# In epistulam ad Romanos (homiliae 1-32) 2.1-7

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32), Ἴδε, σὺ Ἰουδαῖος ἐπονομάζῃ, καὶ ἐπαναπαύῃ τῷ νόμῳ, καὶ καυχᾶσαι ἐν Θεῷ, καὶ γινώσκεις τὸ θέλημα, καὶ δοκιμάζεις τὰ διαφέροντα, κατηχούμενος ἐκ τοῦ νόμου.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-romanos-homiliae-1-32/2.1-7

Διὸ καὶ ἐπιδαψιλεύεται τοῖς δοκοῦσιν αὐτῶν εἶναι ἐγκωμίοις, εἰδὼς, ὅτι μείζονος κατηγορίας ὑπόθεσις τὰ λεγόμενα. Ἔχοντα τὴν μόρφωσιν τῆς γνώσεως καὶ τῆς ἀληθείας ἐν τῷ νόμῳ. Ὥσπερ ἂν εἴ τις τὴν βασιλικὴν εἰκόνα ἔχων, μηδὲν πρὸς ἐκείνην γράφοι· οἱ δὲ μὴ πιστευθέντες αὐτὴν, καὶ χωρὶς τοῦ πρωτοτύπου μετὰ ἀκριβείας αὐτὴν μιμοῖντο. Εἶτα εἰπὼν τὰ πλεονεκτήματα, ἅπερ ἔσχον παρὰ τοῦ Θεοῦ, λέγει αὐτῶν τὰ ἐλαττώματα, ἅπερ οἱ προφῆται κατηγόρουν, ταῦτα εἰς μέσον φέρων· Ὁ οὖν διδάσκων ἕτερον, σεαυτὸν οὐ διδάσκεις; ὁ κηρύσσων μὴ κλέπτειν, κλέπτεις; ὁ λέγων μὴ μοιχεύειν, μοιχεύεις; ὁ βδελυσσόμενος τὰ εἴδωλα, ἱεροσυλεῖς; Καὶ γὰρ σφόδρα ἦν ἀπηγορευμένον τῶν ἐν τοῖς εἰδωλείοις ἅπτεσθαι χρημάτων διὰ τὸ βδελυρόν· ἡ δὲ τῆς φιλοχρηματίας τυραννὶς, φησὶ, καὶ τοῦτον ὑμᾶς ἔπεισε καταπατῆσαι τὸν νόμον. Εἶτα τὸ πολὺ βαρύτερον ὕστερον ἐπάγει, λέγων· Ὃς ἐν νόμῳ καυχᾶσαι, διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν Θεὸν ἀτιμάζεις; Δύο τέθεικεν ἐγκλήματα, μᾶλλον δὲ τρία· ὅτι τε ἀτιμάζουσι, καὶ ὅτι δι' ὧν ἐτιμήθησαν, καὶ ὅτι τὸν τιμήσαντα ἀτιμάζουσιν, ὅπερ ἦν ἐσχάτης ἀγνωμοσύνης ὑπερβολή. Εἶτα ἵνα μὴ δόξῃ κατηγορεῖν οἴκοθεν, τὸν προφήτην ἐπήγαγεν αὐτῶν κατήγορον, νῦν μὲν ἐν βραχεῖ καὶ συντόμως καὶ ὡς ἐν κεφαλαίῳ, ὕστερον δὲ καὶ κατὰ μέρος, καὶ νῦν μὲν τὸν Ἡσαΐαν, μετὰ δὲ ταῦτα τὸν Δαυῒδ, ὅτε καὶ πλείονας ἐπεδείξατο τοὺς ἐλέγχους. Ὅτι γὰρ, φησὶν, οὐκ ἐγὼ λοιδορούμενος ὑμῖν ταῦτα λέγω, ἄκουσον τί φησιν ὁ Ἡσαΐας, ὅτι Τὸ ὄνομα τοῦ Θεοῦ δι' ὑμᾶς βλασφημεῖται ἐν τοῖς ἔθνεσιν. Ἰδοὺ καὶ ἑτέρα διπλῆ κατηγορία πάλιν. Οὐ γὰρ μόνον αὐτοὶ, φησὶν, ὑβρίζουσιν, ἀλλὰ καὶ ἑτέρους εἰς τοῦτο παρασκευάζουσι. Τί τοίνυν τῆς διδασκαλίας ὄφελος, ὅταν ἑαυτοὺς μὴ διδάσκητε; Ἀλλ' ἀνωτέρω μὲν τοῦτο εἶπε μόνον, ἐνταῦθα δὲ καὶ εἰς τὸ ἐναντίον περιέτρεψεν. Οὐδὲ γὰρ μόνον ἑαυτοὺς, ἀλλ' οὐδὲ ἑτέρους διδάσκετε τὰ πρακτέα· καὶ τὸ πολλῷ χαλεπώτερον, ὅτι οὐ μόνον οὐ διδάσκετε τὰ τοῦ νόμου, ἀλλὰ καὶ τὰ ἐναντία διδάσκετε, βλασφημεῖν τὸν Θεὸν, ὅπερ ἐναντίον ἐστὶ τῷ νόμῳ. Ἀλλ' ἡ περιτομὴ μέγα, φησίν. Ὁμολογῶ κἀγὼ, ἀλλὰ τότε, ὅταν ἔχῃ τὴν ἔνδον περιτομήν. Καὶ σκόπει σύνεσιν, πῶς εὐκαίρως τὸν περὶ αὐτῆς εἰσήγαγε λόγον. Οὐ γὰρ εὐθέως ἀπ' αὐτῆς ἤρξατο, ἐπειδὴ πολλὴ ἦν αὐτῆς ἡ ὑπόληψις· ἀλλ' ἡνίκα ἔδειξεν αὐτοὺς ἀπὸ τοῦ μείζονος προσκεκρουκότας, καὶ τῆς εἰς τὸν Θεὸν βλασφημίας αἰτίους, τότε λοιπὸν λαβὼν τὸν ἀκροατὴν κατεγνωκότα αὐτῶν, καὶ γυμνώσας τῆς προεδρίας, εἰσάγει τὸν περὶ τῆς περιτομῆς λόγον, θαῤῥῶν, ὅτι οὐδεὶς αὐτῇ ψηφιεῖται λοιπὸν, καί φησι· Περιτομὴ μὲν γὰρ ὠφελεῖ, ἐὰν νόμον πράσσῃς. Καίτοι γε ἐνῆν ἄλλως αὐτὴν ἐκβαλεῖν, καὶ εἰπεῖν, Τί γάρ ἐστιν ἡ περιτομή; μὴ γὰρ κατόρθωμά ἐστι τοῦ ἔχοντος; μὴ γὰρ προαιρέσεως ἀγαθῆς ἐπίδειξις; Καὶ γὰρ ἐν ἀώρῳ γίνεται ἡλικίᾳ, καὶ οἱ ἐν τῇ ἐρήμῳ δὲ πάντες ἔμειναν ἀπερίτμητοι χρόνον πολύν· καὶ ἑτέρωθεν δὲ πολλαχόθεν ἴδοι τις ἂν αὐτὴν οὐ σφόδρα ἀναγκαίαν οὖσαν. Ἀλλ' ὅμως οὐκ ἐντεῦθεν αὐτὴν ἐκβάλλει, ἀλλ' ὅθεν μάλιστα ἐχρῆν, ἀπὸ τοῦ Ἀβραάμ. Ἡ γὰρ ὑπερβολὴ τῆς νίκης αὕτη, δεῖξαι ἐντεῦθεν αὐτὴν οὖσαν εὐκαταφρόνητον, ὅθεν αὐτοῖς αἰδέσιμος ἦν. Καίτοι γε ἠδύνατο λέγειν, ὅτι καὶ οἱ προφῆται ἀπεριτμήτους καλοῦσιν Ἰουδαίους· ἀλλ' οὔπω τοῦτο τῆς περιτομῆς ἐστιν ἐλάττωμα, ἀλλὰ τῶν κακῶς αὐτὴν μετιόντων. Τὸ δὲ ζητούμενον, δεῖξαι ὅτι καὶ ἐν ἀρίστῳ βίῳ οὐδεμίαν ἰσχὺν ἔχει· τοῦτο δὴ κατασκευάζει λοιπόν. Καὶ ἐνταῦθα μὲν οὐ παράγει τὸν πατριάρχην, ἀλλὰ πρότερον ἑτέρωθεν αὐτὴν προκαταβαλὼν, ὕστερον ἐκεῖνον τηρεῖ, ὅταν τὸν περὶ τῆς πίστεως εἰσαγάγῃ λόγον, οὕτω λέγων· Πῶς οὖν ἐλογίσθη ἡ πίστις τῷ Ἀβραάμ; ἐν περιτομῇ ὄντι, ἢ ἐν ἀκροβυστίᾳ; Ἕως μὲν γὰρ ἂν πρὸς τὸν ἐθνικὸν αὕτη καὶ τὸν ἀκρόβυστον ἀγωνίζηται, οὐδὲν βούλεται τούτων εἰπεῖν, ἵνα μὴ σφόδρα φορτικὸς ᾖ· ὅταν δὲ πρὸς τὴν πίστιν ἀπομάχηται, τότε μειζόνως πρὸς αὐτὴν ἀποδύεται. Τέως μέντοι πρὸς τὴν ἀκροβυστίαν ἡ μάχη· διὸ καὶ ὑφειμένως προάγει τὸν λόγον, καί φησι· Περιτομὴ μὲν γὰρ ὠφελεῖ, ἐὰν πράσσῃς τὸν νόμον· ἐὰν δὲ παραβάτης νόμου ᾖς, ἡ περιτομή σου ἀκροβυστία γέγονε. Δύο γὰρ ἐνταῦθα ἀκροβυστίας καὶ δύο περιτομάς φησιν, ὥσπερ καὶ δύο νόμους. Ἔστι γὰρ νόμος ὁ φυσικὸς, καὶ ἔστιν ὁ γραπτός· ἀλλὰ καὶ μέσος τούτων ὁ διὰ τῶν ἔργων. Καὶ σκόπει πῶς τοὺς τρεῖς τούτους δείκνυσι, καὶ εἰς μέσον ἄγει. Ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα, φησί. Ποῖον δὴ νόμον, εἰπέ μοι; Τὸν γραπτόν. Φύσει τὰ τοῦ νόμου ποιῇ. Ποίου; Τοῦ διὰ τῶν ἔργων. Οὗτοι νόμον μὴ ἔχοντες. Ποῖον; Τὸν γραπτόν. Ἑαυτοῖς εἰσι νόμος. Πῶς; Τῷ φυσικῷ κεχρημένοι. Οἵτινες ἐνδείκνυνται τὸ ἔργον τοῦ νόμου. Ποίου; Τοῦ διὰ τῶν πράξεων. Ἐκεῖνος μὲν γὰρ ἔξω κεῖται ὁ διὰ τῶν γραμμάτων, οὗτος δὲ ἔνδον ὁ διὰ τῆς φύσεως, ὁ δὲ ἐν ταῖς πράξεσι· καὶ τὸν μὲν τὰ γράμματα ὑπαγορεύει, τὸν δὲ ἡ φύσις, τὸν δὲ αἱ πράξεις. Τούτου δὴ τοῦ τρίτου χρεία, δι' ὃν καὶ ἐκεῖνοι οἱ δύο, ὅ τε ἀπὸ τῆς φύσεως, ὅ τε ἀπὸ τῶν γραμμάτων· κἂν οὗτος μὴ παρῇ, οὐδὲν ὄφελος ἐκείνων, ἀλλὰ καὶ βλάβος μέγιστον. Καὶ τοῦτο δείκνυσιν ἐπὶ τοῦ φυσικοῦ μὲν λέγων· Ἐν ᾧ γὰρ κρίνεις τὸν ἕτερον, σεαυτὸν κατακρίνεις· ἐπὶ δὲ τοῦ γραπτοῦ· Ὁ κηρύσσων μὴ κλέπτειν, κλέπτεις; Οὕτω καὶ ἀκροβυστίαι δύο, μία μὲν ἡ φυσικὴ, δευτέρα δὲ ἡ ἀπὸ πράξεως· καὶ περιτομὴ μία μὲν ἡ ἐν τῇ σαρκὶ, δευτέρα δὲ ἡ ἀπὸ προαιρέσεως. Οἷόν τι λέγω· Περιετμήθη τις ὀκταήμερος· αὕτη σαρκικὴ περιτομή. Ἔπραξέ τις τὰ νόμιμα ἅπαντα· αὕτη διανοίας περιτομὴ, ἣν μάλιστα ὁ Παῦλος ζητεῖ, μᾶλλον δὲ καὶ ὁ νόμος.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg155.local001/.
