Ancient Greek
Λέγω δὲ Χριστὸν Ἰησοῦν διάκονον γεγενῆσθαι περιτομῆς ὑπὲρ ἀληθείας Θεοῦ, εἰς τὸ βεβαιῶσαι τὰς ἐπαγγελίας τῶν πατέρων.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32) 1.1-29
Not analysed yet
Πάλιν περὶ τῆς τοῦ Χριστοῦ κηδεμονίας διαλέγεται, ἔτι τοῦ αὐτοῦ κεφαλαίου ἐχόμενος, καὶ δεικνὺς ὅσα ἐποίησεν ὑπὲρ ἡμῶν, καὶ πῶς οὐχ ἑαυτῷ ἤρεσε. Καὶ μετὰ τούτου κἀκεῖνο κατασκευάζει, ὅτι μειζόνων εἰσὶν οἱ ἐξ ἐθνῶν ὀφειλέται τῷ Θεῷ. Εἰ δὲ μειζόνων εἰσὶ, δίκαιοι ἂν εἶεν φέρειν τοὺς ἐξ Ἰουδαίων ἀσθενεῖς. Ἐπειδὴ γὰρ σφόδρα ἐκείνων καθήψατο, ἵνα μὴ τούτους ἐπάρῃ τοῦτο, καταστέλλει πάλιν αὐτῶν τὴν ἀπόνοιαν, ἐκείνοις μὲν ἐξ ἐπαγγελίας πατέρων δεικνὺς διδόμενα τὰ ἀγαθὰ, τοῖς δὲ ἐξ ἐθνῶν, ἐξ ἐλέου καὶ φιλανθρωπίας μόνης· διὸ καὶ ἔλεγε, Τὰ δὲ ἔθνη ὑπὲρ ἐλέου δοξάσαι τὸν Θεόν. Ἵνα δὲ σαφέστερον γένηται τὸ λεγόμενον, αὐτῶν πάλιν ἄκουσον τῶν ῥημάτων, ἵνα μάθῃς τί ἐστι τὸ Ὑπὲρ ἀληθείας Θεοῦ γεγενῆσθαι τὸν Χριστὸν διάκονον περιτομῆς, εἰς τὸ βεβαιῶσαι τὰς ἐπαγγελίας τῶν πατέρων. Τί ποτ' οὖν ἐστι τὸ εἰρημένον; Ἐπαγγελία πρὸς τὸν Ἀβραὰμ ἦν γεγενημένη λέγουσα· Σοὶ δώσω τὴν γῆν καὶ τῷ σπέρματί σου, καὶ, Ἐν τῷ σπέρματί σου ἐνευλογηθήσονται πάντα τὰ ἔθνη. Ἀλλ' ἐγένοντο κολάσεως ὑπεύθυνοι μετὰ ταῦτα οἱ τοῦ σπέρματος Ἀβραὰμ ἅπαντες. Ὁ γὰρ νόμος ὀργὴν αὐτοῖς κατειργάζετο παραβαινόμενος, καὶ τῆς ἐπαγγελίας ἀπεστέρει λοιπὸν ἐκείνης τῆς τῶν πατέρων. Παραγενόμενος τοίνυν ὁ Υἱὸς συνέπραξε τῷ Πατρὶ, εἰς τὸ τὰς ἐπαγγελίας ἐκείνας ἀληθεῦσαι, καὶ εἰς τέλος ἐξελθεῖν. Πάντα γὰρ τὸν νόμον πληρώσας ἐν ᾧ καὶ περιτομὴν, καὶ ταύτῃ καὶ διὰ τοῦ σταυροῦ τῆς κατάρας ἀπαλλάξας τῆς ἐπὶ τῇ παραβάσει, οὐκ ἀφῆκε διαπεσεῖν τὴν ἐπαγγελίαν. Ὅταν οὖν λέγῃ, Διάκονον περιτομῆς, τοῦτο λέγει, ὅτι ἐλθὼν, καὶ πάντα τὸν νόμον πληρώσας, καὶ περιτμηθεὶς, καὶ γενόμενος σπέρμα τοῦ Ἀβραὰμ, ἔλυσε τὴν κατάραν, ἔπαυσε τοῦ Θεοῦ τὴν ὀργὴν, ἐπιτηδείους λοιπὸν ἐποίησε τοὺς μέλλοντας δέχεσθαι τὴν ἐπαγγελίαν, ἅπαξ ἀπαλλαγέντας τοῦ προσκεκρουκέναι. Ἵν' οὖν μὴ λέγωσιν οὗτοι οἱ ἐγκαλούμενοι, Πῶς οὖν ὁ Χριστὸς περιετέμνετο, καὶ πάντα τὸν νόμον ἐφύλαττεν; εἰς τοὐναντίον αὐτὸ περιτρέπει. Οὐ γὰρ ἵνα μείνῃ ὁ νόμος, τοῦτο ἐποίησε, φησὶν, ἀλλ' ἵνα αὐτὸν λύσῃ, καὶ σὲ ἀπαλλάξῃ τῆς ἐπικειμένης κατάρας, καὶ ἐλευθερώσῃ καθόλου τῆς ἀρχῆς τῆς ἐκείνου. Ἐπειδὴ γὰρ σὺ παρέβης τὸν νόμον, διὰ τοῦτο ἐκεῖνος ἐπλήρωσεν, οὐχ ἵνα σὺ πληρώσῃς, ἀλλ' ἵνα σοι τὰς ἐπαγγελίας βεβαιώσῃ τὰς πρὸς τοὺς πατέρας, ἃς ὁ νόμος διαπεσεῖν ἐποίει, δεικνύς σε προσκεκρουκότα καὶ τῆς κληρονομίας ὄντα ἀνάξιον· ὥστε καὶ σὺ κατὰ χάριν ἐσώθης· καὶ γὰρ ἀποβεβλημένος ἦς. Μὴ τοίνυν στασίαζε, μηδὲ φιλονείκει ἀντεχόμενος ἀκαίρως τοῦ νόμου, ὃς καὶ τῆς ἐπαγγελίας ἐξέβαλεν ἂν, εἰ μὴ τοσαῦτα ἔπαθεν ὑπὲρ σοῦ ὁ Χριστός. Ἔπαθε δὲ ταῦτα, οὐκ ἐπειδὴ σὺ ἄξιος ἦς σωτηρίας, ἀλλ' ὥστε ἀληθεῦσαι τὸν Θεόν. Εἶτα, ἵνα μὴ τοῦτο φυσήσῃ τὸν ἐξ ἐθνῶν, φησί· Τὰ δὲ ἔθνη ὑπὲρ ἐλέους δοξάσαι τὸν Θεόν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Οἱ μὲν Ἰουδαῖοι κἂν ἐπαγγελίας εἶχον, εἰ καὶ ἀνάξιοι ἦσαν· σὺ δὲ οὐδὲ τοῦτο, ἀλλ' ἀπὸ φιλανθρωπίας ἐσώθης μόνης. Εἰ καὶ τὰ μάλιστα οὐδὲ ἐκείνοις τι πλέον ἐγένετο ἀπὸ τῆς ἐπαγγελίας, εἰ μὴ παρεγένετο ὁ Χριστός· ἀλλ' ὅμως ἵνα αὐτοὺς κεράσῃ, καὶ συγχωρήσῃ κατεξανίστασθαι τῶν ἀσθενῶν, μέμνηται τῶν ἐπαγγελιῶν· περὶ δὲ τούτων φησὶν, ὅτι ἐλέει ἐσώθησαν μόνῳ· διὸ καὶ δίκαιοι ἂν εἶεν μάλιστα δοξάζειν τὸν Θεόν. Δόξα δὲ Θεῷ, τὸ συνῆφθαι, τὸ ἡνῶσθαι, τὸ ὁμοθυμαδὸν εὐφημεῖν, τὸ βαστάζειν τὸν ἀσθενέστερον, τὸ μὴ περιορᾷν ἀποῤῥηγνύμενον τὸ μέλος. Εἶτα καὶ μαρτυρίας ἐπάγει, ἐν αἷς δείκνυσιν, ὅτι δεῖ συνῆφθαι τοὺς ἐξ Ἰουδαίων τοῖς ἐξ ἐθνῶν, οὕτω λέγων· Καθὼς γέγραπται· Διὰ τοῦτο ἐξομολογήσομαί σοι ἐν ἔθνεσι, Κύριε, καὶ τῷ ὀνόματί σου ψαλῶ· καὶ, Εὐφράνθητε, ἔθνη, μετὰ τοῦ λαοῦ αὐτοῦ· καὶ, Αἰνεῖτε, πάντα τὰ ἔθνη, τὸν Κύριον, ἐπαινέσατε αὐτὸν, πάντες οἱ λαοί· καὶ, Ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαὶ, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν· ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσι. Ταῦτα δὲ πάντα παρήγαγε, δεικνὺς ὅτι δεῖ ἡνῶσθαι καὶ δοξάζειν τὸν Θεὸν, ὁμοῦ καὶ τὸν ἐξ Ἰουδαίων καταστέλλων, ἵνα μὴ ἐπαίρηται κατὰ τούτου, τῶν προφητῶν πάντων τούτους καλούντων, καὶ τὸν ἐξ ἐθνῶν πείθων μετριάζειν, τῷ δεῖξαι πλείονος ὑπεύθυνον ὄντα χάριτος.