# In epistulam ad Romanos (homiliae 1-32) 11.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32), Οἴδαμεν γὰρ, ὅτι ὁ νόμος πνευματικός ἐστιν· ἐγὼ δὲ σαρκικός εἰμι, πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-romanos-homiliae-1-32/11.1

Τοῦτο οὖν, εἰπέ μοι, ζωὴ, ἀλλ' οὐ θάνατος, μᾶλλον δὲ καὶ θανάτου παντὸς ἐλεεινότερον; Ὁ μὲν γὰρ θάνατος ἀναπαύει τὸ σῶμα, καὶ γέλωτος καὶ ἀσχημοσύνης καὶ ἁμαρτημάτων ἀπαλλάττει· αὗται δὲ αἱ μέθαι εἰς πάντα ταῦτα ἐμβάλλουσι, τὰς ἀκοὰς ἐμφράττουσαι, τοὺς ὀφθαλμοὺς πηροῦσαι, τὴν διάνοιαν ἐν πολλῷ τῷ σκότῳ κατέχουσαι. Οὔτε γὰρ ἀκοῦσαι, οὔτε εἰπεῖν ἕτερόν τι ἀνέχεται, ἀλλ' ἢ τόκους καὶ τόκους τόκων, καὶ ἀναίσχυντα κέρδη, καὶ καπηλείας μεμισημένας, καὶ πραγματείας ἀνελευθέρους καὶ δουλοπρεπεῖς, καθάπερ κύων πρὸς ἅπαντας ὑλακτῶν, πάντας μισῶν, πάντας ἀποστρεφόμενος, πολεμῶν ἅπασιν οὐδεμιᾶς ὑποκειμένης αἰτίας, πενήτων κατεξανιστάμενος, τοῖς πλουτοῦσι βασκαίνων, πρὸς οὐδένα ἡδέως ἔχων. Κἂν γυναῖκα ἔχῃ, κἂν παιδία, κἂν φίλους, ἂν μὴ πάντοθεν ἐξῇ κερδαίνειν αὐτῷ, τῶν φύσει πολεμίων αὐτῷ οὗτοι πολεμιώτεροι. Τί ταύτης τοίνυν τῆς μανίας γένοιτ' ἂν χεῖρον, τί δὲ ἀθλιώτερον, ὅταν αὐτὸς ἑαυτῷ πανταχοῦ σκοπέλους κατασκευάζῃ καὶ ὑφάλους καὶ κρημνοὺς καὶ φάραγγας καὶ μυρία βάραθρα, σῶμα ἔχων ἓν, καὶ γαστρὶ δουλεύων μιᾷ; Κἂν μὲν εἰς πολιτικάς τις ἐμβάλῃ σε λειτουργίας, δραπετεύεις, τὸ δαπανηρὸν δεδοικώς· σεαυτῷ δὲ μυρία κατασκευάζεις πασῶν ἐκείνων ἔργα χαλεπώτερα, καὶ οὐχὶ δαπανηροτέρας μόνον, ἀλλὰ καὶ σφαλερωτέρας λειτουργίας τῷ μαμμωνᾷ τελούμενος, καὶ οὐ χρήματα μόνον τῷ πονηρῷ τούτῳ τυράννῳ, οὐδὲ πόνον σώματος καὶ βάσανον ψυχῆς καὶ ἀλγηδόνας, ἀλλὰ καὶ αὐτὸ εἰσφέρων τὸ σῶμα, ἵνα τί σοι γένηται πλέον, ἄθλιε καὶ ταλαίπωρε, ἐκ τῆς βαρβαρικῆς ταύτης δουλείας. Οὐχ ὁρᾷς τοὺς καθ' ἑκάστην ἡμέραν ἐπὶ τὰ μνήματα φερομένους, πῶς γυμνοὶ καὶ πάντων ἔρημοι πρὸς τοὺς τάφους ἐκείνους ἀπάγονται, οὐδὲν τῶν οἴκοθεν λαβεῖν δυνάμενοι, ἀλλὰ καὶ αὐτὰ ἃ περιβάλλονται τῷ σκώληκι φέροντες; Τούτους καθ' ἑκάστην σκόπει τὴν ἡμέραν, καὶ τάχα λωφήσει τὸ πάθος, εἰ μὴ κἀκεῖθεν μέλλεις ἀπὸ τῆς πολυτελείας τῶν ἐνταφίων μαίνεσθαι μειζόνως· καὶ γὰρ χαλεπὸν τὸ πάθος, καὶ δεινὸν τὸ νόσημα. Διὰ δὴ τοῦτο καὶ ἡμεῖς καθ' ἑκάστην ὑμῖν ἐκκλησίαν ὑπὲρ τούτου διαλεγόμεθα, καὶ συνεχῶς ἐπαντλοῦμεν ὑμῶν τὰς ἀκοὰς, ἵνα κἂν τῇ συνηθείᾳ δυνηθείη γενέσθαι τι πλέον. Ἀλλὰ μὴ φιλονεικήσατε· οὐδὲ γὰρ κατὰ τὴν μέλλουσαν ἡμέραν μόνον, ἀλλὰ καὶ πρὸ ἐκείνης πολλὰς τοῦτο τὸ ποικίλον πάθος ἐπάγει τὰς τιμωρίας. Κἂν γὰρ τοὺς διηνεκῶς δεδεμένους εἴπω, κἂν τὸν νόσῳ μακρᾷ προσηλωμένον, κἂν τὸν λιμῷ παλαίοντα, κἂν ὁντιναοῦν ἕτερον, οὐδένα δυνήσομαι δεῖξαι πάσχοντα τοιαῦτα, οἷα τοὺς χρημάτων ἐρῶντας. Τί γὰρ γένοιτο χαλεπώτερον τοῦ παρὰ πάντων μισεῖσθαι, τοῦ πάντας μισεῖν; τοῦ πρὸς μηδένα ἡδέως ἔχειν; τοῦ μηδέποτε κορέννυσθαι; τοῦ δι' ὅλου διψῇν; τοῦ λιμῷ παλαίειν διηνεκεῖ, καὶ χαλεπωτέρῳ τοῦ παρὰ πᾶσι νενομισμένου, τοῦ λύπας ἔχειν καθημερινάς; τοῦ μηδέποτε νήφειν, τοῦ διαπαντὸς ἐν θορύβοις εἶναι καὶ ταραχαῖς; Ταῦτα γὰρ ἅπαντα καὶ τούτων πλείονα οἱ πλεονέκται ὑφίστανται· ἐν μὲν τῷ κερδαίνειν, κἂν τὰ πάντων περιβάλωνται, οὐδεμιᾶς αἰσθανόμενοι ἡδονῆς, τῷ πλειόνων ἐφίεσθαι· ἐν δὲ τῷ ζημιοῦσθαι, κἂν ὀβολὸν ἀπολέσωσι, πάντων ἡγούμενοι χαλεπώτερα πεπονθέναι, καὶ αὐτῆς ἐκπεπτωκέναι τῆς ζωῆς. Ποῖος οὖν ταῦτα παραστῆσαι δυνήσεται λόγος τὰ κακά; Εἰ δὲ τὰ ἐνταῦθα τοιαῦτα, ἐννόησον τὰ μετὰ ταῦτα, τὴν ἔκπτωσιν τῆς βασιλείας, τὴν ὀδύνην τὴν ἀπὸ τῆς γεέννης, τὰ διηνεκῆ δεσμὰ, τὸ σκότος τὸ ἐξώτερον, τὸν σκώληκα τὸν ἰοβόλον, τὸν βρυγμὸν τῶν ὀδόντων, τὴν θλῖψιν, τὴν στενοχωρίαν, τοὺς τοῦ πυρὸς ποταμοὺς, τὰς καμίνους τὰς μηδέποτε σβεννυμένας· καὶ ταῦτα ἅπαντα συναγαγὼν, καὶ τῇ τῶν χρημάτων ἀντιστήσας ἡδονῇ, πρόῤῥιζον ἀνάσπασον τουτὶ τὸ νόσημα, ἵνα τὸν ἀληθῆ πλοῦτον λαβὼν, καὶ τῆς χαλεπῆς ταύτης πενίας ἀπαλλαγεὶς, καὶ τῶν παρόντων καὶ τῶν μελλόντων ἀγαθῶν ἐπιτύχῃς, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg155.local001/.
