Ancient Greek · ~15 min
Πρῶτον μὲν εὐχαριστῶ τῷ Θεῷ μου διὰ Ἰησοῦ Χριστοῦ ὑπὲρ πάντων ὑμῶν, ὅτι ἡ πίστις ὑμῶν καταγγέλλεται ἐν ὅλῳ τῷ κόσμῳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32) 1.1-3
Not analysed yet
Πρέπον τῇ μακαρίᾳ ψυχῇ τὸ προοίμιον, καὶ ἱκανὸν ἅπαντας παιδεῦσαι καὶ ἔργων καὶ λόγων ἀγαθῶν ἀπάρχεσθαι τῷ Θεῷ, καὶ μὴ μόνον ὑπὲρ τῶν οἰκείων, ἀλλὰ καὶ ὑπὲρ τῶν ἀλλοτρίων εὐχαριστεῖν κατορθωμάτων, ὃ καὶ φθόνου καὶ βασκανίας καθαρὰν ποιεῖ τὴν ψυχὴν, καὶ τὸν Θεὸν ἐπισπᾶται μειζόνως πρὸς τὴν τῶν εὐχαριστούντων εὔνοιαν. Διὸ καὶ ἀλλαχοῦ φησιν· Εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ. Εὐχαριστεῖν δὲ δεῖ οὐχὶ πλουτοῦντας μόνον, ἀλλὰ καὶ πενομένους, οὐχ ὑγιαίνοντας, ἀλλὰ καὶ νοσοῦντας, οὐκ εὐημεροῦντας, ἀλλὰ καὶ τἀναντία ὑπομένοντας· τὸ μὲν γὰρ ἐξ οὐρίας τῶν πραγμάτων φερομένων εὐχαριστεῖν, θαυμαστὸν οὐδέν· ὅταν δὲ πολὺ τὸ κλυδώνιον ᾖ, καὶ τὸ σκάφος περιτρέπηται καὶ κινδυνεύῃ, τότε ἐστὶν ἡ πολλὴ τῆς ὑπομονῆς καὶ τῆς εὐγνωμοσύνης ἐπίδειξις. Διὰ δὴ τοῦτο καὶ ὁ Ἰὼβ ἐντεῦθεν ἐστεφανοῦτο, καὶ τὸ ἀναίσχυντον τοῦ διαβόλου στόμα ἐνέφραττε, καὶ ἐδείκνυ σαφῶς, ὅτι οὐδὲ ἡνίκα εὐημερῶν ἦν, διὰ τὰ χρήματα εὐχάριστος ἦν, ἀλλὰ διὰ τὴν πολλὴν περὶ τὸν Θεὸν ἀγάπην. Ὅρα δὲ καὶ ἐπὶ τίσιν εὐχαριστεῖ· οὐκ ἐπὶ τοῖς γηΐνοις καὶ ἀπολλυμένοις, οἷον ἐπὶ ἀρχῇ καὶ δυναστείᾳ καὶ δόξῃ (ταῦτα γὰρ οὐδενὸς ἄξια λόγου), ἀλλ' ἐπὶ τοῖς ὄντως ἀγαθοῖς, τῇ πίστει καὶ τῇ παῤῥησίᾳ· καὶ μεθ' ὅσης εὐχαριστεῖ διαθέσεως· οὐ γὰρ εἶπε, Τῷ Θεῷ, ἀλλὰ, Τῷ Θεῷ μου· ὃ καὶ οἱ προφῆται ποιοῦσι· τὸ κοινὸν ἰδιοποιούμενοι. Καὶ τί θαυμαστὸν, εἰ οἱ προφῆται; Αὐτὸς γὰρ αὐτὸ συνεχῶς ὁ Θεὸς φαίνεται ποιῶν ἐπὶ τῶν δούλων, Θεὸν Ἀβραὰμ, καὶ Ἰσαὰκ, καὶ Ἰακὼβ ἰδιαζόντως λέγων ἑαυτόν. Ὅτι ἡ πίστις ὑμῶν καταγγέλλεται ἐν ὅλῳ τῷ κόσμῳ. Τί οὖν; πᾶσα ἡ γῆ τὴν πίστιν ἤκουσε τῶν Ῥωμαίων; Πᾶσα ἐξ ἐκείνου· καὶ οὐδὲν ἀπεικός· οὐ γὰρ ἄσημος ἡ πόλις ἦν, ἀλλ' ὥσπερ ἐπί τινος κορυφῆς κειμένη, διὰ πάντα κατάδηλος ἦν. Σὺ δέ μοι σκόπει τοῦ κηρύγματος τὴν δύναμιν, πῶς ἐν χρόνῳ βραχεῖ διὰ τελωνῶν καὶ ἁλιέων αὐτῆς τῆς τῶν πόλεων ἐπελάβετο κορυφῆς, καὶ ἄνδρες Σύροι Ῥωμαίων ἐγένοντο διδάσκαλοι καὶ καθηγηταί. Δύο τοίνυν αὐτοῖς μαρτυρεῖ κατορθώματα· καὶ ὅτι ἐπίστευον, καὶ ὅτι μετὰ παῤῥησίας ἐπίστευον, καὶ τοσαύτης ὡς πᾶσαν τὴν γῆν καταλαβεῖν τὴν ὑπὲρ αὐτῶν φήμην. Ἡ πίστις γὰρ ὑμῶν, φησὶ, καταγγέλλεται ἐν ὅλῳ τῷ κόσμῳ· ἡ πίστις, οὐχ αἱ λογομαχίαι οὐδὲ αἱ συζητήσεις οὐδὲ οἱ συλλογισμοί· καίτοι πολλὰ ἦν ἐκεῖ τὰ κωλύματα τῆς διδασκαλίας. Καὶ γὰρ ἄρτι τῆς οἰκουμένης δεξάμενοι τὴν ἀρχὴν μέγα ἐφρόνουν, καὶ πλούτῳ καὶ τρυφῇ συνέζων, καὶ τὸ κήρυγμα ἁλιεῖς ἐκόμιζον, Ἰουδαῖοι καὶ ἐξ Ἰουδαίων, ἔθνους μεμισημένου καὶ παρὰ πᾶσι βδελυκτοῦ, καὶ τὸν ἐσταυρωμένον προσκυνεῖν ἐκελεύοντο, τὸν ἐν Ἰουδαίᾳ τραφέντα· καὶ μετὰ τοῦ δόγματος καὶ βίον αὐστηρὸν κατήγγελλον οἱ διδάσκαλοι ἀνθρώποις τρυφᾷν μεμελετηκόσι, καὶ πρὸς τὰ παρόντα ἐπτοημένοις. Καὶ οἱ καταγγέλλοντες ἦσαν πένητες καὶ ἰδιῶται, ἀγεννεῖς καὶ ἐξ ἀγεννῶν. Ἀλλ' οὐδὲν τούτων τοῦ λόγου τὸν δρόμον ἐκώλυσε· τοσαύτη τοῦ σταυρωθέντος ἡ δύναμις ἦν, ὡς πανταχοῦ περιάγειν τὸν λόγον. Καταγγέλλεται γὰρ, φησὶν, ἐν ὅλῳ τῷ κόσμῳ. Καὶ οὐκ εἶπε, Δηλοῦται, ἀλλὰ, Καταγγέλλεται, ὡς πάντων ἐν στόμασιν αὐτοὺς ἐχόντων. Θεσσαλονικεῦσι μὲν οὖν τοῦτο μαρτυρῶν, καὶ ἕτερον προστίθησιν· εἰπὼν γὰρ, Ἀφ' ὑμῶν ἐξήχηται ὁ λόγος τοῦ Θεοῦ, ἐπήγαγεν, Ὥστε μὴ χρείαν ἔχειν ἡμᾶς λαλεῖν τι. Οἱ γὰρ μαθηταὶ ἐν τάξει διδασκάλων κατέστησαν, διὰ τῆς παῤῥησίας αὐτῶν πάντας παιδεύοντες, καὶ πρὸς ἑαυτοὺς ἐφελκόμενοι. Οὐ γὰρ ἵστατό που τὸ κήρυγμα, ἀλλὰ πυρὸς σφοδρότερον πᾶσαν ἐπῄει τὴν οἰκουμένην. Ἐνταῦθα δὲ τοσοῦτον μόνον, ὅτι Καταγγέλλεται. Καλῶς εἶπεν, ὅτι Καταγγέλλεται, δεικνὺς ὅτι οὐδὲν ἔδει προσθεῖναι τοῖς εἰρημένοις οὐδὲ ἀφελεῖν· ἀγγέλου γὰρ τοῦτο ἔργον ἐστὶ, τὸ μόνα τὰ λεγόμενα διακομίζειν. Διὰ τοῦτο καὶ ὁ ἱερεὺς ἄγγελος καλεῖται, ὅτι οὐ τὰ ἑαυτοῦ, ἀλλὰ τὰ τοῦ πέμποντος ἀναγγέλλει. Καίτοι γε Πέτρος ἐκήρυξεν ἐκεῖ, ἀλλὰ καὶ τὰ ἐκείνου ἑαυτοῦ ἡγεῖται· οὕτως, ὅπερ ἔφθην εἰπὼν, μεθ' ὑπερβολῆς ἁπάσης βασκανίας ἦν καθαρός. Μάρτυς γάρ μού ἐστιν ὁ Θεὸς, ᾧ λατρεύω ἐν τῷ πνεύματί μου, ἐν τῷ Εὐαγγελίῳ τοῦ Υἱοῦ αὐτοῦ.