# In epistulam ad Romanos (homiliae 1-32) 2.1-31

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32), Νυνὶ δὲ πορεύομαι εἰς Ἱερουσαλὴμ, διακονῶν τοῖς ἁγίοις. Εὐδόκησαν γὰρ Μακεδονία καὶ Ἀχαΐα κοινωνίαν τινὰ ποιήσασθαι εἰς τοὺς πτωχοὺς τῶν ἁγίων τῶν ἐν Ἱερουσαλήμ. Εὐδόκησαν γὰρ, καὶ ὀφειλέται αὐτῶν εἰσιν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-romanos-homiliae-1-32/2.1-31

Πάλιν ἐνταῦθα τὸν Χριστὸν καὶ τὸ Πνεῦμα προβάλλεται, καὶ οὐδαμῶς μέμνηται τοῦ Πατρός. Ταῦτα δὲ εἶπον, ἵν' ὅταν ἴδῃς αὐτὸν Πατρὸς καὶ Υἱοῦ μεμνημένον, ἢ Πατρὸς μόνου, μήτε Υἱὸν μήτε Πνεῦμα ἀθετῇς. Καὶ οὐκ εἶπε, Πνεύματος, ἀλλ' Ἀγάπης Πνεύματος. Καθάπερ γὰρ ὁ Χριστὸς ἠγάπησε τὸν κόσμον καὶ ὁ Πατὴρ, οὕτω καὶ τὸ Πνεῦμα. Τί δέ ἐστιν ὃ παρακαλεῖς, εἰπέ μοι; Συναγωνίσασθαί μοι ἐν ταῖς προσευχαῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν Θεὸν, ἵνα ῥυσθῶ ἀπὸ τῶν ἀπειθούντων ἐν τῇ Ἰουδαίᾳ. Μέγας ἄρα ἀγὼν αὐτῷ προὔκειτο· διὸ καὶ τὰς εὐχὰς αὐτῶν καλεῖ. Καὶ οὐκ εἶπεν, Ἵνα συμπλακῶ, ἀλλ' Ἵνα ῥυσθῶ· ὡς ὁ Χριστὸς ἐκέλευσεν, Εὔχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν. Ταῦτα δὲ λέγων, ἐδείκνυ πονηρούς τινας λύκους ἐπιθησομένους αὐτῷ, καὶ θηρία μᾶλλον ἢ ἄνδρας. Ἀπὸ δὲ τούτου καὶ ἕτερον παρεσκεύαζε, τὸ δεῖξαι ὅτι δικαίως ἀνεδέξατο τὸ διακονῆσαι τοῖς ἁγίοις, εἴ γε τοσοῦτοι οἱ ἀπειθοῦντες, ὡς καὶ αὐτῶν εὔχεσθαι ῥυσθῆναι. Οἱ γὰρ μεταξὺ τοσούτων ὄντες πολεμίων, καὶ λιμῷ ἀπόλλυσθαι ἔμελλον· διὸ ἀναγκαίως ἑτέρωθεν αὐτοῖς ἐκομίζετο. Καὶ ἵνα ἡ διακονία μου ἐν Ἱερουσαλὴμ εὐπρόσδεκτος γένηται τοῖς ἁγίοις· τουτέστιν, ἵνα δεκτή μου γένηται ἡ θυσία, ἵνα μετὰ προθυμίας ὑποδέξωνται τὰ διδόμενα. Ὁρᾷς πῶς πάλιν ἐπῆρε τὸ ἀξίωμα τῶν λαμβανόντων, εἴ γε εὐχῶν δεῖται παρὰ δήμου τοσούτου, εἰς τὸ δεχθῆναι τὰ πεμπόμενα; Ἀπὸ δὲ τούτου δείκνυσι καὶ ἕτερόν τι, ὅτι οὐκ ἀρκεῖ τὸ δοῦναι ἐλεημοσύνην εἰς τὸ δεχθῆναι. Ὅταν γὰρ μετὰ ἀνάγκης τις παρέχῃ, ὅταν ἐξ ἀδικίας, ὅταν πρὸς κενοδοξίαν, οἴχεται ὁ καρπός. Ἵνα ἐν χαρᾷ ἔλθω πρὸς ὑμᾶς διὰ θελήματος Θεοῦ. Ὥσπερ ἀρχόμενος ἔλεγεν, Εἴ πως ἤδη ποτὲ εὐοδωθήσομαι ἐν τῷ θελήματι τοῦ Θεοῦ ἐλθεῖν πρὸς ὑμᾶς· οὕτω καὶ ἐνταῦθα ἐπὶ τὸ αὐτὸ καταφεύγει θέλημα, καί φησιν, ὅτι Διὰ τοῦτο ἐπείγομαι, καὶ ῥυσθῆναι ἐκεῖθεν εὔχομαι, ἵνα ταχέως ὑμᾶς ἴδω, καὶ ἴδω μεθ' ἡδονῆς, μηδεμίαν ἐκεῖθεν ἐπισυρόμενος ἀθυμίαν. Καὶ συναναπαύσωμαι ὑμῖν. Ὅρα πῶς πάλιν τὸ ἄτυφον δείκνυσιν. Οὐ γὰρ εἶπε, Ἵνα διδάξω ὑμᾶς καὶ κατηχήσω, ἀλλ', Ἵνα συναναπαύσωμαι ὑμῖν. Καίτοι αὐτὸς ἦν ὁ ἀγωνιζόμενος, καὶ πυκτεύων· πῶς οὖν φησι, Συναναπαύσωμαι; Χαριζόμενος αὐτοῖς κἀν τούτῳ, καὶ προθυμοτέρους ποιῶν τῷ κοινωνοὺς ποιεῖν τῶν στεφάνων καὶ δεικνύναι καὶ αὐτοὺς ἀγωνιζομένους καὶ πονοῦντας. Εἶτα, ὅπερ ἀεὶ ποιεῖν εἴωθε, τὴν εὐχὴν μετὰ τὴν παραίνεσιν προστίθησι λέγων· Ὁ δὲ Θεὸς τῆς εἰρήνης μετὰ πάντων ὑμῶν. Ἀμήν. Συνίστημι δὲ ὑμῖν Φοίβην τὴν ἀδελφὴν, διάκονον οὖσαν τῆς Ἐκκλησίας τῆς ἐν Κεγχρεαῖς. Ὅρα διὰ πόσων αὐτὴν σεμνύνει· καὶ γὰρ πρὸ τῶν ἄλλων αὐτῆς ἐμνήσθη πάντων, καὶ ἀδελφὴν ἐκάλεσεν· οὐ μικρὸν δὲ Παύλου κληθῆναι ἀδελφήν. Καὶ τὸ ἀξίωμα προσέθηκε, διάκονον εἰπών· Ἵνα αὐτὴν προσδέξησθε ἐν Κυρίῳ ἀξίως τῶν ἁγίων. Τουτέστι, διὰ τὸν Κύριον, ἵνα τιμῆς ἀπολαύσῃ παρ' ὑμῖν. Ὁ γὰρ διὰ τὸν Κύριον δεχόμενος, κἂν μὴ μέγαν τινὰ δέξηται, μετὰ σπουδῆς δέχεται· ὅταν δὲ καὶ ἁγία ᾖ, ἐννόησον ἡλίκης αὐτὴν ἀπολαῦσαι δίκαιον θεραπείας. Διὰ τοῦτο προσέθηκε, Ἀξίως τῶν ἁγίων, ὡς δεῖ τοὺς τοιούτους ὑποδέχεσθαι. Διπλῆν γὰρ ἔχει ἀφορμὴν τοῦ θεραπευθῆναι παρ' ὑμῶν, καὶ τὸ διὰ τὸν Κύριον δεχθῆναι, καὶ τὸ αὐτὴν ἁγίαν εἶναι. Καὶ παραστῆτε αὐτῇ ἐν ᾧ ἂν ὑμῶν πράγματι χρῄζῃ. Εἶδες τὸ ἀνεπαχθές; Οὐδὲ γὰρ εἶπεν, Ἵνα ἀπαλλάξητε, ἀλλ', Ἵνα τὰ παρ' ὑμῶν εἰσενέγκητε, καὶ χεῖρα ὀρέξητε, καὶ ἐν ᾧ ἂν ὑμῶν χρῄζῃ· οὐκ ἐν οἷς ἂν ᾖ πάντως, ἀλλ' ἐν οἷς ἂν ὑμῶν δέηται· δεήσεται δὲ ἐν ἐκείνοις, ἐν οἷς ἂν ὑμεῖς ἦτε κύριοι. Εἶτα πάλιν ὁ ἔπαινος ἄφατος· Καὶ γὰρ αὐτὴ προστάτις πολλῶν ἐγενήθη, καὶ αὐτοῦ ἐμοῦ. Εἶδες τὴν σύνεσιν; Πρῶτον μὲν τὰ ἐγκώμια, εἶτα μέσην τὴν παράκλησιν, εἶτα πάλιν τὰ ἐγκώμια τέθεικεν, ἑκατέρωθεν περιστέλλων τὴν χρείαν τοῖς ἐπαίνοις τῆς γυναικὸς τῆς μακαρίας ἐκείνης. Πῶς γὰρ οὐ μακαρία ἡ τοσαύτης ἀπολαύσασα παρὰ Παύλου μαρτυρίας, ἡ καὶ αὐτῷ βοηθῆσαι δυνηθεῖσα τῷ τὴν οἰκουμένην διορθώσαντι; Τοῦτο γὰρ ὁ κολοφὼν αὐτῆς τῶν ἀγαθῶν· διὸ καὶ ὕστερον αὐτὸ τέθεικε λέγων, Καὶ αὐτοῦ ἐμοῦ. Τί δέ ἐστι, Καὶ αὐτοῦ ἐμοῦ; Τοῦ κήρυκος τῆς οἰκουμένης, τοῦ τοσαῦτα παθόντος, τοῦ μυρίοις ἀρκοῦντος. Μιμησώμεθα τοίνυν καὶ ἄνδρες καὶ γυναῖκες τὴν ἁγίαν ἐκείνην, καὶ τὴν μετ' αὐτὴν δὲ σὺν τῷ ἀνδρί. Τίνες δὲ οὗτοί εἰσιν; Ἀσπάσασθε, φησὶ, Πρίσκιλλαν καὶ Ἀκύλαν, τοὺς συλλειτουργούς μου ἐν Χριστῷ Ἰησοῦ. Τούτων τῇ ἀρετῇ καὶ ὁ Λουκᾶς μαρτυρεῖ· τοῦτο μὲν, ὅταν λέγῃ, ὅτι Ἔμεινε πρὸς αὐτοὺς ὁ Παῦλος· ἦσαν γὰρ σκηνοποιοὶ τὴν τέχνην· τοῦτο δὲ, ὅταν δεικνύῃ τὴν γυναῖκα τὸν Ἀπολλὼ προσλαμβανομένην καὶ κατηχήσασαν τὴν ὁδὸν τοῦ Κυρίου.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg155.local001/.
