη.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg155.local001/.
