Ancient Greek
Οὐκ ἐγράφη δὲ δι' αὐτὸν μόνον, ὅτι ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην· ἀλλὰ καὶ δι' ἡμᾶς, οἷς μέλλει λογίζεσθαι, τοῖς πιστεύουσιν ἐπὶ τὸν ἐγείραντα Ἰησοῦν τὸν Κύριον ἡμῶν ἐκ νεκρῶν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32) 2.1-10
Not analysed yet
Σὺ δέ μοι σκόπει πῶς πανταχοῦ τὰ δύο τίθησι, καὶ τὰ παρ' αὐτοῦ καὶ τὰ παρ' ἡμῶν. Ἀλλὰ τὰ μὲν αὐτοῦ ποικίλα καὶ πολλὰ καὶ διάφορα· καὶ γὰρ ἀπέθανε δι' ἡμᾶς, καὶ κατήλλαξεν ἡμᾶς, καὶ προσήγαγε, καὶ χάριν ἔδωκεν ἄφατον· ἡμεῖς δὲ τὴν πίστιν εἰσηνέγκαμεν μόνον· διό φησιν, Ἐν τῇ πίστει εἰς τὴν χάριν ταύτην, ἐν ᾗ ἑστήκαμεν. Ποίαν, εἰπέ μοι, χάριν; Τὸ καταξιωθῆναι τῆς τοῦ Θεοῦ γνώσεως, τὸ τῆς πλάνης ἀπαλλαγῆναι, τὸ τὴν ἀλήθειαν ἐπιγνῶναι, τὸ πάντων ἐπιτυχεῖν τῶν διὰ τοῦ βαπτίσματος ἀγαθῶν· εἰς τοῦτο γὰρ ἡμᾶς προσήγαγεν, ἵνα ταῦτα λάβωμεν τὰ δῶρα· οὐδὲ γὰρ ἁπλῶς ἵνα ἁμαρτημάτων ἄφεσις γένηται καὶ ἀπαλλαγὴ μόνον, ἀλλ' ἵνα καὶ μυρίων ἀπολαύσωμεν ἀξιωμάτων. Καὶ οὐδὲ ἐν τούτοις ἔστη, ἀλλὰ καὶ ἕτερα ἐπηγγείλατο, τὰ ἀπόῤῥητα ἐκεῖνα καὶ νοῦν καὶ λόγον ὑπερβαίνοντα ἀγαθά. Διόπερ ἀμφότερα τέθεικε· τῷ μὲν γὰρ εἰπεῖν, Τὴν χάριν, τὰ παρόντα ἐδήλωσεν ἅπερ ἐλάβομεν· τῷ δὲ εἰπεῖν, Καὶ καυχώμεθα ἐπ' ἐλπίδι τῆς δόξης τοῦ Θεοῦ, τὰ μέλλοντα ἐξεκάλυψεν ἅπαντα. Καὶ καλῶς εἶπεν, Ἐν ᾗ ἑστήκαμεν. Τοιαύτη γὰρ ἡ τοῦ Θεοῦ χάρις· οὐκ ἔχει τέλος, οὐκ οἶδε πέρας, ἀλλὰ καὶ ἐπὶ μείζονα ἀεὶ πρόεισιν· ὅπερ ἐπ' ἀνθρώπων οὐκ ἔνι. Οἷόν τι λέγω· ἔλαβέ τις ἀρχὴν καὶ δόξαν καὶ δυναστείαν, ἀλλ' οὐχ ἕστηκεν ἐπὶ ταύτης διηνεκῶς, ἀλλὰ ταχέως αὐτῆς ἐκπίπτει, κἂν μὴ ἄνθρωπος ἀφέληται, θάνατος ἐπελθὼν ἀφαιρήσεται πάντως. Τὰ δὲ τοῦ Θεοῦ οὐ τοιαῦτα· οὔτε γὰρ ἄνθρωπος, οὐ χρόνος, οὐ περίστασις πραγμάτων, οὐκ αὐτὸς ὁ διάβολος, οὐχ ὁ θάνατος ἐπελθὼν ἐκβαλεῖν αὐτῶν ἡμᾶς δυνήσεται· ἀλλ' ὅταν ἀποθάνωμεν, τότε ἀκριβέστερον αὐτὰ κατέχομεν, καὶ πλειόνων ἀεὶ προϊόντες ἀπολαύομεν. Ὥστε εἰ διαπιστεῖς τοῖς μέλλουσιν, ἀπὸ τῶν παρόντων καὶ ὧν ἔλαβες ἤδη, καὶ ἐκείνοις πίστευε. Διὰ γὰρ τοῦτο εἶπε, Καὶ καυχώμεθα ἐπ' ἐλπίδι τῆς δόξης τοῦ Θεοῦ, ἵνα μάθῃς οἵαν ψυχὴν τὸν πιστὸν ἔχειν δεῖ. Οὐδὲ γὰρ ὑπὲρ τῶν δεδομένων μόνον, ἀλλὰ καὶ ὑπὲρ τῶν μελλόντων ὡς δεδομένων πεπληροφορῆσθαι χρή· καυχᾶται γάρ τις ἐπὶ τοῖς ἤδη παρασχεθεῖσιν. Ἐπεὶ οὖν καὶ ἡ τῶν μελλόντων ἐλπὶς οὕτω βεβαία καὶ σαφὴς, ὡς ἡ τῶν δεδομένων, καὶ ἐπ' ἐκείνῃ, φησὶν, ὁμοίως καυχώμεθα· διὰ τοῦτο καὶ δόξαν αὐτὰ ἐκάλεσεν. Εἰ γὰρ εἰς τὴν τοῦ Θεοῦ συντελεῖ δόξαν, πάντως ἐκβήσεται, εἰ καὶ μὴ δι' ἡμᾶς, ἀλλὰ δι' αὐτόν. Καὶ τί λέγω, φησὶν, ὅτι τὰ μέλλοντα ἀγαθὰ ἄξια καυχήσεως; Αὐτὰ μὲν οὖν τὰ παρόντα κακὰ ἱκανὰ ἡμᾶς καλλωπίσαι, καὶ ποιῆσαι ἐν αὐτοῖς ἐναβρύνεσθαι· διὸ καὶ ἐπήγαγεν· Οὐ μόνον δὲ, ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλίψεσιν. Ἐννόησον τοίνυν ἡλίκα τὰ μέλλοντα, ὅταν καὶ ἐπὶ τοῖς δοκοῦσιν εἶναι λυπηροῖς μέγα φρονῶμεν. Τοσαύτη ἡ τοῦ Θεοῦ δωρεὰ, καὶ οὕτως οὐδὲν αὐτῆς ἀηδές. Ἐπὶ μὲν γὰρ τῶν ἔξωθεν πραγμάτων οἱ μὲν ἀγῶνες πόνον ἔχουσι καὶ ὀδύνην καὶ ταλαιπωρίαν, οἱ δὲ στέφανοι καὶ τὰ ἔπαθλα τὴν ἡδονὴν κομίζουσιν· ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλὰ τῶν ἐπάθλων τὰ παλαίσματα οὐχ ἧττον ἡμῖν ἡδίω. Ἐπειδὴ γὰρ πολλοὶ μὲν οἱ πειρασμοὶ τότε ἦσαν, ἡ δὲ βασιλεία ἐν ἐλπίσι, καὶ τὰ μὲν δεινὰ ἐν χερσὶ, τὰ δὲ χρηστὰ ἐν προσδοκίᾳ, τοῦτο δὲ τοὺς ἀσθενεστέρους ἐξέλυσε, καὶ πρὸ τῶν στεφάνων ἤδη δίδωσιν αὐτοῖς τὰ βραβεῖα, λέγων ὅτι καὶ ἐν ταῖς θλίψεσι δεῖ καυχᾶσθαι. Καὶ οὐκ εἶπε, Δεῖ καυχᾶσθαι ὑμᾶς, ἀλλὰ, Καυχώμεθα, φησὶν, ἡμεῖς, ἐν τῷ οἰκείῳ προσώπῳ παραίνεσιν εἰσάγων. Εἶτα ἐπειδὴ ἐδόκει ξένον εἶναι καὶ παράδοξον τὸ εἰρημένον, εἰ τὸν λιμῷ παλαίοντα, καὶ ἐν ἁλύσει καὶ ἐν βασάνοις ὄντα, καὶ ὑβριζόμενον καὶ ὀνειδιζόμενον καυχᾶσθαι δεῖ, κατασκευάζει λοιπὸν αὐτό· καὶ τὸ δὴ μεῖζον, ὅτι ἄξια καυχήσεως εἶναί φησιν, οὐ δι' ἐκεῖνα τὰ μέλλοντα μόνον, ἀλλὰ καὶ δι' αὐτὰ τὰ παρόντα· καὶ γὰρ αὐταὶ καθ' ἑαυτὰς αἱ θλίψεις ἀγαθὸν πρᾶγμά ἐστι. Τίνος ἕνεκεν; Ὅτι εἰς ὑπομονὴν ἀλείφουσι. Διόπερ εἰπὼν, Καυχώμεθα ἐν ταῖς θλίψεσι, καὶ τὴν αἰτίαν προσέθηκε, λέγων· Εἰδότες, ὅτι ἡ θλῖψις ὑπομονὴν κατεργάζεται. Ὅρα πάλιν τὴν φιλονεικίαν Παύλου, πῶς εἰς τὸ ἐναντίον περιτρέπει τὸν λόγον. Ἐπειδὴ γὰρ αἱ θλίψεις μάλιστα ἀπαγορεύειν ἐποίουν ὑπὲρ τῶν μελλόντων αὐτοὺς, καὶ εἰς ἀπόγνωσιν ἐνέβαλλον, λέγει ὅτι δι' αὐτὰς μὲν οὖν ταύτας χρὴ θαῤῥεῖν, καὶ μὴ ἀπογινώσκειν τὰ μέλλοντα. Ἡ γὰρ θλῖψις ὑπομονὴν κατεργάζεται, φησὶν, ἡ δὲ ὑπομονὴ δοκιμὴν, ἡ δὲ δοκιμὴ ἐλπίδα, ἡ δὲ ἐλπὶς οὐ καταισχύνει. Οὐ γὰρ μόνον οὐκ ἀναιρετικαὶ τῆς τοιαύτης ἐλπίδος αἱ θλίψεις, ἀλλὰ καὶ κατασκευαστικαί. Ἔχει μὲν γὰρ καὶ πρὸ τῶν μελλόντων μέγιστον καρπὸν τὴν ὑπομονὴν ἡ θλῖψις, καὶ τὸ δόκιμον ποιεῖν τὸν πειραζόμενον· συντελεῖ δέ τι καὶ πρὸς τὰ μέλλοντα· τὴν γὰρ ἐλπίδα ἀκμάζειν ἐν ἡμῖν ποιεῖ. Οὐδὲν γὰρ οὕτω χρηστὰ ἐλπίζειν παρασκευάζει, ὡς ἀγαθὸν συνειδός.