# In epistulam ad Romanos (homiliae 1-32) 2.1-8

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32), Τί οὖν; προεχόμεθα; Οὐ πάντως· προῃτιασάμεθα γὰρ Ἰουδαίους τε καὶ Ἕλληνας πάντας ὑφ' ἁμαρτίαν εἶναι· καθὼς γέγραπται· Οὐκ ἔστι δίκαιος οὐδὲ εἷς, οὐκ ἔστιν ὁ συνιῶν, οὐκ ἔστιν ὁ ἐκζητῶν τὸν Θεόν. Πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν· οὐκ ἔστι ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός. Τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν, ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν, ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν· ὧν τὸ στόμα ἀρᾶς καὶ πικρίας γέμει, ὀξεῖς οἱ πόδες αὐτῶν ἐκχέαι αἷμα· σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν, καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν· οὐκ ἔστι φόβος Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτῶν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-romanos-homiliae-1-32/2.1-8

Ὅτε τοίνυν τὸν φόβον ηὔξησε, τότε λοιπὸν ἐπάγει τὰ τῆς χάριτος, ἐν πολλῇ καταστήσας ἐπιθυμίᾳ τῆς τῶν ἁμαρτιῶν ἀφέσεως, καί φησι· Νῦν δὲ χωρὶς νόμου δικαιοσύνη Θεοῦ πεφανέρωται. Μέγα ἐνταῦθα ἐφθέγξατο, καὶ πολλῆς δεόμενον τῆς κατασκευῆς. Εἰ γὰρ οἱ ἐν νόμῳ ζῶντες οὐ μόνον οὐκ ἔφυγον κόλασιν, ἀλλὰ καὶ πλέον ἐβαρύνθησαν, πῶς ἔστι χωρὶς νόμου μὴ μόνον τιμωρίαν φυγεῖν, ἀλλὰ καὶ δικαιωθῆναι; Δύο γὰρ ἄκρα ἐνταῦθα τέθεικε, καὶ τὸ δικαιοῦσθαι, καὶ τὸ χωρὶς νόμου τούτων τυγχάνειν τῶν ἀγαθῶν. Διὰ τοῦτο οὐχ ἁπλῶς εἶπε, Δικαιοσύνη, ἀλλὰ, Δικαιοσύνη Θεοῦ, ἀπὸ τῆς ἀξίας τοῦ προσώπου καὶ μείζονα δείξας τὴν δωρεὰν καὶ δυνατὴν τὴν ὑπόσχεσιν· πάντα γὰρ αὐτῷ δυνατά. Καὶ οὐκ εἶπεν, Ἐδόθη, ἀλλὰ, Πεφανέρωται, τὸ τῆς καινοτομίας ὑποτεμνόμενος ἔγκλημα· τὸ γὰρ πεφανερωμένον, ὡς παλαιὸν καὶ κρυπτόμενον φανεροῦται. Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τὰ ἑξῆς δείκνυσιν οὐ πρόσφατον ὂν τοῦτο· εἰπὼν γὰρ, Πεφανέρωται, ἐπήγαγε, Μαρτυρουμένη ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν. Μὴ γὰρ, ἐπειδὴ νῦν ἐδόθη, θορυβηθῇς, φησὶ, μηδὲ ὡς πρὸς καινὸν καὶ ξένον πρᾶγμα ταραχθῇς· ἄνωθεν γὰρ αὐτὸ καὶ ὁ νόμος καὶ οἱ προφῆται προέλεγον. Καὶ τὰ μὲν ἔδειξε διὰ τῆς κατασκευῆς ταύτης, τὰ δὲ μέλλει, ἐν μὲν τοῖς ἔμπροσθεν παραγαγὼν τὸν Ἀββακοὺμ λέγοντα· Ὁ δίκαιος ἐκ πίστεως ζήσεται· ἐν δὲ τοῖς μετὰ ταῦτα τὸν Ἀβραὰμ, τὸν Δαυῒδ, καὶ αὐτοὺς περὶ τούτων διαλεγομένους ἡμῖν. Καὶ γὰρ πολὺς τῶν προσώπων τούτων ὁ λόγος ἦν παρ' αὐτοῖς· ὁ μὲν γὰρ ἦν πατριάρχης καὶ προφήτης, ὁ δὲ βασιλεὺς καὶ προφήτης· καὶ αἱ ἐπαγγελίαι δὲ αἱ περὶ τούτων πρὸς ἀμφοτέρους τούτους ἦσαν γεγενημέναι. Διὸ καὶ ὁ Ματθαῖος ἀρχόμενος τοῦ Εὐαγγελίου, ἀμφοτέρων τούτων μέμνηται πρῶτον, καὶ τότε κατ' ἀκολουθίαν παράγει τοὺς προγόνους. Εἰπὼν γὰρ, Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ, οὐκ ἀνέμεινεν εἰπὼν μετὰ τὸν Ἀβραὰμ, καὶ τὸν Ἰσαὰκ καὶ τὸν Ἰακὼβ, ἀλλὰ μετὰ τοῦ Ἀβραὰμ τοῦ Δαυῒδ ἐμνημόνευσε· καὶ τὸ δὴ θαυμαστὸν, ὅτι καὶ πρὸ τοῦ Ἀβραὰμ τὸν Δαυῒδ τέθεικεν, οὕτω λέγων· Υἱοῦ Δαυῒδ, υἱοῦ Ἀβραάμ· καὶ τότε ἤρξατο καταλέγειν τὸν Ἰσαὰκ καὶ τὸν Ἰακὼβ καὶ τοὺς ἑξῆς ἅπαντας. Διὸ καὶ ὁ Ἀπόστολος ἐνταῦθα αὐτοὺς περιστρέφει συνεχῶς, καί φησι· Δικαιοσύνη δὲ Θεοῦ μαρτυρουμένη ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν. Ἵνα δὲ μή τις εἴπῃ, Καὶ πῶς αὐτοὶ μηδὲν συντελοῦντες εἰς τὸ προκείμενον, σωζόμεθα; δείκνυσι καὶ ἡμᾶς εἰσφέροντας οὐ μικρὸν εἰς τοῦτο, τὴν πίστιν λέγω. Εἰπὼν γοῦν, Δικαιοσύνη Θεοῦ, ἐπήγαγε, Διὰ τῆς πίστεως, εἰς πάντας καὶ ἐπὶ πάντας τοὺς πιστεύοντας. Πάλιν ἐνταῦθα θορυβεῖται ὁ Ἰουδαῖος, οὐδὲν ἐξαίρετον παρὰ τοὺς λοιποὺς ἔχων, μετὰ τῆς οἰκουμένης ἀριθμούμενος ἁπάσης. Ἵν' οὖν μὴ τοῦτο πάθῃ, συστέλλει πάλιν αὐτὸν τῷ φόβῳ, ἐπάγων· Οὐ γάρ ἐστι διαστολή· πάντες γὰρ ἥμαρτον. Μὴ γάρ μοι εἴπῃς, ὅτι Ὁ δεῖνα ὁ Ἕλλην, ὁ δεῖνα ὁ Σκύθης, ὁ δεῖνα ὁ Θρᾴξ· ἐν γὰρ τοῖς αὐτοῖς ἅπαντες. Εἰ γὰρ καὶ νόμον ἔλαβες, ἓν μόνον ἔμαθες ἀπὸ τοῦ νόμου, τὸ εἰδέναι τὴν ἁμαρτίαν, οὐ τὸ φεύγειν αὐτήν. Εἶτα, ἵνα μὴ λέγωσιν, ὅτι Εἰ καὶ ἡμάρτομεν, ἀλλ' οὐχ οὕτως ὡς ἐκεῖνοι, ἐπήγαγε· Καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ. Ὥστ' εἰ καὶ μὴ τὰ αὐτὰ τοῖς ἄλλοις ἥμαρτες, ἀλλὰ τῆς δόξης ὁμοίως ἀποστερῇ· τῶν γὰρ προσκεκρουκότων εἶ· ὁ δὲ προσκεκρουκὼς οὐ τῶν δοξαζομένων, ἀλλὰ τῶν κατῃσχυμμένων. Ἀλλὰ μὴ φοβηθῇς· διὰ γὰρ τοῦτο ταῦτα εἶπον, οὐχ ἵνα σε εἰς ἀπόγνωσιν ἐμβάλω, ἀλλ' ἵνα δείξω τοῦ Δεσπότου τὴν φιλανθρωπίαν. Διὸ καὶ ἐπήγαγε· Δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι, διὰ τῆς ἀπολυτρώσεως τῆς ἐν Χριστῷ Ἰησοῦ, ὃν προέθετο ὁ Θεὸς ἱλαστήριον διὰ τῆς πίστεως ἐν τῷ αὐτοῦ αἵματι, εἰς ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ. Ὅρα διὰ πόσων κατασκευάζει τὸ εἰρημένον. Πρῶτον ἀπὸ τῆς ἀξίας τοῦ προσώπου· οὐ γὰρ ἄνθρωπός ἐστιν ὁ ἐργαζόμενος ταῦτα, ἵνα ἀτονήσῃ, ἀλλ' ὁ Θεὸς ὁ πάντα δυνάμενος· Θεοῦ γάρ ἐστιν ἡ δικαιοσύνη, φησί. Δεύτερον ἀπὸ τοῦ νόμου καὶ τῶν προφητῶν· μὴ γὰρ, ἐπειδὴ Χωρὶς νόμου ἤκουσας, φοβηθῇς· καὶ γὰρ αὐτῷ τῷ νόμῳ τοῦτο δοκεῖ. Τρίτον ἀπὸ τῶν θυσιῶν τῶν ἐν τῇ Παλαιᾷ· διὰ γὰρ τοῦτο εἶπεν, Ἐν τῷ αὐτοῦ αἵματι, ἀναμιμνήσκων αὐτοὺς τῶν προβάτων ἐκείνων καὶ τῶν μόσχων. Εἰ γὰρ ἀλόγων σφαγαὶ, φησὶν, ἁμαρτίας ἔλυον, πολλῷ μᾶλλον τὸ αἷμα τοῦτο. Καὶ οὐχ ἁπλῶς εἶπε, Λυτρώσεως, ἀλλ', Ἀπολυτρώσεως, ὡς μηκέτι ἡμᾶς ἐπανελθεῖν πάλιν ἐπὶ τὴν αὐτὴν δουλείαν. Καὶ ἱλαστήριον δι' αὐτὸ τοῦτο καλεῖ, δεικνὺς, ὅτι εἰ ὁ τύπος τοσαύτην εἶχεν ἰσχὺν, πολλῷ μᾶλλον ἡ ἀλήθεια τὸ αὐτὸ ἐπιδείξεται. Δηλῶν δὲ πάλιν οὐ νεώτερον τοῦτο ὂν, οὐδὲ καινὸν, φησὶ, Προέθετο. Καὶ εἰπὼν, Προέθετο ὁ Θεὸς, καὶ δείξας τοῦ Πατρὸς τὸ κατόρθωμα, τὸ αὐτὸ δείκνυσι καὶ τοῦ Υἱοῦ ὄν· ὁ μὲν γὰρ Πατὴρ προέθετο, ὁ δὲ Χριστὸς ἐν τῷ αὐτοῦ αἵματι τὸ πᾶν κατώρθωσεν. Εἰς ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ. Τί ἐστιν, Ἔνδειξις τῆς δικαιοσύνης; Ὥσπερ ἔνδειξις πλούτου, τὸ μὴ μόνον αὐτὸν εἶναι πλούσιον, ἀλλὰ καὶ ἑτέρους πλουσίους ποιεῖν· καὶ ζωῆς, τὸ μὴ μόνον αὐτὸν εἶναι ζῶντα, ἀλλὰ καὶ νεκροὺς ζωοποιεῖν· καὶ δυνάμεως, τὸ μὴ μόνον αὐτὸν εἶναι δυνατὸν, ἀλλὰ καὶ τοὺς ἀσθενεῖς δυναμοῦν· οὕτω καὶ δικαιοσύνης ἔνδειξις, τὸ μὴ μόνον αὐτὸν εἶναι δίκαιον, ἀλλὰ καὶ τὸ ἑτέρους ἐν ἁμαρτίαις κατασαπέντας ἐξαίφνης δικαίους ποιεῖν. Τοῦτο οὖν καὶ αὐτὸς ἑρμηνεύων ἐπήγαγε, τίς ἐστιν ἔνδειξις· Εἰς τὸ εἶναι αὐτὸν δίκαιον, καὶ δικαιοῦντα τὸν ἐκ πίστεως Ἰησοῦ.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg155.local001/.
