# In epistulam ad Romanos (homiliae 1-32) 11.1-2

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32), Ἄρα οὖν, ἀδελφοὶ, ὀφειλέται ἐσμὲν οὐ τῇ σαρκὶ, τοῦ κατὰ σάρκα ζῇν. Εἰ γὰρ κατὰ σάρκα ζῆτε, μέλλετε ἀποθνήσκειν· εἰ δὲ Πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦτε, ζήσεσθε.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-romanos-homiliae-1-32/11.1-2

Ταῦτ' οὖν ἐννοήσαντες, ὀψὲ γοῦν ποτε φύγωμεν τὸν δόλον, καὶ πρὸς τὰ μέλλοντα μεταστῶμεν. Οὐ γὰρ ἔστιν εἰπεῖν, ὅτι ἠγνοήσαμεν τοῦ παρόντος βίου τὸ ἐπίκηρον, τῶν πραγμάτων καθ' ἑκάστην ἡμέραν βοώντων σάλπιγγος λαμπρότερον τὴν παροῦσαν εὐτέλειαν, τὸν γέλωτα, τὴν αἰσχύνην, τοὺς κινδύνους, τὰ βάραθρα. Ποίαν οὖν ἕξομεν ἀπολογίαν, τὰ μὲν ἐπικίνδυνα καὶ αἰσχύνης γέμοντα μετὰ πολλῆς διώκοντες τῆς σπουδῆς, τὰ δὲ ἀσφαλῆ καὶ ἐνδόξους ἡμᾶς ποιοῦντα καὶ λαμπροὺς φεύγοντες, καὶ ὅλους ἑαυτοὺς τῇ τῶν χρημάτων ἐκδιδόντες τυραννίδι; Καὶ γὰρ τυραννίδος ἁπάσης χαλεπωτέρα ἡ τούτων δουλεία· καὶ ἴσασιν ὅσοι αὐτῆς ἀπαλλαγῆναι κατηξιώθησαν. Ἵν' οὖν καὶ ὑμεῖς μάθητε τὴν καλὴν ταύτην ἐλευθερίαν, διαῤῥήξατε τὰ δεσμὰ, ἀποπηδήσατε τῆς παγίδος· καὶ μὴ κείσθω χρυσίον ὑμῖν ἐπὶ τῆς οἰκίας, ἀλλ', ὃ μυρίων χρημάτων ἐστὶ τιμιώτερον, ἐλεημοσύνη καὶ φιλανθρωπία ἀντὶ χρυσίου. Αὕτη μὲν γὰρ παῤῥησίαν πρὸς τὸν Θεὸν ἡμῖν δίδωσιν, ἐκεῖνο δὲ πολλὴν ἡμῖν καταχέει τὴν αἰσχύνην, καὶ σφοδρὸν ποιεῖ πνεῖν τὸν διάβολον καθ' ἡμῶν. Τί τοίνυν καθοπλίζεις σου τὸν ἐχθρὸν, καὶ ἰσχυρότερον ποιεῖς; Ὅπλισον τὴν σεαυτοῦ δεξιὰν κατ' ἐκείνου, καὶ τὸ κάλλος τῆς οἰκίας ἅπαν εἰς τὴν ψυχὴν εἰσάγαγε, καὶ τὸν πλοῦτον ἐν τῇ διανοίᾳ ἀπόθου ἅπαντα, καὶ τὸ χρυσίον ἀντὶ κιβωτίου καὶ οἰκίας ὁ οὐρανὸς φυλαττέτω, καὶ πάντα ἡμεῖς περιβαλώμεθα τὰ ἡμέτερα· πολὺ γὰρ τῶν τοίχων βελτίους ἡμεῖς, καὶ τοῦ ἐδάφους σεμνότεροι. Τί τοίνυν ἡμᾶς αὐτοὺς ἀφέντες, εἰς ἐκεῖνα τὴν σπουδὴν ἅπασαν κενοῦμεν, ἅπερ ἀπιόντας οὐκ ἔνι λαβεῖν, πολλάκις δὲ οὐδὲ ἐνταῦθα μένοντας κατασχεῖν, παρὸν οὕτω πλουτεῖν, ὡς μὴ μόνον ἐνταῦθα, ἀλλὰ καὶ ἐκεῖ φαίνεσθαι εὐπορωτάτους; Ὁ γὰρ καὶ τὰ χωρία καὶ τὰς οἰκίας καὶ τὸ χρυσίον ἐπὶ τῆς ψυχῆς περιφέρων, ὅπουπερ ἂν φανῇ, μετὰ τοῦ πλούτου φαίνεται τούτου. Καὶ πῶς ἔνι τοῦτο γενέσθαι, φησίν; Ἔνι, καὶ μετὰ πλείονος εὐκολίας. Ἂν γὰρ εἰς τὸν οὐρανὸν αὐτὰ μεταθῇς διὰ τῆς τῶν πενήτων χειρὸς, ἅπαντα εἰς τὴν σαυτοῦ ψυχὴν μεταθήσεις, ὥστε κἂν θάνατος ἐπέλθῃ λοιπὸν, οὐδείς σε αὐτὰ ἀφαιρήσεται, ἀλλ' ἀπελεύσῃ κἀκεῖ πλουτῶν. Τοιοῦτον εἶχεν ἡ Ταβιθὰ θησαυρόν· διὰ τοῦτο οὐχ ἡ οἰκία αὐτὴν ἀνεκήρυττεν, οὐδὲ οἱ τοῖχοι οὐδὲ οἱ λίθοι οὐδὲ οἱ κίονες, ἀλλὰ σώματα χηρῶν ἐνδεδυμένα, καὶ δάκρυα ἐκχεόμενα, καὶ θάνατος δραπετεύων, καὶ ζωὴ ἐπανιοῦσα. Τοιαύτας καὶ ἡμεῖς ἑαυτοῖς κατασκευάσωμεν ἀποθήκας, τοιαύτας οἰκοδομήσωμεν ἑαυτοῖς οἰκίας. Οὕτω καὶ τὸν Θεὸν συνεργὸν ἕξομεν, καὶ αὐτοὶ αὐτοῦ συνεργοὶ ἐσόμεθα. Αὐτὸς μὲν γὰρ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήγαγε τοὺς πενομένους, σὺ δὲ παραχθέντας καὶ γενομένους οὐκ εἴασας διαφθαρῆναι τῷ λιμῷ καὶ τῇ λοιπῇ ταλαιπωρίᾳ θεραπεύων καὶ διορθούμενος, καὶ πανταχόθεν ἀνέχων τοῦ Θεοῦ τὸν ναόν· οὗ τί γένοιτ' ἂν ἴσον εἰς ὠφελείας καὶ εὐδοξίας λόγον; Εἰ δὲ οὐδέπω σαφῶς κατέμαθες, πηλίκῳ σε ἐκόσμησε κόσμῳ, κελεύσας διορθοῦν πενίαν, ἐκεῖνο λογίζου πρὸς ἑαυτόν· εἴ σοι τοσαύτην ἔδωκεν ἐξουσίαν, ὥστε τὸν οὐρανὸν δύνασθαι καταπίπτοντα διορθοῦν, οὐκ ἂν τιμὴν σφόδρα σε ὑπερβαίνουσαν τὸ πρᾶγμα ἐνόμισας; Ἰδοὺ τοίνυν μείζονός σε κατηξίωσε νῦν τιμῆς. Ὃ γὰρ τῶν οὐρανῶν ἐστιν αὐτῷ τιμιώτερον, τοῦτό σοι διορθοῦν ἐπέτρεψεν· ἀνθρώπου γὰρ οὐδὲν ἴσον τῶν ὁρωμένων τῷ Θεῷ. Καὶ γὰρ καὶ οὐρανὸν καὶ γῆν καὶ θάλατταν δι' ἐκεῖνον ἐποίησε· καὶ αὐτῷ μᾶλλον ἐνοικῶν εὐφραίνεται, ἢ τῷ οὐρανῷ. Ἀλλ' ὅμως ἡμεῖς καὶ ταῦτα εἰδότες, οὐδεμίαν τῶν τοῦ Θεοῦ ναῶν ἐπιμέλειαν ποιούμεθα ἢ πρόνοιαν, ἀλλ' ἀφέντες αὐτοὺς ἠμελῆσθαι, ἑαυτοῖς λαμπρὰς καὶ μεγάλας κατασκευάζομεν οἰκίας. Διὰ τοῦτο ἔρημοι πάντων ἐσμὲν τῶν ἀγαθῶν, καὶ τῶν σφόδρα πενήτων πτωχότεροι, ὅτι ταύτας καλλωπίζομεν τὰς οἰκίας, ἃς οὐ δυνάμεθα λαβόντες ἐντεῦθεν ἀπελθεῖν, ἀφέντες ἐκείνας, ἃς μεθ' ἡμῶν αὐτῶν συμμεταθεῖναι ἔνι. Καὶ γὰρ διαλυθέντα τὰ σώματα τῶν πενήτων ἀναστήσεται πάντως· καὶ παραγαγὼν αὐτοὺς τότε ὁ ταῦτα ἐπιτάξας Θεὸς, ἐπαινέσεται τοὺς ἐπιμελησαμένους αὐτῶν, καὶ θαυμάσεται, ὅτι μέλλοντας αὐτοὺς καταπίπτειν νῦν μὲν ὑπὸ λιμοῦ, νῦν δὲ ὑπὸ γυμνότητος καὶ κρυμοῦ, παντὶ διωρθώσαντο τρόπῳ. Ἀλλ' ὅμως καὶ τοσούτων ἡμῖν προκειμένων ἐπαίνων, μέλλομεν ἔτι, καὶ ἀναδυόμεθα πρὸς τὴν καλὴν ταύτην ἐπιμέλειαν. Καὶ ὁ μὲν Χριστὸς ποῦ καταλῦσαι οὐκ ἔχει, ἀλλὰ περιέρχεται ξένος καὶ γυμνὸς καὶ πεινῶν· σὺ δὲ προάστεια καὶ λουτρὰ καὶ περιπάτους καὶ μυρίους κατασκευάζεις θαλάμους εἰκῆ καὶ μάτην, καὶ τῷ μὲν Χριστῷ οὐδὲ μικροῦ μεταδίδως ὀρόφου, κόραξι δὲ καὶ γυψὶν ὑπερῷα καλλωπίζεις. Τί ταύτης χεῖρον γένοιτ' ἂν τῆς παραπληξίας; τί χαλεπώτερον τῆς μανίας; καὶ γὰρ μανίας ταῦτα ἐσχάτης, μᾶλλον δὲ, ὅπερ ἂν εἴποι τις, οὐδὲν ἄξιον ἐρεῖ. Ἀλλ' ὅμως, ἂν ἐθέλωμεν, δυνατὸν καίτοι χαλεπὴν οὖσαν τὴν νόσον ἀποκρούσασθαι, καὶ οὐ δυνατὸν μόνον, ἀλλὰ καὶ ῥᾴδιον, καὶ οὐδὲ ῥᾴδιον ἁπλῶς, ἀλλὰ καὶ πολλῷ ῥᾷον ταύτης ἀπαλλαγῆναι τῆς λύμης, ἢ τῶν σωματικῶν παθῶν, ὅσῳ καὶ μείζων ὁ ἰατρός. Ἐπισπασώμεθα τοίνυν αὐτὸν, καὶ παρακαλέσωμεν συνεφάψασθαι, καὶ τὰ παρ' ἡμῶν συνεισενέγκωμεν, προαίρεσιν λέγω καὶ προθυμίαν. Οὐδενὸς γὰρ ἑτέρου δεήσεται, ἀλλ' ἂν τούτων ἐπιλάβηται μόνον, τὰ παρ' ἑαυτοῦ πάντα εἰσοίσει. Εἰσενέγκωμεν τοίνυν τὰ παρ' ἑαυτῶν, ἵνα καὶ ἐνταῦθα καθαρᾶς ἀπολαύσωμεν ὑγείας, καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg155.local001/.
