# In epistulam ad Romanos (homiliae 1-32) 2.1-5

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32), Διὰ τοῦτο παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς πάθη ἀτιμίας. Αἵ τε γὰρ θήλειαι αὐτῶν μετήλλαξαν τὴν φυσικὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν. Ὁμοίως δὲ καὶ οἱ ἄῤῥενες, ἀφέντες τὴν φυσικὴν χρῆσιν τῆς θηλείας, ἐξεκαύθησαν ἐν τῇ ὀρέξει αὐτῶν εἰς ἀλλήλους.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-romanos-homiliae-1-32/2.1-5

Μὴ γὰρ ἐπειδὴ ἤκουσας, φησὶν, ὅτι Ἐξεκαύθησαν, τῆς ἐπιθυμίας μόνης εἶναι νομίσῃς τὸ νόσημα· καὶ γὰρ τὸ πλέον τῆς αὐτῶν ῥᾳθυμίας ἐστὶν, ἣ καὶ τὴν ἐπιθυμίαν ἀνῆψε. Διὰ τοῦτο οὐκ εἶπε, Παρασυρέντες, ἢ Προληφθέντες, ὅπερ ἀλλαχοῦ φησιν, ἀλλὰ τί; Κατεργαζόμενοι. Ἔργον ἔθεντο τὴν ἁμαρτίαν, καὶ οὐχ ἁπλῶς ἔργον, ἀλλὰ καὶ ἐσπουδασμένον. Καὶ οὐκ εἶπεν, Ἐπιθυμίαν, ἀλλ' Ἀσχημοσύνην, κυρίως· καὶ γὰρ καὶ τὴν φύσιν ᾔσχυναν, καὶ τοὺς νόμους ἐπάτησαν. Καὶ ὅρα πολλὴν τὴν σύγχυσιν ἐξ ἀμφοτέρου τοῦ μέρους γινομένην. Οὐ γὰρ ἡ κεφαλὴ μόνη κάτω γέγονεν, ἀλλὰ καὶ οἱ πόδες ἄνω, καὶ πολέμιοι ἑαυτῶν καὶ ἀλλήλων ἐγένοντο, χαλεπήν τινα καὶ παντὸς ἐμφυλίου πολέμου παρανομωτέραν εἰσάγοντες μάχην καὶ πολυσχιδῆ καὶ ποικίλην. Καὶ γὰρ εἰς τέσσαρα ταύτην διεῖλον εἴδη κενὰ καὶ παράνομα· οὐ γὰρ διπλοῦς καὶ τριπλοῦς, ἀλλὰ καὶ τετραπλοῦς οὗτος ὁ πόλεμος ἦν. Σκόπει δέ· Ἔδει τοὺς δύο ἕνα εἶναι, γυναῖκα καὶ ἄνδρα λέγω· Ἔσονται γὰρ, φησὶν, οἱ δύο εἰς σάρκα μίαν. Ἐποίει δὲ τοῦτο ἡ τῆς ὁμιλίας ἐπιθυμία, καὶ συνῆπτε τὰ γένη πρὸς ἄλληλα. Ταύτην ἀνελὼν ὁ διάβολος τὴν ἐπιθυμίαν, καὶ ἐφ' ἕτερον μετοχετεύσας τρόπον, ἀπέσχισεν οὕτως ἀπ' ἀλλήλων τὰ γένη, καὶ ἐποίησε τὸ ἓν δύο γενέσθαι μέρη, ἀπεναντίας τῷ τοῦ Θεοῦ νόμῳ· ὁ μὲν γάρ φησιν, Ἔσονται οἱ δύο εἰς σάρκα μίαν· ὁ δὲ τὴν μίαν εἰς δύο διεῖλεν. Ἰδοὺ πόλεμος εἷς. Πάλιν αὐτὰ τὰ δύο μέρη ταῦτα καὶ πρὸς αὐτοὺς καὶ πρὸς ἀλλήλους ἐξεπολέμωσεν· αἵ τε γὰρ γυναῖκες γυναῖκας ὕβριζον πάλιν, οὐκ ἄνδρας μόνον, οἵ τε ἄνδρες κατά τε ἀλλήλων ἵσταντο, καὶ κατὰ τοῦ γυναικείου γένους, καθάπερ ἐν νυκτομαχίᾳ τινί· εἶδες δεύτερον καὶ τρίτον πόλεμον, καὶ τέταρτον καὶ πέμπτον; Ἔστι καὶ ἕτερος· μετὰ γὰρ τῶν εἰρημένων καὶ εἰς τὴν φύσιν αὐτὴν παρηνόμησαν. Ἐπειδὴ γὰρ εἶδεν ὁ διάβολος, ὅτι αὕτη μάλιστα συνάγει τὰ γένη ἡ ἐπιθυμία, τὸν δεσμὸν ἐσπούδασε διακόψαι, ὥστε οὐ τῷ μὴ σπείρεσθαι μόνον κατὰ νόμον τὸ γένος διαλῦσαι, ἀλλὰ καὶ τῷ πρὸς ἀλλήλους ἐκπεπολεμῶσθαι τὸ γένος καὶ στασιάζειν. Καὶ τὴν ἀντιμισθίαν, ἣν ἔδει, τῆς πλάνης αὐτῶν ἐν ἑαυτοῖς ἀπολαμβάνοντες. Ὅρα πῶς πάλιν ἐπὶ τὴν πηγὴν ἔρχεται τοῦ κακοῦ, τὴν ἀσέβειαν τὴν ἀπὸ τῶν δογμάτων, καὶ μισθὸν τοῦτον εἶναί φησι τῆς παρανομίας ἐκείνης. Ἐπειδὴ γὰρ περὶ γεέννης καὶ κολάσεως λέγων, νῦν οὐκ ἐδόκει πιστὸς εἶναι τοῖς ἀσεβέσι καὶ οὕτω ζῇν προαιρουμένοις, ἀλλὰ καὶ καταγέλαστος, δείκνυσιν ἐν αὐτῇ τῇ ἡδονῇ ταύτην τὴν κόλασιν οὖσαν. Εἰ δὲ οὐκ αἰσθάνονται, ἀλλ' ἥδονται, μὴ θαυμάσῃς· καὶ γὰρ καὶ οἱ μαινόμενοι καὶ οἱ φρενίτιδι κατεχόμενοι νόσῳ πολλὰ ἑαυτοὺς ἀδικοῦντες, καὶ ἐλεεινὰ πράσσοντες, ἐφ' οἷς αὐτοὺς ἕτεροι δακρύουσι, γελῶσι καὶ ἐντρυφῶσι τοῖς γινομένοις αὐτοί. Ἀλλ' οὐ διὰ τοῦτό φαμεν αὐτοὺς ἀπηλλάχθαι κολάσεως, ἀλλὰ καὶ δι' αὐτὸ μὲν οὖν τοῦτο ἐν χαλεπωτέρᾳ εἶναι τιμωρίᾳ, ὅτι οὐδὲ ἴσασιν ἐν οἷς εἰσιν. Οὐ γὰρ ἀπὸ τῶν νοσούντων, ἀλλ' ἀπὸ τῶν ὑγιαινόντων δεῖ φέρειν τὰς ψήφους· ἐπεὶ τό γε παλαιὸν καὶ νόμος εἶναι τὸ πρᾶγμα ἐδόκει, καὶ νομοθέτης τις παρ' αὐτοῖς οἰκέτας ἐκέλευσε μήτε ξηραλοιφεῖν μήτε παιδεραστεῖν, τοῖς ἐλευθέροις τῆς προεδρείας παραχωρήσας ταύτης, μᾶλλον δὲ τῆς ἀσχημοσύνης. Ἀλλ' ὅμως οὐκ ἐνόμισαν ἀσχημοσύνην εἶναι τὸ πρᾶγμα, ἀλλ' ὡς σεμνὸν καὶ μεῖζον ἢ κατ' οἰκετῶν ἀξίωμα, τοῖς ἐλευθέροις ἐπέτρεψαν· καὶ τοῦτο ὁ σοφώτατος τῶν Ἀθηναίων δῆμος, καὶ ὁ μέγας παρ' αὐτοῖς Σόλων. Καὶ ἕτερα δὲ πολλὰ τῶν φιλοσόφων βιβλία ταύτης ἄν τις εὕροι γέμοντα τῆς νόσου· ἀλλ' οὐ διὰ τοῦτο νενομισμένον εἶναι τὸ πρᾶγμά φαμεν, ἀλλὰ καὶ τοὺς τὸν νόμον δεξαμένους τοῦτον ἐλεεινοὺς καὶ δακρύων ἀξίους εἶναι πολλῶν. Ἃ γὰρ αἱ πορνευόμεναι πάσχουσι γυναῖκες, ταῦτα καὶ οὗτοι· μᾶλλον δὲ ἐκείνων ἀθλιώτερα. Ταῖς μὲν γὰρ εἰ καὶ παράνομος, ἀλλὰ κατὰ φύσιν ἡ μίξις· αὕτη δὲ καὶ παράνομος, καὶ παρὰ φύσιν. Εἰ γὰρ μὴ γέεννα ἦν, μηδὲ κόλασις ἠπείλητο, τοῦτο πάσης κολάσεως χεῖρον ἦν. Εἰ δὲ ἥδονται, τὴν προσθήκην μοι λέγεις τῆς τιμωρίας. Οὐδὲ γὰρ εἴ τινα εἶδον γυμνὸν τρέχοντα, βορβόρῳ τὸ σῶμα ἀνακεχρωσμένον ἅπαν, εἶτα οὐκ ἐγκαλυπτόμενον, ἀλλὰ καὶ ἐγκαλλωπιζόμενον, συνήσθην ἂν αὐτῷ, ἀλλὰ καὶ μᾶλλον ἂν αὐτὸν ἐθρήνησα, ὅτι οὐδὲ αἰσθάνεται ἀσχημονῶν. Ἵνα δὲ καὶ σαφεστέραν δείξω τὴν ὕβριν, ἀνάσχεσθέ μου καὶ ἑτέρου παραδείγματος. Εἰ γὰρ παρθένον τις κατεδίκασε θαλαμευομένην ἀλόγοις μιγῆναι ζώοις, εἶτα ἥδετο ἐκείνη τῇ μίξει, οὐ διὰ τοῦτο μάλιστα δακρύων ἦν ἀξία, ὅτι οὐδὲ ἀπαλλαγῆναι τῆς νόσου ταύτης ἠδύνατο τῷ μηδὲ αἰσθάνεσθαι τῆς νόσου; Παντί που δῆλόν ἐστιν. Εἰ δὲ ἐκεῖνο χαλεπὸν, οὐδὲ τοῦτο ἔλαττον ἐκείνου· τὸ γὰρ ὑπὸ τῶν οἰκείων ὑβρίζεσθαι ἐλεεινότερον τοῦ παρὰ τῶν ἀλλοτρίων. Τούτους ἐγὼ καὶ ἀνδροφόνων χείρους εἶναί φημι· καὶ γὰρ βέλτιον ἀποθανεῖν, ἢ ζῇν ὑβριζόμενον οὕτως. Ὁ μὲν γὰρ ἀνδροφόνος τὴν ψυχὴν ἀπὸ τοῦ σώματος διέῤῥηξεν, οὗτος δὲ τὴν ψυχὴν μετὰ τοῦ σώματος ἀπώλεσε. Καὶ ὅπερ ἂν εἴποις ἁμάρτημα, οὐδὲν ἴσον ἐρεῖς τῆς παρανομίας ταύτης· καὶ εἰ ἐπῃσθάνοντο τῶν γινομένων οἱ πάσχοντες, μυρίους ἂν κατεδέξαντο θανάτους, ὥστε μὴ τοῦτο παθεῖν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg155.local001/.
