# In epistulam ad Romanos (homiliae 1-32) 2.1-11

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32), Διὰ τοῦτο, ὥσπερ δι' ἑνὸς ἀνθρώπου ἡ ἁμαρτία εἰς τὸν κόσμον εἰσῆλθε, καὶ διὰ τῆς ἁμαρτίας ὁ θάνατος· καὶ οὕτως εἰς πάντας ἀνθρώπους διῆλθεν ὁ θάνατος, ἐφ' ᾧ πάντες ἥμαρτον.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-romanos-homiliae-1-32/2.1-11

Ὅτι μὲν οὖν εἰκὸς καὶ εὔλογον, ἐκ τούτων ἔδειξε· καὶ γὰρ ἐκείνου κατασκευασθέντος, εὐπαράδεκτον τοῦτο λοιπὸν ἔμελλεν εἶναι· ὅτι δὲ καὶ ἀναγκαῖον, ἐκ τῶν ἑξῆς κατασκευάζει. Πῶς οὖν τοῦτο κατασκευάζει; Οὐχ ὡς δι' ἑνὸς ἁμαρτήσαντος τὸ δώρημα, φησί· τὸ μὲν γὰρ κρῖμα ἐξ ἑνὸς εἰς κατάκριμα· τὸ δὲ χάρισμα ἐκ πολλῶν παραπτωμάτων εἰς δικαίωμα. Καὶ τί ποτέ ἐστι τοῦτο τὸ λεγόμενον; Ὅτι τὸν μὲν θάνατον καὶ τὸ κατάκριμα ἴσχυσεν ἁμαρτία μία εἰσενεγκεῖν· ἡ δὲ χάρις οὐ τὴν μίαν ἐκείνην ἁμαρτίαν ἀνεῖλε μόνον, ἀλλὰ καὶ τὰς μετ' ἐκείνην ἐπεισελθούσας. Ἵνα γὰρ τὸ, ὡς, καὶ τὸ, οὕτω, τιθέμενον, μὴ ἴσον εἰσάγῃ μέτρον τῶν ἀγαθῶν πρὸς τὰ κακὰ, μηδὲ νομίσῃς ἀκούων τὸν Ἀδὰμ, ἐκείνην ἀνῃρῆσθαι μόνην τὴν ἁμαρτίαν, ἣν ἐκεῖνος εἰσήνεγκε, λέγει ὅτι πολλῶν παραπτωμάτων ἡ ἀναίρεσις γέγονε. Πόθεν δῆλον; Ὅτι μετὰ τὰς ἀπείρους ἁμαρτίας τὰς μετ' ἐκείνην τὴν ἐν τῷ παραδείσῳ εἰς δικαίωμα τὸ πρᾶγμα ἐξέβη. Ὅπου δὲ δικαιοσύνη, ἐξ ἀνάγκης καὶ ζωὴ πάντως ἕπεται, καὶ τὰ μυρία ἀγαθὰ, ὥσπερ οὖν, ὅπου ἁμαρτία, θάνατος. Πλέον γὰρ τῆς ζωῆς ἡ δικαιοσύνη, ἐπειδὴ καὶ ῥίζα ἐστὶ ζωῆς. Ὅτι μὲν οὖν πλείονα εἰσῆκται τὰ ἀγαθὰ, καὶ οὐκ ἐκείνη ἀνῄρηται ἡ ἁμαρτία μόνον, ἀλλὰ καὶ πᾶσαι αἱ λοιπαὶ, ἔδειξεν εἰπών· Τὸ δὲ χάρισμα ἐκ πολλῶν παραπτωμάτων εἰς δικαίωμα. Ὅθεν ἀναγκαίως συναποδέδεικται καὶ τὸ τὸν θάνατον πρόῤῥιζον ἀνεσπάσθαι. Χρεία δὲ κατασκευάσαι λοιπὸν, ἐπειδὴ μεῖζον εἶπε τοῦ προτέρου τὸ δεύτερον, καὶ αὐτὸ τοῦτο πάλιν. Πρότερον μὲν γὰρ εἶπεν, ὅτι Εἰ ἑνὸς ἁμαρτία ἀπέκτεινε πάντας, πολλῷ μᾶλλον καὶ ἑνὸς χάρις σῶσαι δυνήσεται· μετὰ ταῦτα ἔδειξεν, ὅτι οὐκ ἐκείνη ἀνῃρέθη μόνον ἡ ἁμαρτία διὰ τῆς χάριτος, ἀλλὰ καὶ πᾶσαι αἱ λοιπαὶ, καὶ οὐχ ἁμαρτίαι ἀνῃρέθησαν μόνον, ἀλλὰ καὶ δικαιοσύνη ἐδόθη· καὶ οὐ τοσοῦτον ὠφέλησε μόνον ὁ Χριστὸς, ὅσον ἔβλαψεν ὁ Ἀδὰμ, ἀλλὰ καὶ πολλῷ πλεῖον καὶ μεῖζον. Ἐπεὶ οὖν τοιαῦτα ἀπεφήνατο, δεῖται πάλιν καὶ ἐνταῦθα κατασκευῆς πλείονος. Πῶς οὖν αὐτὸ κατασκευάζει, Εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι, φησὶν, ὁ θάνατος ἐβασίλευσε διὰ τοῦ ἑνὸς, πολλῷ μᾶλλον οἱ τὴν περισσείαν τῆς χάριτος καὶ τῆς δωρεᾶς τῆς δικαιοσύνης λαμβάνοντες, ἐν ζωῇ βασιλεύουσι διὰ τοῦ ἑνὸς Ἰησοῦ Χριστοῦ. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Τί τὸν θάνατον ὥπλισε κατὰ τῆς οἰκουμένης; Τὸ φαγεῖν ἀπὸ τοῦ ξύλου μόνον τὸν ἕνα ἄνθρωπον. Εἰ οὖν ὁ θάνατος τοσαύτην ἔλαβεν ἰσχὺν ἐξ ἑνὸς παραπτώματος, ὅταν εὑρεθῶσί τινες πολλῷ μείζονα τῆς ἁμαρτίας ἐκείνης λαβόντες χάριν καὶ δικαιοσύνην, πῶς δυνήσονται εἶναι λοιπὸν ὑπεύθυνοι τῷ θανάτῳ; Διὰ τοῦτο οὐκ εἶπεν ἐνταῦθα, χάριν, ἀλλὰ, Περισσείαν χάριτος· οὐ γὰρ ὅσον ἐχρῄζομεν εἰς τὴν τῆς ἁμαρτίας ἀναίρεσιν, τοσοῦτον ἐλάβομεν μόνον ἐκ τῆς χάριτος, ἀλλὰ καὶ πολλῷ πλέον. Καὶ γὰρ καὶ κολάσεως ἀπηλλάγημεν, καὶ κακίαν ἀπεδοσάμεθα πᾶσαν, καὶ ἀνεγεννήθημεν ἄνωθεν, καὶ ἀνέστημεν τοῦ παλαιοῦ ταφέντος ἀνθρώπου, καὶ ἀπελυτρώθημεν, καὶ ἡγιάσθημεν, καὶ εἰς υἱοθεσίαν ἤχθημεν, καὶ ἐδικαιώθημεν, καὶ ἐγενόμεθα ἀδελφοὶ τοῦ Μονογενοῦς, καὶ συγκληρονόμοι καὶ σύσσωμοι αὐτοῦ κατέστημεν, καὶ εἰς τὴν σάρκα αὐτοῦ τελοῦμεν, καὶ ὥσπερ σῶμα κεφαλῇ, οὕτως ἡνώμεθα. Ταῦτα οὖν ἅπαντα περισσείαν χάριτος ἐκάλεσεν ὁ Παῦλος, δεικνὺς ὅτι οὐ φάρμακον ἐλάβομεν ἀντίῤῥοπον τοῦ τραύματος μόνον, ἀλλὰ καὶ ὑγείαν καὶ εὐμορφίαν καὶ τιμὴν καὶ δόξαν καὶ ἀξιώματα πολὺ τὴν ἡμετέραν ὑπερβαίνοντα φύσιν. Καὶ τούτων μὲν ἕκαστον ἱκανὸν ἦν καθ' ἑαυτὸ λῦσαι τὸν θάνατον· ὅταν δὲ ἅπαντα ὁμοῦ συντρέχοντα φαίνηται, οὐδὲ ἴχνος αὐτοῦ λοιπὸν, οὐδὲ σκιὰν φανῆναι δυνατὸν, ἄρδην ἀφανισθέντος. Ὥσπερ οὖν εἴ τις ὀβολοὺς δέκα ὀφείλοντά τινα εἰς δεσμωτήριον ἐμβάλοι, οὐκ αὐτὸν δὲ μόνον, ἀλλὰ καὶ γυναῖκα καὶ παιδία καὶ οἰκέτας δι' αὐτόν· ἐλθὼν δὲ ἕτερος μὴ τοὺς δέκα ὀβολοὺς καταβάλοι μόνον, ἀλλὰ καὶ μυρία χρυσοῦ τάλαντα χαρίσαιτο, καὶ εἰς βασιλικὰς αὐλὰς εἰσαγάγοι τὸν δεσμώτην, καὶ εἰς θρόνον ἀρχῆς ὑψηλοτάτης, καὶ κοινωνὸν τῆς ἀνωτάτης τιμῆς ποιήσειε καὶ τῆς ἄλλης περιφανείας, οὐκ ἂν δύναιτο λοιπὸν μεμνῆσθαι τῶν δέκα ὀβολῶν ὁ δανείσας· οὕτω καὶ ἐφ' ἡμῶν γέγονε. Πολλῷ γὰρ πλείονα ὧν ὀφείλομεν κατέβαλεν ὁ Χριστὸς, καὶ τοσούτῳ πλείονα, ὅσῳ πρὸς ῥανίδα μικρὰν πέλαγος ἄπειρον Μὴ τοίνυν ἀμφίβαλλε, ἄνθρωπε, τοσοῦτον πλοῦτον ὁρῶν ἀγαθῶν, μηδὲ ζήτει πῶς ὁ σπινθὴρ ἐκεῖνος τοῦ θανάτου καὶ τῆς ἁμαρτίας ἐλύθη, τοσαύτης θαλάττης χαρισμάτων ἐπενεχθείσης αὐτῷ. Τοῦτο γὰρ καὶ Παῦλος ᾐνίξατο εἰπὼν, ὅτι Οἱ τὴν περισσείαν τῆς χάριτος καὶ τῆς δικαιοσύνης λαβόντες, ἐν ζωῇ βασιλεύσουσι· καὶ ἐπειδὴ σαφῶς τοῦτο ἀπέδειξε, πάλιν τῷ πρώτῳ κέχρηται συλλογισμῷ, ἐπισφίγγων αὐτὸν τῇ ἐπαναλήψει, καὶ λέγων, ὅτι, εἰ διὰ τοῦ παραπτώματος ἐκείνου ἐκολάσθησαν ἅπαντες, δύναιντ' ἂν καὶ ἐντεῦθεν δικαιωθῆναι. Διὸ καὶ λέγει· Ἄρα οὖν ὡς δι' ἑνὸς παραπτώματος εἰς πάντας ἀνθρώπους εἰς κατάκριμα, οὕτω καὶ δι' ἑνὸς δικαιώματος εἰς πάντας ἀνθρώπους εἰς δικαίωσιν ζωῆς. Καὶ ἐπαγωνίζεται πάλιν αὐτῷ, οὕτω λέγων· Ὥσπερ γὰρ διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοὶ, οὕτω καὶ διὰ τῆς ὑπακοῆς τοῦ ἑνὸς δίκαιοι κατασταθήσονται οἱ πολλοί. Καὶ δοκεῖ μὲν ζήτημα οὐ μικρὸν ἔχειν τὸ εἰρημένον· ἂν δέ τις ἀκριβῶς προσέχῃ, καὶ τοῦτο εὐκόλως λυθήσεται. Τί ποτ' οὖν ἐστι τὸ ζήτημα; Τὸ λέγειν διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἁμαρτωλοὺς γενέσθαι πολλούς. Τὸ μὲν γὰρ ἁμαρτόντος ἐκείνου καὶ γενομένου θνητοῦ, καὶ τοὺς ἐξ αὐτοῦ τοιούτους εἶναι, οὐδὲν ἀπεικός· τὸ δὲ ἐκ τῆς παρακοῆς ἐκείνου ἕτερον ἁμαρτωλὸν γενέσθαι, ποίαν ἂν ἀκολουθίαν σχοίη; Εὑρεθήσεται γὰρ οὕτω μηδὲ δίκην ὀφείλων ὁ τοιοῦτος, εἴ γε μὴ οἴκοθεν γέγονεν ἁμαρτωλός.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg155.local001/.
