# In epistulam ad Romanos (homiliae 1-32) 10.1-2

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32), Ἄρα οὖν, ἀδελφοὶ, ὀφειλέται ἐσμὲν οὐ τῇ σαρκὶ, τοῦ κατὰ σάρκα ζῇν. Εἰ γὰρ κατὰ σάρκα ζῆτε, μέλλετε ἀποθνήσκειν· εἰ δὲ Πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦτε, ζήσεσθε.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-romanos-homiliae-1-32/10.1-2

Μᾶλλον δὲ οὐδὲν οὐδέπω εἴρηκα· οὐδὲ γάρ ἐστι λόγος ἱκανὸς παραστῆσαι τὸ μέγεθος τῆς διαφορᾶς τῶν ἐσομένων πρὸς τὰ παρόντα· χρόνου δὲ ἕνεκεν οὐδὲ ὅλως ἔστιν ἐννοῆσαι διαφοράν. Πῶς γὰρ ἄν τις παραβάλοι τοῖς παροῦσι ζωὴν τέλος οὐκ ἔχουσαν; Τῆς δὲ εἰρήνης τοσοῦτον τὸ μέσον πρὸς τὴν παροῦσαν, ὅσον εἰρήνης καὶ πολέμου τὸ διάφορον· καὶ τῆς ἀφθαρσίας, ὅσον βώλου πηλίνης ὁ καθαρὸς μαργαρίτης ἀμείνων· μᾶλλον δὲ ὅσον ἂν εἴπῃ τις, οὐδὲν παραστῆσαι δυνήσεται. Κἂν γὰρ τῷ τῆς ἀκτῖνος παραβάλω φωτὶ τὸ κάλλος τῶν τότε σωμάτων, κἂν ἀστραπῇ τῇ φανοτάτῃ, οὐδὲν οὐδέπω τῆς λαμπρότητος ἄξιον ἐκείνης ἐρῶ. Ὑπὲρ δὴ τούτων πόσα οὐκ ἄξιον προέσθαι καὶ χρήματα καὶ σώματα, μᾶλλον δὲ πόσας οὐκ ἄξιον προέσθαι ψυχάς; Νῦν μὲν εἰ μέν τίς σε εἰς βασίλεια εἰσῆγε, καὶ πάντων παρόντων διαλεχθῆναί σοι παρεσκεύασε τὸν βασιλέα, καὶ ὁμοτράπεζον καὶ ὁμοδίαιτον ἐποίει αὐτῷ, πάντων ἂν ἔφης σαυτὸν εἶναι μακαριώτερον· εἰς δὲ τὸν οὐρανὸν μέλλων ἀναβαίνειν, καὶ παρ' αὐτὸν ἑστάναι τὸν τῶν ὅλων βασιλέα, καὶ ἀντιλάμπειν τοῖς ἀγγέλοις, καὶ τῆς ἀποῤῥήτου δόξης ἀπολαύειν ἐκείνης, ἀμφιβάλλεις εἰ δεῖ προέσθαι χρήματα, δέον, εἰ καὶ τὴν ζωὴν αὐτὴν ἀποδύσασθαι ἔδει, σκιρτᾷν καὶ ἀγάλλεσθαι καὶ πτεροῦσθαι τῇ ἡδονῇ. Σὺ δὲ ἵνα μὲν ἀρχὴν λάβῃς τὴν παρέχουσάν σοι κλοπῶν ἀφορμὰς (οὐ γὰρ ἂν εἴποιμι κέρδος τὸ τοιοῦτον ἐγὼ), καὶ τὰ ὄντα ἐκβάλλεις, καὶ τὰ ἑτέρων δανεισάμενος, εἰ δέοι, καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα ὑποθέσθαι οὐ κατοκνεῖς· τῆς δὲ βασιλείας τῶν οὐρανῶν προκειμένης, τῆς οὐδένα διάδοχον ἐχούσης ἀρχῆς, καὶ τοῦ Θεοῦ κελεύοντος οὐ μέρος γωνίας γῆς, ἀλλ' ὁλόκληρον λαβεῖν τὸν οὐρανὸν, ὀκνεῖς καὶ ἀναδύῃ, καὶ πρὸς χρήματα κέχηνας, καὶ οὐκ ἐννοεῖς, ὅτι εἰ τὰ πρὸς ἡμᾶς τοῦ οὐρανοῦ ἐκείνου μέρη οὕτω καλὰ καὶ τερπνὰ, ἡλίκα τὰ ἄνω, καὶ ὁ τοῦ οὐρανοῦ οὐρανός; Ἀλλ' ἐπειδὴ τέως σώματος ὀφθαλμοῖς ταῦτα ἰδεῖν οὐκ ἔνι, ἀνάβηθι τῷ λογισμῷ, καὶ ὑπὲρ τὸν οὐρανὸν τοῦτον στὰς, ἀνάβλεψον εἰς ἐκεῖνον τὸν ἀνωτέρω τούτου οὐρανὸν, εἰς τὸ ὕψος τὸ ἄπειρον, εἰς τὸ φῶς τὸ φρίκης γέμον, εἰς τοὺς τῶν ἀγγέλων δήμους, εἰς τὰ στίφη τῶν ἀρχαγγέλων τὰ ἄπειρα, εἰς τὰς ἄλλας τὰς ἀσωμάτους δυνάμεις. Καὶ πάλιν ἐπιλαβοῦ τῆς παρ' ἡμῖν εἰκόνος καταβὰς ἄνωθεν, καὶ ὑπόγραψον τὰ περὶ τὸν βασιλέα τὸν παρ' ἡμῖν, οἷον ἄνδρας χρυσοφοροῦντας, καὶ ζεύγη λευκῶν ἡμιόνων χρυσῷ καλλωπιζομένων, καὶ ὀχήματα λιθοκόλλητα, καὶ στρωμνὴν χιονώδη, καὶ πέταλα τοῖς ὀχήμασι περισειόμενα, καὶ δράκοντας ἐν ἱματίοις σχηματιζομένους σηρικοῖς, καὶ ἀσπίδας χρυσοῦς ἐχούσας ὀμφαλοὺς, καὶ τελαμῶνας ἐκ τούτων πρὸς τὰς ἄντυγας ἄνω διὰ πολλῶν ἐκτεινομένας λίθων, καὶ ἵππους χρυσοφοροῦντας, καὶ χαλινοὺς χρυσοῦς. Ἀλλ' ὅταν τὸν βασιλέα ἴδωμεν, οὐδὲν τούτων λοιπὸν ὁρῶμεν· ἐκεῖνος γὰρ ἡμᾶς ἐπιστρέφει μόνος, καὶ τὰ πορφυρᾶ ἱμάτια, καὶ τὸ διάδημα, καὶ ἡ καθέδρα, καὶ ἡ περόνη, καὶ τὰ ὑποδήματα, ἡ πολλὴ τῆς ὄψεως λαμπηδών. Ταῦτ' οὖν ἅπαντα συναγαγὼν ἀκριβῶς, ἀπὸ τούτων πάλιν μετάθες ἐπὶ τὰ ἄνω τὸν λογισμὸν, καὶ τὴν ἡμέραν τὴν φοβερὰν ἐκείνην, καθ' ἣν ὁ Χριστὸς παραγίνεται. Οὐ γὰρ ζεύγη ἡμιόνων ὄψει τότε, οὐδὲ ὀχήματα χρυσᾶ, οὐδὲ δράκοντας καὶ ἀσπίδας, ἀλλ' ἃ πολλῆς γέμει φρίκης, καὶ τοσαύτην ἐμποιεῖ τὴν ἔκπληξιν, ὡς καὶ αὐτὰς καταπλαγῆναι τὰς ἀσωμάτους δυνάμεις· Αἱ γὰρ δυνάμεις τῶν οὐρανῶν, φησὶ, σαλευθήσονται. Τότε γὰρ ἀνοίγεται πᾶς οὐρανὸς, καὶ τῶν ἁψίδων ἐκείνων ἀναπετάννυνται αἱ πύλαι, κάτεισι δὲ ὁ τοῦ Θεοῦ μονογενὴς Παῖς, οὐκ εἴκοσιν, οὐδὲ ἑκατὸν ἀνθρώπων δορυφορούντων αὐτὸν, ἀλλὰ χιλιάδων καὶ μυριάδων ἀγγέλων, ἀρχαγγέλων, τῶν Χερουβὶμ, τῶν Σεραφὶμ, τῶν ἄλλων δυνάμεων, καὶ πάντα ἔσται φόβου καὶ τρόμου μεστὰ, τῆς γῆς ἀναῤῥηγνυμένης, τῶν πώποτε γενομένων ἀνθρώπων, ἐξ οὗ γέγονεν ὁ Ἀδὰμ μέχρι τῆς ἡμέρας ἐκείνης, ἀπὸ γῆς ἀναβαινόντων τε καὶ ἁρπαζομένων ἁπάντων, αὐτοῦ μετὰ τῆς τοσαύτης φαινομένου δόξης, ὡς καὶ τὴν σελήνην καὶ τὸν ἥλιον καὶ ἅπαν κρύπτεσθαι φῶς ὑπὸ τῆς αὐγῆς ἐκείνης καταλαμπόμενον. Τίς παραστήσει λόγος τὴν μακαριότητα ἐκείνην, τὴν λαμπρότητα, τὴν δόξαν; Οἴμοι ψυχή· καὶ γὰρ δακρῦσαί μοι νῦν ἔπεισι καὶ στενάξαι μέγα, ἐννοοῦντι ποίων ἐξεπέσομεν ἀγαθῶν, οἵας ἀλλοτριούμεθα μακαριότητος· καὶ γὰρ ἀλλοτριούμεθα (τό γε ἐμαυτοῦ λέγω τέως), ἐὰν μή τι μέγα καὶ θαυμαστὸν ἐργασώμεθα. Μὴ τοίνυν μοι λεγέτω τις γέενναν ἐνταῦθα· καὶ γὰρ ἁπάσης γεέννης χαλεπώτερον τὸ τοσαύτης ἐκπεσεῖν τῆς δόξης, καὶ μυρίων κολάσεων χεῖρον τὸ τῆς λήξεως ἀλλοτριωθῆναι ἐκείνης. Ἀλλ' ὅμως ἔτι πρὸς τὰ παρόντα κεχήναμεν, καὶ οὐκ ἐννοοῦμεν τοῦ διαβόλου τὴν κακουργίαν, ὃς διὰ τῶν μικρῶν τὰ μεγάλα ἡμᾶς ἀφαιρεῖται, καὶ δίδωσι πηλὸν ἵνα ἁρπάσῃ χρυσὸν, μᾶλλον δὲ ἵνα ἁρπάσῃ τὸν οὐρανὸν, καὶ δείκνυσι σκιὰν ἵνα ἐκβάλῃ τῆς ἀληθείας, καὶ ἐν ὀνείρασι φαντάζει (τοῦτο γὰρ ὁ παρὼν πλοῦτος), ἵνα ἡμέρας γενομένης πάντων ἀποδείξῃ πενεστέρους.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg155.local001/.
