# In epistulam ad Romanos (homiliae 1-32) 2.1-17

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32), Ἀλήθειαν λέγω ἐν Χριστῷ, οὐ ψεύδομαι, συμμαρτυρούσης μοι τῆς συνειδήσεώς μου ἐν Πνεύματι ἁγίῳ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-romanos-homiliae-1-32/2.1-17

Καὶ τί τοῦτο; φησίν. Εἰ γὰρ ὑπὲρ τοῦ πιστεῦσαι ἑτέρους ἐβούλετο γενέσθαι ἀνάθεμα, ἔδει καὶ ὑπὲρ τῶν ἐθνῶν τοῦτο εὔξασθαι· εἰ δὲ καὶ ὑπὲρ Ἰουδαίων εὔχεται μόνων, δείκνυσιν οὐ διὰ τὸν Χριστὸν αὐτὸ βουλόμενος, ἀλλὰ διὰ τὴν πρὸς ἐκείνους οἰκείωσιν. Καὶ μὴν, εἰ ὑπὲρ τῶν ἐθνῶν ηὔξατο μόνων, οὐκ ἂν ὁμοίως τοῦτο ἐφάνη· ἐπειδὴ δὲ ὑπὲρ Ἰουδαίων μόνων, δείκνυται καθαρῶς διὰ τὴν τοῦ Χριστοῦ δόξαν τοῦτο σπουδάζων. Καὶ οἶδα μὲν, ὅτι παράδοξον ὑμῖν εἶναι δοκεῖ τὸ λεγόμενον· πλὴν, ἐὰν μὴ θορυβῆσθε, ταχέως αὐτὸ πειράσομαι ποιῆσαι σαφές. Οὐδὲ γὰρ ἁπλῶς ταῦτα εἴρηκεν, ἅπερ εἴρηκεν, ἀλλ' ἐπεὶ πάντες ἔλεγον καὶ τοῦ Θεοῦ κατηγόρουν, ὅτι υἱοὶ Θεοῦ καταξιωθέντες κληθῆναι, καὶ νόμον δεξάμενοι, καὶ πρὸ πάντων αὐτὸν εἰδότες, καὶ τοσαύτης ἀπολαύσαντες δόξης, καὶ θεραπεύσαντες αὐτὸν πρὸ τῆς οἰκουμένης, καὶ ἐπαγγελίας δεξάμενοι, καὶ πατέρες ὄντες τῶν αὐτῶν φυλῶν, καὶ τὸ δὴ μεῖζον πάντων, καὶ προπάτορες αὐτοῦ γενόμενοι τοῦ Χριστοῦ (τοῦτο γάρ ἐστιν, Ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα), ἐκβέβληνται καὶ ἠτίμωνται, ἀντεισήχθησαν δὲ ἀντ' ἐκείνων οἱ μηδέποτε αὐτὸν ἐπιγνόντες ἄνθρωποι οἱ ἐξ ἐθνῶν· ἐπεὶ οὖν ταῦτα λέγοντες τὸν Θεὸν ἐβλασφήμουν, ἀκούων ταῦτα καὶ δακνόμενος ὁ Παῦλος, καὶ ὑπὲρ τῆς δόξης ἀλγῶν τοῦ Θεοῦ, ηὔξατο ἀνάθεμα εἶναι, εἴ γε δυνατὸν ἦν, ὥστε ἐκείνους σωθῆναι, καὶ τὴν βλασφημίαν ταύτην καταλυθῆναι, καὶ μὴ δόξαι τὸν Θεὸν ἠπατηκέναι τοὺς ἐκγόνους τοὺς ἐκείνων, οἷς τὰς δωρεὰς ἐπηγγείλατο. Καὶ ἵνα μάθῃς, ὅτι ὑπὲρ τούτου κοπτόμενος, τοῦ μὴ δόξαι τὴν ὑπόσχεσιν τοῦ Θεοῦ διαπίπτειν τὴν λέγουσαν τῷ Ἀβραὰμ, Σοὶ δώσω τὴν γῆν ταύτην καὶ τῷ σπέρματί σου, ταῦτα ηὔχετο· μετὰ τὸ ταῦτα εἰπεῖν, ἐπήγαγεν· Οὐχ οἷον δὲ, ὅτι ἐκπέπτωκεν ὁ λόγος τοῦ Θεοῦ· δεικνὺς ὅτι πάντα ταῦτα διὰ τὸν λόγον τοῦ Θεοῦ ὑπομεῖναι ἠνείχετο· τουτέστι, τὴν ἐπαγγελίαν τὴν πρὸς Ἀβραὰμ γεγενημένην. Καθάπερ γὰρ Μωϋσῆς ἐδόκει μὲν ὑπὲρ Ἰουδαίων πρεσβεύειν, τὸ δὲ πᾶν ὑπὲρ τῆς δόξης τοῦ Θεοῦ ἔπραττεν (Ἵνα γὰρ μὴ εἴπωσι, φησὶν, ὅτι παρὰ τὸ μὴ δύνασθαι αὐτοὺς σῶσαι, ἐξήγαγεν αὐτοὺς ἀπολέσαι ἐν τῇ ἐρήμῳ· κατάλυσον τὴν ὀργήν)· οὕτω δὴ καὶ Παῦλος, Ἵνα μὴ εἴπωσι, φησὶν, ὅτι ἐξέπεσεν ἡ ἐπαγγελία τοῦ Θεοῦ, καὶ ἐψεύσατο ἃ ὑπέσχετο, καὶ εἰς ἔργον οὐκ ἐξῆλθεν ὁ λόγος, ἠβουλόμην ἀνάθεμα γενέσθαι. Διὰ δὴ τοῦτο οὐχ ὑπὲρ τῶν ἐθνῶν φησιν (οὐδὲ γὰρ ἦν πρὸς ἐκείνους ἐπηγγελμένον αὐτὸ, οὐδὲ ἦσαν αὐτὸν τεθεραπευκότες· διὸ οὐδὲ ἐβλασφήμουν αὐτὸν δι' ἐκείνους), ἀλλ' ὑπὲρ τῶν Ἰουδαίων τῶν καὶ τὴν ἐπαγγελίαν δεξαμένων, καὶ πρὸ τῶν ἄλλων οἰκειωθέντων αὐτῷ, ταῦτα ηὔχετο. Εἶδες, ὅτι, εἰ μὲν ὑπὲρ τῶν ἐθνῶν ηὔξατο, οὐκ ἂν οὕτως ἐφάνη καθαρῶς διὰ τὴν τοῦ Χριστοῦ δόξαν τοῦτο ποιῶν· ἐπειδὴ δὲ ὑπὲρ Ἰουδαίων ἐβουλήθη γενέσθαι ἀνάθεμα, τότε μάλιστα ἐδείχθη, ὅτι διὰ τὸν Χριστὸν μόνον ταῦτα ἐπιθυμεῖ· διὰ τοῦτο ἔλεγεν· Ὧν ἡ υἱοθεσία καὶ ἡ δόξα καὶ ἡ λατρεία καὶ ἡ ἐπαγγελία. Καὶ γὰρ ὁ νόμος ἐκεῖθεν ὁ περὶ τοῦ Χριστοῦ λέγων, φησὶ, καὶ αἱ συνθῆκαι αἱ πρὸς αὐτοὺς πᾶσαι, καὶ αὐτὸς ἐξ αὐτῶν, καὶ οἱ πατέρες οἱ δεξάμενοι τὰς ἐπαγγελίας ἐξ ἐκείνων πάντες· ἀλλ' ὅμως τοὐναντίον γέγονε, καὶ πάντων ἐξέπεσον τῶν ἀγαθῶν. Διὰ τοῦτο κόπτομαι, φησὶ, καὶ εἴ γε ἦν χωρισθῆναι τοῦ περὶ τὸν Χριστὸν χοροῦ, καὶ ἀλλοτριωθῆναι, οὐχὶ τῆς ἀγάπης αὐτοῦ (μὴ γένοιτο, ἐπεὶ καὶ ταῦτα δι' ἀγάπην ἐποίει), ἀλλὰ καὶ τῆς ἀπολαύσεως ἐκείνης καὶ τῆς δόξης, κατεδεξάμην ἂν, ὥστε μὴ τὸν Δεσπότην βλασφημηθῆναι τὸν ἐμὸν, διὰ τὸ μὴ ἀκοῦσαι λεγόντων τινῶν, ὅτι Σκηνὴ τὰ πράγματα γέγονεν· ἄλλοις ὑπέσχετο, καὶ ἄλλοις ἔδωκεν· ἐξ ἄλλων ἐγεννήθη, καὶ τοὺς ἄλλους ἔσωσε· τοῖς τῶν Ἰουδαίων προγόνοις ἐπήγγελτο, καὶ τοὺς ἐκγόνους αὐτῶν ἀφεὶς, τοὺς οὐδέποτε αὐτὸν ἐγνωκότας εἰς τὰ ἐκείνων εἰσήγαγεν ἀγαθά· ἐκεῖνοι τὸν νόμον ἔκαμον μελετῶντες, καὶ τὰς προφητείας ἀναγινώσκοντες, καὶ οἱ ἀπὸ τῶν βωμῶν καὶ τῶν εἰδώλων χθὲς ἐπανελθόντες, ἀνώτεροι γεγόνασιν ἐκείνων· ποῦ ταῦτα προνοίας; Ἵν' οὖν ταῦτα μὴ λέγηται περὶ τοῦ Δεσπότου τοῦ ἐμοῦ, φησὶν, εἰ καὶ ἀδίκως λέγεται, καὶ βασιλείας ἡδέως ἂν ἐξέπιπτον, καὶ τῆς δόξης ἐκείνης τῆς ἀποῤῥήτου, καὶ πάντα ὑπέμεινα ἂν τὰ δεινὰ, μεγίστην ἁπάντων ἡγούμενος παραμυθίαν εἶναι τοῦ πόνου τὸ τὸν οὕτω ποθούμενον μηκέτι βλασφημούμενον ἀκούειν. Εἰ δὲ οὐδέπω καταδέχῃ τὸ εἰρημένον, ἐννόησον, ὅτι καὶ πατέρες πολλοὶ πολλάκις ταῦτα ὑπὲρ παίδων κατεδέξαντο, καὶ εἵλοντο αὐτῶν χωρισθῆναι, καὶ μόνον αὐτοὺς εὐδοκιμοῦντας ὁρᾷν, τῆς συνουσίας αὐτῶν ἡδίω νομίζοντες εἶναι τὴν εὐδοκίμησιν τὴν ἐκείνων. Ἀλλ' ἐπειδὴ πόῤῥω τῆς ἀγάπης ἐσμὲν ταύτης, οὐδὲ νοῆσαι τὰ λεγόμενα δυνάμεθα. Οὕτω γάρ τινες καὶ τὴν Παύλου προσηγορίαν οὐδὲ ἀκοῦσαί εἰσιν ἄξιοι, καὶ τῆς σφοδρότητος τῆς ἐκείνου πόῤῥω καὶ μακρὰν ἑστήκασιν, ὡς καὶ περὶ θανάτου τοῦ προσκαίρου ταῦτα λέγειν αὐτὸν νομίζειν· οὓς τοσοῦτον εἴποιμι ἂν ἀγνοεῖν τὸν Παῦλον, ὅσον τοὺς πηροὺς τὴν ἀκτῖνα τὴν ἡλιακήν· μᾶλλον δὲ καὶ πολλῷ πλέον. Ὁ γὰρ καθ' ἑκάστην ἡμέραν ἀποθνήσκων, καὶ νιφάδας κινδύνων θεὶς, καὶ εἰπὼν, Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλῖψις, ἢ στενοχωρία, ἢ λιμὸς, ἢ διωγμός; καὶ οὐκ ἀρκεσθεὶς τοῖς λεχθεῖσιν, ἀλλ' ὑπερβὰς τὸν οὐρανὸν, καὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ, καὶ ἀγγέλους καὶ ἀρχαγγέλους, καὶ πάντα τὰ ἄνω περιδραμὼν, καὶ συλλαβὼν ὁμοῦ τὰ παρόντα, τὰ μέλλοντα, τὰ ὁρώμενα, τὰ νοούμενα, τὰ λυπηρὰ, τὰ χρηστὰ, τὰ ἐν ἑκατέροις, καὶ οὐδὲν ὅλως ἀφεὶς, καὶ οὐδὲ οὕτω κορεσθεὶς, ἀλλὰ καὶ ἑτέραν τοσαύτην κτίσιν τὴν οὐκ οὖσαν ὑποστησάμενος· πῶς ὡς μέγα τι λέγων μετ' ἐκεῖνα πάντα, θανάτου τοῦ προσκαίρου ἐμνημόνευσεν ἄν;

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg155.local001/.
