Ancient Greek
Οἴδαμεν δὲ, ὅτι τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32) 2.1-16
Not analysed yet
Εἶδες πόσα ἡμῖν ἐχαρίσατο; Μὴ τοίνυν ἀμφίβαλλε περὶ τῶν μελλόντων· καὶ γὰρ καὶ ἑτέρωθεν δείκνυσιν αὐτοῦ τὴν κηδεμονίαν, τῷ λέγειν ἄνωθεν αὐτὰ προτετυπῶσθαι οὕτως. Ἄνθρωποι μὲν γὰρ ἀπὸ τῶν πραγμάτων τὰς ὑπὲρ αὐτῶν γνώμας λαμβάνουσι, τῷ δὲ Θεῷ πάλαι ταῦτα ἔδοξε, καὶ ἄνωθεν πρὸς ἡμᾶς διέκειτο· φησὶν οὖν· Οὓς δὲ ἐκάλεσε, τούτους καὶ ἐδικαίωσεν. Ἐδικαίωσε διὰ τῆς τοῦ λουτροῦ παλιγγενεσίας. Οὓς δὲ ἐδικαίωσε, τούτους καὶ ἐδόξασεν. Ἐδόξασε διὰ τῆς χάριτος, διὰ τῆς υἱοθεσίας. Τί οὖν ἐροῦμεν πρὸς ταῦτα; Ὡς ἂν εἴποι· Μὴ τοίνυν λέγε μοι λοιπὸν περὶ τῶν κινδύνων, καὶ τῆς παρὰ πάντων ἐπιβουλῆς. Εἰ γὰρ καὶ τοῖς μέλλουσί τινες διαπιστοῦσιν, ἀλλὰ πρὸς τὰ ἤδη γεγενημένα ἀγαθὰ οὐδὲν ἂν ἔχοιεν εἰπεῖν· οἷον, τὴν ἄνωθεν τοῦ Θεοῦ πρὸς σὲ φιλίαν, τὴν δικαίωσιν, τὴν δόξαν. Καὶ γὰρ ταῦτά σοι διὰ τῶν δοκούντων εἶναι λυπηρῶν ἐχαρίσατο· καὶ ὅπερ ἐνόμιζες αἰσχύνην εἶναι, τὸν σταυρὸν, τὰς μάστιγας, τὰ δεσμὰ, ταῦτά ἐστιν ἃ τὴν οἰκουμένην κατώρθωσεν ἅπασαν. Ὥσπερ οὖν οἷς αὐτὸς ἔπαθε, καίτοι γε σκυθρωποῖς εἶναι δοκοῦσι, τούτοις εἰς ἐλευθερίαν καὶ σωτηρίαν τῆς φύσεως ἀπεχρήσατο πάσης· οὕτω καὶ ἐν οἷς αὐτὸς ὑπομένεις ποιεῖν εἴωθεν, εἰς δόξαν σου καὶ εὐδοκίμησιν τοῖς σοῖς ἀποχρώμενος πάθεσιν. Εἰ ὁ Θεὸς ὑπὲρ ἡμῶν, τίς καθ' ἡμῶν; Τίς γὰρ οὐ καθ' ἡμῶν; φησί. Καὶ γὰρ ἡ οἰκουμένη καθ' ἡμῶν, καὶ τύραννοι καὶ δῆμοι καὶ συγγενεῖς καὶ πολῖται· ἀλλ' ὅμως οὗτοι οἱ καθ' ἡμῶν τοσοῦτον ἀπέχουσιν ἐπηρεάζειν ἡμῖν, ὅτι καὶ ἄκοντες στεφάνων ἡμῖν αἴτιοι γίνονται, καὶ μυρίων ἀγαθῶν πρόξενοι, τῆς τοῦ Θεοῦ σοφίας τὰς ἐπιβουλὰς εἰς τὴν ἡμετέραν σωτηρίαν καὶ δόξαν τρεπούσης. Ὁρᾷς πῶς οὐδεὶς καθ' ἡμῶν; Καὶ γὰρ τὸν Ἰὼβ τοῦτο λαμπρότερον ἐποίησε, τὸ ὁπλισθῆναι κατ' αὐτοῦ τὸν διάβολον. Καὶ γὰρ καὶ φίλους κατ' αὐτοῦ, καὶ γυναῖκα κατ' αὐτοῦ, καὶ τραύματα καὶ οἰκέτας καὶ μυρία ἕτερα ὁ διάβολος ἐκίνησε μηχανήματα· καὶ οὐδὲν ὅμως κατ' αὐτοῦ γέγονε. Καὶ οὔπω τοῦτο αὐτῷ μέγα, καίτοι σφόδρα μέγα ὂν, ἀλλ' ὃ πολλῷ μεῖζον ἦν, ὅτι καὶ ὑπὲρ αὐτοῦ πάντα ἐξέβη. Ἐπειδὴ γὰρ ὁ Θεὸς ἦν ὑπὲρ αὐτοῦ, καὶ τὰ κατ' αὐτοῦ δοκοῦντα εἶναι, ὑπὲρ αὐτοῦ πάντα ἐγένετο. Τοῦτο καὶ ἐπὶ τῶν ἀποστόλων συνέβη. Καὶ γὰρ καὶ οἱ Ἰουδαῖοι καὶ οἱ ἐξ ἐθνῶν καὶ οἱ ψευδάδελφοι καὶ οἱ ἄρχοντες καὶ οἱ δῆμοι καὶ λιμοὶ καὶ πενίαι καὶ μυρία κατ' αὐτῶν ἦν, καὶ οὐδὲν κατ' αὐτῶν. Τὰ γὰρ μάλιστα ποιήσαντα αὐτοὺς λαμπροὺς καὶ περιφανεῖς, καὶ παρὰ Θεῷ καὶ παρὰ ἀνθρώποις ἐπαινετοὺς, ταῦτά ἐστιν. Ἐννόησον οὖν ἡλίκον ἐφθέγξατο ῥῆμα ὁ Παῦλος περὶ τῶν πιστῶν καὶ ἀκριβῶς ἐσταυρωμένων, ὃ μηδ' ὁ τὸ διάδημα περικείμενος δύναιτ' ἂν ἔχειν. Κατὰ γὰρ ἐκείνου πολλοὶ καὶ βάρβαροι καθοπλιζόμενοι, καὶ πολέμιοι ἐπιόντες, καὶ σωματοφύλακες ἐπιβουλεύοντες, καὶ τῶν ἀρχομένων πολλοὶ πολλάκις ἐπανιστάμενοι συνεχῶς, καὶ ἕτερα μυρία· κατὰ δὲ τοῦ πιστοῦ καὶ προσέχοντος ἀκριβῶς τοῖς τοῦ Θεοῦ νόμοις, οὐκ ἄνθρωπος, οὐ δαίμων, οὐκ ἄλλο οὐδὲν ἀντιστῆναι δυνήσεται. Ἄν τε γὰρ χρήματα ἀφέλῃς, μισθὸν αὐτῷ προεξένησας· ἄν τε κακῶς εἴπῃς, διὰ τῆς δυσφημίας λαμπρότερον ἐποίησας παρὰ τῷ Θεῷ· ἄν τε εἰς λιμὸν ἐμβάλῃς, πλείων ἡ δόξα καὶ ἡ ἀντίδοσις· ἄν τε, ὃ πάντων χαλεπώτερον εἶναι δοκεῖ, θανάτῳ παραδῷς, μαρτυρίου στέφανον ἔπλεξας. Τί τοίνυν ἴσον τοῦ βίου τούτου γένοιτ' ἂν, ὅταν μηδὲν κατ' αὐτοῦ γενέσθαι δύνηται, ἀλλὰ καὶ αὐτοὶ οἱ δοκοῦντες ἐπιβουλεύειν, τῶν εὐεργετούντων αὐτῶν οὐκ ἔλαττον αὐτὸν ὠφελῶσι; Διὰ τοῦτό φησιν· Εἰ ὁ Θεὸς ὑπὲρ ἡμῶν, τίς καθ' ἡμῶν, Εἶτα, οὐκ ἀρκεσθεὶς τοῖς εἰρημένοις, τὸ μέγιστον σημεῖον τῆς περὶ ἡμᾶς ἀγάπης, καὶ ὃ συνεχῶς ἀεὶ περιστρέφει, τοῦτο καὶ ἐνταῦθα τίθησι, τὴν σφαγὴν τοῦ Παιδός. Οὐ γὰρ ἐδικαίωσε, φησὶ, μόνον καὶ ἐδόξασε καὶ συμμόρφους ἐποίησε τῆς εἰκόνος ἐκείνης, ἀλλ' οὐδὲ τοῦ Παιδὸς ἐφείσατο διὰ σέ. Διὸ καὶ ἐπήγαγε, λέγων· Ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφεί σατο, ἀλλ' ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτὸν, πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσεται; Καὶ μεθ' ὑπερβολῆς καὶ πολλῆς τῆς θερμότητος ταῖς λέξεσι κέχρηται, ἵνα αὐτοῦ ἐνδείξηται τὴν ἀγάπην. Πῶς οὖν ἡμᾶς προήσεται, ὑπὲρ ὧν τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ' ὑπὲρ ἡμῶν παρέδωκεν αὐτὸν πάντων; Ἐννόησον γὰρ πόσης ἀγαθότητος τὸ καὶ τοῦ ἰδίου Υἱοῦ μὴ φείσασθαι, ἀλλὰ καὶ ἐκδοῦναι, καὶ ὑπὲρ πάντων ἐκδοῦναι, καὶ εὐτελῶν καὶ ἀγνωμόνων καὶ ἐχθρῶν καὶ βλασφήμων. Πῶς οὖν οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσεται; Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Εἰ τὸν Υἱὸν αὐτοῦ ἐχαρίσατο, καὶ οὐχ ἁπλῶς ἐχαρίσατο, ἀλλὰ καὶ σφαγῇ παρέδωκε, τί λοιπὸν περὶ τῶν ἄλλων ἀμφιβάλλεις, τὸν Δεσπότην λαβών; τί διστάζεις περὶ τῶν κτημάτων, τὸν Κύριον ἔχων; Ὁ γὰρ τὸ μεῖζον τοῖς ἐχθροῖς δεδωκὼς, πῶς τὰ ἐλάττονα οὐ δώσει τοῖς φίλοις; Τίς ἐγκαλέσει κατὰ ἐκλεκτῶν Θεοῦ;