# In epistulam ad Romanos (homiliae 1-32) 2.1-24

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32), Πᾶσα ψυχὴ ἐξουσίαις ὑπερεχούσαις ὑποτασσέσθω.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-romanos-homiliae-1-32/2.1-24

Μὴ τοίνυν αἰσχύνου, φησὶ, τῇ τοιαύτῃ ὑποταγῇ. Καὶ γὰρ ὁ Θεὸς τοῦτο ἐνομοθέτησε, καὶ σφοδρός ἐστι τιμωρὸς καταφρονουμένων τούτων. Οὐ γὰρ τὴν τυχοῦσάν σε ἀπαιτήσει δίκην παρακούσαντα, ἀλλὰ καὶ σφόδρα μεγίστην, καὶ οὐδέν σε ἐξαιρήσεται ἀντιλέγοντα, ἀλλὰ καὶ παρ' ἀνθρώπων ὑποστήσῃ τιμωρίαν χαλεπωτάτην, καὶ οὐδείς σου προστήσεται, καὶ τὸν Θεὸν παροξυνεῖς μειζόνως. Ἅπερ ἅπαντα αἰνιττόμενος ἔλεγεν· Οἱ δὲ ἀνθεστηκότες ἑαυτοῖς κρῖμα λήψονται. Εἶτα δεικνὺς δὲ τὸ κέρδος τοῦ πράγματος μετὰ τὸν φόβον, καὶ ἀπὸ τῶν λογισμῶν πείθει λέγων οὕτως· Οἱ γὰρ ἄρχοντες οὐκ εἰσὶ φόβος τῶν ἀγαθῶν ἔργων, ἀλλὰ τῶν κακῶν. Ἐπειδὴ γὰρ βαθεῖαν ἔδωκε τὴν πληγὴν καὶ κατέπληξεν αὐτοὺς, πάλιν ἀνίησιν, ὥσπερ σοφὸς ἰατρὸς φάρμακα προσηνῆ τιθεὶς, παραμυθούμενος καὶ λέγων, Τί δέδοικας; τί φρίττεις; μὴ γὰρ ἐπιτιμᾷ καλῶς πράττοντι; μὴ γάρ ἐστι φοβερὸς ἀρετῆς ἐπιμελουμένῳ; Διὸ καὶ ἐπάγει· Θέλεις δὲ μὴ φοβεῖσθαι τὴν ἐξουσίαν; Τὸ ἀγαθὸν ποίει, καὶ ἕξεις ἔπαινον ἐξ αὐτῆς. Εἶδες πῶς ᾠκείωσεν αὐτὸν τῷ ἄρχοντι, δείξας αὐτὸν καὶ ἐπαινέτην αὐτοῦ καθήμενον; Εἶδες πῶς ἐκένωσε τὸν θυμόν; Θεοῦ γάρ ἐστι διάκονός σοι εἰς τὸ ἀγαθόν. Τοσοῦτον ἀπέχει τοῦ φοβῆσαί σε, φησὶ, ὅτι καὶ ἐπαινεῖ· τοσοῦτον ἀπέχει τοῦ κωλύειν, ὅτι καὶ συμπράττει. Ὅταν οὖν καὶ ἐπαινέτην ἔχῃς καὶ βοηθὸν, διὰ τί οὐχ ὑποτάσσῃ; Καὶ γὰρ καὶ ἄλλως εὐκολωτέραν σοι ποιεῖ τὴν ἀρετὴν, τοὺς μὲν πονηροὺς κολάζων, τοὺς δὲ ἀγαθοὺς εὐεργετῶν καὶ τιμῶν, καὶ τῷ βουλήματι τοῦ Θεοῦ συμπράττων· διὸ καὶ διάκονον αὐτὸν ἐκάλεσε. Σκόπει δέ· συμβουλεύω περὶ σωφροσύνης ἐγὼ, καὶ ἐκεῖνος τὰ αὐτὰ λέγει διὰ τῶν νόμων· παραινῶ περὶ τοῦ μὴ δεῖν πλεονεκτεῖν μηδὲ ἁρπάζειν, κἀκεῖνος ὑπὲρ τούτων κάθηται δικάζων. Ὥστε συνεργός ἐστιν ἡμῖν καὶ βοηθὸς, καὶ παρὰ τοῦ Θεοῦ εἰς τοῦτο ἀπέσταλται. Ἀμφοτέρωθεν τοίνυν ἐστὶν αἰδέσιμος, καὶ ὅτι παρὰ τοῦ Θεοῦ ἀπεστάλη, καὶ ὅτι ἐπὶ τοιούτῳ πράγματι. Ἐὰν δὲ καὶ τὸ κακὸν ποιῇς, φοβοῦ. Οὐκ ἄρα ὁ ἄρχων ποιεῖ τὸν φόβον, ἀλλ' ἡ ἡμετέρα πονηρία. Οὐ γὰρ εἰκῆ τὴν μάχαιραν φορεῖ. Εἶδες πῶς αὐτὸν παρέστησεν, ὁπλίσας καθάπερ τινὰ στρατιώτην, φοβερὸν τοῖς ἁμαρτάνουσιν ἐπιστήσας; Θεοῦ γὰρ διάκονός ἐστιν εἰς ὀργὴν, ἔνδικος τῷ τὸ κακὸν πράσσοντι. Ἵνα γὰρ μὴ πάλιν ἀκούσας κόλασιν καὶ τιμωρίαν καὶ μάχαιραν, ἀποπηδήσῃς, πάλιν φησὶν, ὅτι Θεοῦ νόμον πληροῖ. Τί γὰρ, εἰ καὶ ἀγνοεῖ αὐτός; Ἀλλ' ὁ Θεὸς οὕτως ἐτύπωσεν. Εἰ τοίνυν καὶ κολάζων καὶ τιμῶν διάκονος Θεοῦ ἐστιν, ἐκδικῶν ἀρετὴν, ἀπελαύνων κακίαν, ὅπερ ὁ Θεὸς βούλεται, τίνος ἕνεκεν αὐτῷ φιλονεικεῖς τοσαῦτα εἰσάγοντι ἀγαθὰ, καὶ προοδοποιοῦντι τοῖς σοῖς; Καὶ γὰρ πολλοὶ πρότερον διὰ τοὺς ἄρχοντας ἀρετὴν ἀσκήσαντες, ὕστερον καὶ διὰ τὸν φόβον τοῦ Θεοῦ ταύτης ἐπελάβοντο. Τῶν γὰρ παχυτέρων οὐχ οὕτω τὰ μέλλοντα, ὡς τὰ παρόντα καθάπτεται. Ὁ τοίνυν τὴν ψυχὴν τῶν πολλῶν προευτρεπίζων τῷ φόβῳ καὶ ταῖς τιμαῖς, ὥστε γενέσθαι ἐπιτηδειοτέραν τῷ τῆς διδασκαλίας λόγῳ, εἰκότως οὗτος διάκονος κέκληται τοῦ Θεοῦ. Διὸ ἀνάγκη ὑποτάσσεσθαι, οὐ μόνον διὰ τὴν ὀργὴν, ἀλλὰ καὶ διὰ τὴν συνείδησιν. Τί ἐστιν, Οὐ μόνον διὰ τὴν ὀργήν; Οὐ μόνον, φησὶν, ὅτι ἀνθίστασαι Θεῷ μὴ ὑποτασσόμενος, οὐδ' ὅτι κακὰ σεαυτῷ προξενεῖς μεγάλα καὶ παρὰ τοῦ Θεοῦ καὶ παρὰ τῶν ἀνθρώπων, ἀλλ' ὅτι καὶ ἐν τοῖς μεγίστοις εὐεργέτης σου γίνεται, εἰρήνης ὢν πρόξενος καὶ οἰκονομίας πολιτικῆς. Καὶ γὰρ μυρία ἀγαθὰ διὰ τῶν ἀρχῶν τούτων ταῖς πόλεσι γίνεται· κἂν ἀνέλῃς αὐτὰς, πάντα οἰχήσεται, καὶ οὐ πόλεις, οὐ χωρία, οὐκ οἰκία, οὐκ ἀγορὰ, οὐκ ἄλλο οὐδὲν στήσεται, ἀλλὰ πάντα ἀνατραπήσεται, τῶν δυνατωτέρων τοὺς ἀσθενεστέρους καταπινόντων. Ὥστε καὶ εἰ μὴ ὀργή τις εἵπετο τῷ παρακούοντι, καὶ οὕτως ὑποτάσσεσθαί σε ἐχρῆν, ἵνα μὴ δόξῃς ἀσυνείδητος εἶναι, καὶ ἀγνώμων περὶ τὸν εὐεργέτην. Διὰ τοῦτο γὰρ καὶ φόρους τελεῖτε, φησί. Θεοῦ γάρ εἰσι λειτουργοὶ, εἰς τοῦτο αὐτὸ προσκαρτεροῦντες. Ἀφεὶς εἰπεῖν κατὰ μέρος τὰς εὐεργεσίας τὰς ἀπὸ τῶν ἀρχόντων ταῖς πόλεσι γινομένας, οἷον τὴν εὐταξίαν, τὴν εἰρήνην, τὰς ἄλλας διακονίας, τὰς ἐπὶ τῶν στρατιωτῶν, τὰς ἐπὶ τῶν τὰ κοινὰ πραττόντων, ἐξ ἑνὸς τούτου τὸ πᾶν δείκνυσιν. Ὅτι γὰρ εὐεργετῇ παρ' αὐτοῦ, φησὶ, σὺ μαρτυρεῖς, μισθὸν αὐτῷ τελῶν. Ὅρα σοφίαν καὶ σύνεσιν τοῦ μακαρίου Παύλου. Ὃ γὰρ ἐδόκει φορτικὸν εἶναι καὶ ἐπαχθὲς τὸ τῶν ἀπαιτήσεων, τοῦτο δεῖγμα ποιεῖται τῆς αὐτῶν προνοίας. Διὰ τί γὰρ, φησὶ, φόρους δίδομεν βασιλεῖ; Οὐχ ὡς προνοοῦντι, οὐχ ὡς προϊσταμένῳ μισθὸν τελοῦντες κηδεμονίας; Καίτοι γε οὐκ ἂν ἐτελέσαμεν, εἰ μὴ ἐξ ἀρχῆς ἔγνωμεν, ὅτι κερδαίνομεν ἐκ τῆς τοιαύτης ἐπιστασίας· ἀλλὰ διὰ τοῦτο ἄνωθεν κοινῇ γνώμῃ πάντων ἔδοξε τοὺς ἄρχοντας τρέφεσθαι παρ' ἡμῶν, ὅτι τῶν οἰκείων ἀμελοῦντες, τῶν κοινῶν κήδονται πραγμάτων, καὶ εἰς ταῦτα τὴν σχολὴν ἀναλίσκουσιν ἅπασαν, δι' ὧν καὶ τὰ ἡμέτερα σώζεται.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg155.local001/.
