Ancient Greek · ~19 min
Τί οὖν ἐροῦμεν Ἀβραὰμ τὸν πατέρα ἡμῶν εὑρηκέναι κατὰ σάρκα; Εἰ γὰρ Ἀβραὰμ ἐξ ἔργων ἐδικαιώθη, ἔχει καύχημα, ἀλλ' οὐ πρὸς τὸν Θεόν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32) 1.1-9
Not analysed yet
Εἰπὼν, ὅτι ὑπόδικος ἐγένετο ὁ κόσμος τῷ Θεῷ, καὶ ὅτι πάντες ἥμαρτον, καὶ ὅτι οὐκ ἔνι σωθῆναι ἑτέρως, ἀλλ' ἢ διὰ πίστεως, σπουδάζει δεῖξαι λοιπὸν, ὅτι οὐδὲ αἰσχύνης ἡ σωτηρία αὕτη, ἀλλὰ καὶ δόξης λαμπρᾶς αἰτία, καὶ μείζονος τῆς διὰ τῶν ἔργων. Ἐπειδὴ γὰρ τὸ μετ' αἰσχύνης σώζεσθαι εἶχέ τινα καὶ ἀθυμίαν, καὶ ταύτην ἀναιρεῖ τὴν ὑποψίαν λοιπόν· καίτοι γε καὶ ἤδη αὐτὸ ᾐνίξατο, οὐ σωτηρίαν μόνον, ἀλλὰ καὶ δικαιοσύνην καλέσας· Δικαιοσύνη γὰρ Θεοῦ, φησὶν, ἐν αὐτῷ ἀποκαλύπτεται· ὁ γὰρ οὕτω σωζόμενος, ὡς δίκαιος μετὰ παῤῥησίας σώζεται. Καὶ οὐ δικαιοσύνην μόνον, ἀλλὰ καὶ ἔνδειξιν Θεοῦ· Θεὸς δὲ ἐν τοῖς ἐνδόξοις ἐνδείκνυται καὶ λαμπροῖς καὶ μεγάλοις. Πλὴν ἀλλὰ καὶ ἐκ τῶν προκειμένων αὐτὸ κατασκευάζει, κατὰ ἐρώτησιν προάγων τὸν λόγον, ὅπερ ἀεὶ ποιεῖν εἴωθε σαφηνείας τε ἕνεκεν καὶ τοῦ θαῤῥεῖν τοῖς λεγομένοις. Καὶ γὰρ καὶ ἀνωτέρω οὕτω πεποίηκε, Τί οὖν τὸ περισσὸν τοῦ Ἰουδαίου; λέγων· καὶ, Τί οὖν προκατέχομεν περισσόν; καὶ πάλιν, Ποῦ ἡ καύχησις; ἐξεκλείσθη· καὶ ἐνταῦθα, Τί οὖν ἐροῦμεν Ἀβραὰμ τὸν πατέρα ἡμῶν; Ἐπειδὴ γὰρ ἄνω καὶ κάτω τοῦτο ἔστρεφον Ἰουδαῖοι, ὅτι ὁ πατριάρχης καὶ τῷ Θεῷ φίλος περιτομὴν ἐδέξατο πρῶτος, βούλεται δεῖξαι, ὅτι καὶ ἐκεῖνος ἐκ πίστεως ἐδικαιώθη· ὅπερ ἦν περιουσία νίκης πολλῆς. Τὸ μὲν γὰρ ἔργα μὴ ἔχοντα ἐκ πίστεως δικαιωθῆναί τινα, οὐδὲν ἀπεικός· τὸ δὲ κομῶντα ἐν κατορθώμασι μὴ ἐντεῦθεν, ἀλλ' ἀπὸ πίστεως γενέσθαι δίκαιον, τοῦτο ἦν τὸ θαυμαστὸν καὶ μάλιστα τῆς πίστεως τὴν ἰσχὺν ἐμφαῖνον. Διὸ δὴ τοὺς ἄλλους παραδραμὼν πάντας, ἐπὶ τοῦτον ἀνάγει τὸν λόγον. Πατέρα δὲ αὐτὸν κατὰ σάρκα ἐκάλεσεν, ἐκβάλλων αὐτοὺς τῆς πρὸς αὐτὸν γνησίας συγγενείας, καὶ προοδοποιῶν τοῖς ἔθνεσι τὴν πρὸς αὐτὸν ἀγχιστείαν. Εἶτά φησιν· Εἰ γὰρ Ἀβραὰμ ἐξ ἔργων ἐδικαιώθη, ἔχει καύχημα, ἀλλ' οὐ πρὸς τὸν Θεόν. Εἰπὼν οὖν, ὅτι δικαιοῖ περιτομὴν ἐκ πίστεως ὁ Θεὸς, καὶ ἀκροβυστίαν διὰ τῆς πίστεως, καὶ κατασκευάσας αὐτὸ ἱκανῶς ἐν τοῖς ἔμπροσθεν, καὶ διὰ τοῦ Ἀβραὰμ μειζόνως αὐτὸ δείκνυσιν ἢ ἐπηγγείλατο, καὶ ποιεῖ τὴν μάχην τῇ πίστει πρὸς τὰ ἔργα, καὶ τὸν ἀγῶνα ὅλον περὶ τὸν δίκαιον ἵστησι· καὶ οὐχ ἁπλῶς. Διὸ καὶ σφόδρα σεμνύνει προπάτορα καλῶν, καὶ ἀνάγκην αὐτοῖς ἐπιτιθεὶς τοῦ πείθεσθαι ἐν πᾶσιν αὐτῷ. Μὴ γάρ μοι τὸν Ἰουδαῖον εἴπῃς, φησὶ, μηδὲ τὸν δεῖνα καὶ τὸν δεῖνα ἀγάγῃς εἰς μέσον· ἐγὼ γὰρ ἐπὶ τὴν κορυφὴν ἁπάντων, καὶ ὅθεν ἡ περιτομὴ τὴν ἀρχὴν ἔλαβεν, ἄνειμι. Εἰ γὰρ Ἀβραὰμ ἐξ ἔργων ἐδικαιώθη, φησὶν, ἔχει καύχημα, ἀλλ' οὐ πρὸς τὸν Θεόν. Ἀσαφὲς τὸ εἰρημένον· οὐκοῦν ἀναγκαῖον αὐτὸ ποιῆσαι σαφέστερον. Δύο γάρ ἐστι καυχήματα, τὸ μὲν ἀπὸ τῶν ἔργων, τὸ δὲ ἀπὸ τῆς πίστεως. Εἰπὼν τοίνυν, Εἰ ἐξ ἔργων ἐδικαιώθη, ἔχει καύχημα, ἀλλ' οὐ πρὸς τὸν Θεὸν, ἔδειξεν, ὅτι καὶ ἀπὸ πίστεως δύναιτ' ἂν ἔχειν καύχημα, καὶ πολλῷ μεῖζον. Ἡ γὰρ πολλὴ τοῦ Παύλου δύναμις ἐν τούτῳ μάλιστα δείκνυται, ὅτι εἰς τοὐναντίον περιέτρεψε τὸ προκείμενον, καὶ ὅπερ εἶχεν ἡ διὰ τῶν ἔργων σωτηρία, τὸ καυχᾶσθαι καὶ παῤῥησιάζεσθαι, τοῦτο ἔδειξε πολλῷ πλέον τῆς πίστεως ὄν. Ὁ μὲν γὰρ ἐν τοῖς ἔργοις καυχώμενος, τοὺς οἰκείους ἔχει προβάλλεσθαι πόνους· ὁ δὲ ἐπὶ τῷ πιστεῦσαι τῷ Θεῷ καλλωπιζόμενος, πολλῷ μείζονα καυχήσεως ἀφορμὴν ἐπιδείκνυται, ἅτε δοξάσας καὶ μεγαλύνας τὸν Κύριον. Ἃ γὰρ οὐχ ὑπηγόρευσεν ἡ φύσις τῶν ὁρωμένων, ταῦτα ἀπὸ τῆς πίστεως καταδεξάμενος τῆς εἰς αὐτὸν, καὶ τὴν γνησίαν ἀγάπην τὴν περὶ αὐτὸν ἐπεδείξατο, καὶ τὴν δύναμιν αὐτοῦ λαμπρῶς ἀνεκήρυξε. Τοῦτο δὲ γενναιοτάτης ψυχῆς καὶ φιλοσόφου γνώμης καὶ ὑψηλῆς διανοίας. Τὸ μὲν γὰρ μὴ κλέψαι μηδὲ φονεῦσαι, καὶ τῶν τυχόντων ἐστί· τὸ δὲ πιστεῦσαι, ὅτι τὰ ἀδύνατα δύναται Θεὸς, μεγαλοφυοῦς τινος δεῖται ψυχῆς, καὶ σφόδρα περὶ αὐτὸν διακειμένης· καὶ γὰρ ἀγάπης γνησίας τοῦτο σημεῖόν ἐστι. Τιμᾷ μὲν γὰρ τὸν Θεὸν καὶ ὁ τὰς ἐντολὰς πληρῶν, πολλῷ δὲ μειζόνως οὗτος ὁ διὰ τῆς πίστεως φιλοσοφῶν· ἐκεῖνος μὲν γὰρ ὑπήκουσεν αὐτῷ, οὗτος δὲ τὴν προσήκουσαν ἔλαβε περὶ αὐτοῦ δόξαν, καὶ τῆς διὰ τῶν ἔργων ἐπιδείξεως μειζόνως ἐδόξασε καὶ ἐθαύμασεν. Ἐκεῖνο μὲν οὖν τὸ καύχημα τοῦ κατορθοῦντός ἐστι, τοῦτο δὲ τὸν Θεὸν δοξάζει, καὶ ὅλον ἐστὶν αὐτοῦ· καυχᾶται γὰρ ἐπὶ τῷ περὶ αὐτοῦ μεγάλα φαντάζεσθαι, ἅπερ εἰς τὴν ἐκείνου διαβαίνει δόξαν. Διὰ τοῦτό φησι, πρὸς τὸν Θεὸν ἔχειν αὐτὸν τὸ καύχημα· οὐ διὰ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ δι' ἕτερον. Καυχᾶται γὰρ πάλιν ὁ πιστὸς, οὐχ ὅτι τὸν Θεὸν ἐφίλησε μόνον γνησίως, ἀλλ' ὅτι καὶ πολλῆς παρ' αὐτοῦ τιμῆς ἀπήλαυσε καὶ ἀγάπης. Ὥσπερ γὰρ αὐτὸς αὐτὸν ἠγάπησε μεγάλα περὶ αὐτοῦ φαντασθείς· τοῦτο γὰρ ἀγάπης δεῖγμα· οὕτω καὶ ὁ Θεὸς αὐτὸν ἐφίλησε μυρίοις ὑπεύθυνον ὄντα, οὐχὶ κολάσεως ἀπαλλάξας μόνον, ἀλλὰ καὶ δίκαιον ἐργασάμενος, Ἔχει τοίνυν καυχᾶσθαι ὡς μεγάλης καταξιωθεὶς ἀγάπης. Τί γὰρ ἡ Γραφὴ λέγει; Ἐπίστευσεν Ἀβραὰμ τῷ Θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. Τῷ δὲ ἐργαζομένῳ ὁ μισθὸς οὐ λογίζεται κατὰ χάριν, ἀλλὰ κατὰ ὀφείλημα. Οὐκοῦν τοῦτο μεῖζον, φησίν; Οὐδαμῶς· καὶ γὰρ τῷ πιστεύοντι λογίζεται· οὐκ ἂν δὲ ἐλογίσθη, εἰ μὴ καὶ αὐτός τι εἰσήνεγκεν.