Ancient Greek · ~19 min
Καθὼς οὐκ ἐδοκίμασαν τὸν Θεὸν ἔχειν ἐν ἐπιγνώσει, παρέδωκεν ὁ Θεὸς αὐτοὺς εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32) 1.1-6
Not analysed yet
Ἵνα μὴ δόξῃ αὐτοὺς αἰνίττεσθαι, ἐπὶ πολὺ τῷ τῆς παιδεραστίας ἐνδιατρίβων λόγῳ, μετέβη λοιπὸν ἐφ' ἕτερα εἴδη ἁμαρτημάτων· διὸ καὶ ἐφ' ἑτέρων προσώπων προάγει τὸν λόγον ἅπαντα. Καὶ ὥσπερ ἀεὶ τοῖς πιστοῖς διαλεγόμενος περὶ ἁμαρτημάτων, καὶ βουλόμενος ταῦτα δεῖξαι φευκτὰ, παράγει εἰς μέσον τὰ ἔθνη, λέγων· Μὴ ἐν πάθει ἐπιθυμίας, καθάπερ καὶ τὰ λοιπὰ ἔθνη τὰ μὴ εἰδότα τὸν Θεόν· καὶ πάλιν, Μὴ λυπεῖσθε, ὥσπερ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα· οὕτω καὶ ἐνταῦθα δείκνυσιν ἐκείνων τὰ ἁμαρτήματα ὄντα, καὶ πάσης αὐτοὺς ἀποστερεῖ συγγνώμης· οὐ γὰρ ἀγνοίας, ἀλλὰ μελέτης εἶναί φησι τὰ τολμήματα. Διόπερ οὐκ εἶπε. Καὶ καθὼς οὐκ ἔγνωσαν, ἀλλὰ, Καθὼς οὐκ ἐδοκίμασαν τὸν Θεὸν ἔχειν ἐν ἐπιγνώσει· κρίσεως διεφθαρμένης καὶ φιλονεικίας μᾶλλον, οὐ συναρπαγῆς λέγων εἶναι τὸ ἁμάρτημα, καὶ δεικνὺς οὐχὶ τῆς σαρκὸς, καθώς τινες τῶν αἱρετικῶν φασιν, ἀλλὰ τῆς διανοίας ὄντα τῆς πονηρᾶς ἐπιθυμίας τὰ ἁρμαρτήματα, καὶ τὴν πηγὴν ἐκεῖθεν οὖσαν τῶν κακῶν. Ἐπειδὴ γὰρ ὁ νοῦς ἀδόκιμος γέγονε, πάντα παρεσύρη λοιπὸν καὶ ἀνετράπη, τοῦ ἡνιόχου διαφθαρέντος. Πεπληρωμένους πάσῃ ἀδικίᾳ, πονηρίᾳ, πλεονεξίᾳ, κακίᾳ. Ὅρα πάντα μετ' ἐπιτάσεως· καὶ γὰρ Πεπληρωμένους εἶναί φησι, καὶ Πάσῃ. Ὀνομάσας δὲ γενικῶς τὴν κακίαν, καὶ τοῖς μέρεσιν ἐπεξέρχεται, καὶ τούτοις μεθ' ὑπερβολῆς, λέγων Μεστοὺς φθόνου, φόνου, Τοῦτο γὰρ ἐξ ἐκείνου, ὥσπερ ἐπὶ τοῦ Ἄβελ καὶ τοῦ Ἰωσὴφ ἐδείχθη. Εἶτα εἰπὼν, Ἔριδος, δόλου, κακοηθείας, ψιθυριστὰς, καταλάλους, θεοστυγεῖς, ὑβριστὰς, καὶ τὰ δοκοῦντα ἀδιάφορα εἶναι πολλοῖς ἐν τάξει θεὶς ἐγκλημάτων, αὔξει πάλιν τὴν κατηγορίαν, ἐπὶ τὴν ἀκρόπολιν ἀναβὰς τῶν κακῶν, καὶ εἰπὼν Ἀλαζόνας. Τοῦ γὰρ ἁμαρτάνειν τὸ καὶ ἁμαρτάνοντα φρονεῖν μέγα, χαλεπώτερον· διὸ καὶ Κορινθίοις αὐτὸ ἐγκαλεῖ λέγων· Καὶ ὑμεῖς πεφυσιωμένοι ἐστέ. Εἰ γὰρ ἐπὶ κατορθώματί τις φυσώμενος τὸ πᾶν ἀπώλεσεν, ὁ μετὰ ἁμαρτημάτων τοῦτο ποιῶν, πόσης οὐκ ἂν εἴη τιμωρίας ἄξιος; οὐδὲ γὰρ μεταγνῶναι δυνήσεται λοιπὸν ὁ τοιοῦτος. Εἶτά φησιν, Ἐφευρετὰς κακῶν· δηλῶν, ὅτι οὐδὲ τοῖς ἤδη οὖσιν ἠρκέσθησαν, ἀλλὰ καὶ ἐφεῦρον ἕτερα· ὅπερ πάλιν μελετώντων ἦν καὶ σπουδαζόντων, οὐχὶ συναρπαζομένων καὶ παρασυρομένων. Εἰπὼν δὲ κατὰ μέρος τὴν κακίαν, καὶ δείξας, ὅτι καὶ πρὸς αὐτὴν πάλιν τὴν φύσιν ἔστησαν (Γονεῦσι γὰρ, φησὶν, ἀπειθεῖς), ἐπὶ τὴν ῥίζαν λοιπὸν πρόεισι τῆς τοσαύτης λύμης, Ἀστόργους καὶ ἀσπόνδους καλῶν. Ταύτην γὰρ καὶ ὁ Χριστὸς τὴν αἰτίαν εἶναί φησι τῆς πονηρίας, λέγων· Ὅταν πληθυνθῇ ἡ ἀνομία, ψυγήσεται ἡ ἀγάπη. Τοῦτο γοῦν καὶ ἐνταῦθα λέγει ὁ Παῦλος, Ἀσυνθέτους, ἀστόργους, ἀσπόνδους, ἀνελεήμονας καλῶν, καὶ δηλῶν, ὅτι καὶ αὐτὸ τὸ τῆς φύσεως προὔδωκαν δῶρον. Ἔχομεν γὰρ καὶ φυσικήν τινα πρὸς ἀλλήλους οἰκείωσιν, ἣν καὶ θηρία πρὸς ἄλληλα κέκτηνται. Πᾶν γὰρ ζῶον, φησὶν, ἀγαπᾷ τὸ ὅμοιον αὐτοῦ, καὶ ἄνθρωπος τὸν πλησίον αὑτοῦ. Ἀλλ' οὗτοι κἀκείνων κατέστησαν ἀγριώτεροι. Τὴν μὲν οὖν νόσον τὴν ἀπὸ τῶν πονηρῶν δογμάτων τῇ οἰκουμένῃ γενομένην διὰ τούτων ἡμῖν παρέστησε, καὶ σαφῶς ἔδειξε τῆς τῶν νοσούντων ῥᾳθυμίας τὴν ἀῤῥωστίαν οὖσαν ἑκατέραν. Δείκνυσι δὲ λοιπὸν, ὅπερ ἐπὶ τῶν δογμάτων ἐποίησε, καὶ ἐνταῦθα συγγνώμης αὐτοὺς ἀπεστερημένους· διό φησιν· Οἵτινες τὸ δικαίωμα τοῦ Θεοῦ εἰδότες, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες ἄξιοι θανάτου εἰσὶν, οὐ μόνον αὐτοὶ ποιοῦσιν, ἀλλὰ καὶ συνευδοκοῦσι τοῖς πράττουσι. Δύο θεὶς ἀντιθέσεις, ἐνταῦθα ἀνεῖλεν ἀμφοτέρας αὐτὰς προηγουμένως. Τί γὰρ ἂν εἴποις, φησὶν, ὅτι οὐκ οἶδας τὰ πρακτέα; Μάλιστα μὲν εἰ καὶ μὴ ᾔδεις, σὺ αἴτιος, ὁ ἀφεὶς τὸν γνωρισαντά σοι Θεόν· νῦν δὲ καὶ διὰ πολλῶν σε δείκνυμεν εἰδότα, καὶ ἑκοντὶ πλημμελοῦντα. Ἀλλ' ὑπὸ τοῦ πάθους ἕλκῃ; Τί οὖν καὶ συμπράττεις, καὶ ἐπαινεῖς; Οὐ γὰρ μόνον αὐτὰ ποιοῦσι, φησὶν, ἀλλὰ καὶ συνευδοκοῦσι τοῖς πράσσουσι. Τὴν οὖν χαλεπωτέραν πρότερον θεὶς καὶ ἀσύγγνωστον, ἵνα ἕλῃ (καὶ γὰρ τοῦ πλημμελοῦντος ὁ τὴν ἁμαρτίαν ἐπαινῶν χαλεπώτερος πολύ)· τοῦτο οὖν πρῶτον εἰπὼν, διὰ τούτου σφοδρότερον πάλιν ἐν τοῖς ἑξῆς αὐτὸν χειροῦται, λέγων οὕτω· Διὸ ἀναπολόγητος εἶ, ὦ ἄνθρωπε, πᾶς ὁ κρίνων· Ἐν ᾧ γὰρ κρίνεις τὸν ἕτερον, σεαυτὸν κατακρίνεις. Ταῦτα πρὸς τοὺς ἄρχοντας ἀποτεινόμενος ἔλεγεν, ἐπειδὴ καὶ ἡ πόλις τότε ἐκείνη τὴν ἀρχὴν ἦν ἐγκεχειρισμένη τῆς οἰκουμένης. Προλαβὼν οὖν φησι· Σαυτοῦ ἀφαιρῇ τὴν ἀπολογίαν πᾶς ὅστις ἂν ᾖς· ὅταν γὰρ κατακρίνῃς τὸν μοιχὸν, μοιχεύῃς δὲ καὶ αὐτὸς, κἂν μηδεὶς ἀνθρώπων σε δικάζῃ, ἐν τῇ περὶ τοῦ ὑπευθύνου ψήφῳ καὶ κατὰ σαυτοῦ τὴν ἀπόφασιν ἤνεγκας. Οἴδαμεν γὰρ, ὅτι τὸ κρῖμα τοῦ Θεοῦ ἐστι κατὰ ἀλήθειαν ἐπὶ τοὺς τὰ τοιαῦτα πράσσοντας. Ἵνα γὰρ μὴ λέγῃ τις, ὅτι Τέως διέφυγον, φοβῶν φησιν, ὅτι οὐχ οὕτως ἐστὶ παρὰ τῷ Θεῷ ὥσπερ ἐνταῦθα. Ἐνταῦθα γὰρ ὁ μὲν κολάζεται, ὁ δὲ διαφεύγει τὰ αὐτὰ ποιῶν· ἐκεῖ δὲ οὐχ οὕτως. Ὅτι μὲν οὖν οἶδε τὸ δίκαιον ὁ κρίνων, εἶπε· πόθεν δὲ οἶδεν, οὐκ ἔτι προσέθηκε· περιττὸν γὰρ ἦν. Ἐπὶ μὲν γὰρ τῆς ἀσεβείας ἀμφότερα δείκνυσι, καὶ ὅτι τὸν Θεὸν εἰδὼς, ἠσέβει, καὶ πόθεν εἰδὼς, ἀπὸ τῆς κτίσεως. Ἐπειδὴ γὰρ οὐκ ἦν δῆλον ἅπασιν, εἶπε καὶ τὴν αἰτίαν· ἐνταῦθα δὲ ὡς ὡμολογημένου, παρίησιν. Ὅταν δὲ εἴπῃ, Πᾶς ὁ κρίνων, οὐ τοῖς ἄρχουσι διαλέγεται μόνον, ἀλλὰ καὶ ἰδιώταις καὶ ἀρχομένοις.