# In epistulam ad Romanos (homiliae 1-32) 2.1-9

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32), Τί οὖν ἐροῦμεν Ἀβραὰμ τὸν πατέρα ἡμῶν εὑρηκέναι κατὰ σάρκα; Εἰ γὰρ Ἀβραὰμ ἐξ ἔργων ἐδικαιώθη, ἔχει καύχημα, ἀλλ' οὐ πρὸς τὸν Θεόν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-romanos-homiliae-1-32/2.1-9

Ὥστε καὶ οὗτος ὀφειλέτην ἔχει τὸν Θεὸν, καὶ οὐ τῶν τυχόντων ὀφειλέτην, ἀλλὰ μεγάλων καὶ ὑψηλῶν πραγμάτων. Δεικνὺς γὰρ αὐτοῦ τὴν μεγαλόνοιαν καὶ τὴν πνευματικὴν διάνοιαν, οὐχ ἁπλῶς εἶπε, Τῷ πιστεύοντι, ἀλλὰ, Τῷ πιστεύοντι ἐπὶ τὸν δικαιοῦντα τὸν ἀσεβῆ. Λογίζεται ἡ πίστις αὐτοῦ εἰς δικαιοσύνην. Ἐννόησον γὰρ ἡλίκον ἐστὶ πεισθῆναι καὶ πληροφορηθῆναι, ὅτι δύναται ὁ Θεὸς τὸν ἐν ἀσεβείᾳ βεβιωκότα τοῦτον ἐξαίφνης οὐχὶ κολάσεως ἐλευθερῶσαι μόνον, ἀλλὰ καὶ δίκαιον ποιῆσαι, καὶ τῶν ἀθανάτων ἐκείνων ἀξιῶσαι τιμῶν. Μὴ τοίνυν νομίσῃς τοῦτον ἐλαττοῦσθαι, ἐπειδὴ ἐκείνῳ οὐ κατὰ χάριν λογίζεται. Αὐτὸ γὰρ τοῦτο μάλιστα ποιεῖ τὸν πιστὸν εἶναι λαμπρὸν, τὸ τοσαύτης ἀπολαῦσαι χάριτος, τὸ τοιαύτην πίστιν ἐπιδείξασθαι. Καὶ ὅρα καὶ τὴν ἀντίδοσιν μείζονα. Ἐκείνῳ μὲν γὰρ μισθὸς δίδοται, τούτῳ δὲ δικαιοσύνη· πολὺ δὲ μείζων μισθοῦ δικαιοσύνη· πολλῶν γάρ ἐστι μισθῶν περιεκτικωτάτη ἀντίδοσις ἡ δικαιοσύνη. Δείξας τοίνυν ἀπὸ τοῦ Ἀβραὰμ τοῦτο, καὶ τὸν Δαυῒδ ἐπάγει λοιπὸν ψηφιζόμενον τοῖς εἰρημένοις. Τί οὖν φησιν ὁ Δαυῒδ, καὶ τίνα μακαρίζει; τὸν ἐν ἔργοις κομῶντα, ἢ τὸν χάριτος ἀπολελαυκότα, τὸν ἀφέσεως καὶ δωρεᾶς τετυχηκότα; Μακαριότητα δὲ ὅταν εἴπω, τὴν κορυφὴν λέγω τῶν ἀγαθῶν ἁπάντων. Ὥσπερ γὰρ μισθοῦ πλέον ἡ δικαιοσύνη, οὕτω δικαιοσύνης πλέον ὁ μακαρισμός. Δείξας τοίνυν τὴν δικαιοσύνην βελτίω, οὐ τῷ τὸν Ἀβραὰμ αὐτὴν εἰληφέναι μόνον, ἀλλὰ καὶ ἀπὸ λογισμῶν (Ἔχει γὰρ καύχημα, φησὶν, ἀλλ' οὐ πρὸς τὸν Θεόν)· καὶ ἑτέρῳ τρόπῳ πάλιν αὐτὴν ἀποφαίνει σεμνοτέραν, τὸν Δαυῒδ εἰσάγων αὐτῇ ψηφιζόμενον· καὶ γὰρ οὗτος, φησὶ, τὸν οὕτω δικαιωθέντα μακαρίζει λέγων· Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι. Καὶ δοκεῖ μὲν οὐ προσήκουσαν παράγειν μαρτυρίαν· οὐδὲ γὰρ εἶπε· Μακάριοι ὧν ἡ πίστις εἰς δικαιοσύνην ἐλογίσθη· ποιεῖ δὲ αὐτὸ ἑκὼν, οὐκ ἀγνοῶν, ἵνα πλείονα δείξῃ τὴν ὑπερβολήν. Εἰ γὰρ μακάριος οὗτος ὁ λαβὼν ἄφεσιν ἀπὸ χάριτος, πολλῷ μᾶλλον ὁ δικαιωθεὶς, καὶ ὁ πίστιν ἐπιδειξάμενος. Ὅπου δὲ μακαρισμὸς, αἰσχύνη πᾶσα ἀνῄρηται, καὶ πολλὴ ἡ δόξα· ἐπίτασις γάρ ἐστι καὶ μισθῶν καὶ δόξης ὁ μακαρισμός. Διὰ τοῦτο, ὃ μέν ἐστιν ἐκείνου πλεονέκτημα, ἄγραφον τίθησιν, εἰπών· Τῷ γὰρ ἐργαζομένῳ ὁ μισθὸς οὐ λογίζεται κατὰ χάριν· ὃ δέ ἐστι τοῦ πιστοῦ προτέρημα, τοῦτο δι' ἐγγράφου μαρτυρίας κατασκευάζει, λέγων· Καθὼς εἶπε Δαυΐδ· Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι, καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι. Τί γὰρ λέγεις, φησὶν, ὅτι οὐ κατὰ ὀφείλημα, ἀλλὰ κατὰ χάριν λαμβάνεις τὴν ἄφεσιν; Ἀλλ' ἰδοὺ, οὗτός ἐστιν ὁ μακαριζόμενος· οὐκ ἂν δὲ αὐτὸν ἐμακάρισεν, εἰ μὴ καὶ δόξης εἶδεν ἀπολαύοντα πολλῆς. Καὶ οὐ λέγει· Ἡ ἄφεσις οὖν αὕτη ἐπὶ τὴν περιτομήν· ἀλλὰ τί; Ὁ μακαρισμὸς οὖν οὗτος (ὅπερ πλέον ἦν) ἐπὶ τὴν περιτομὴν, ἢ ἐπὶ τὴν ἀκροβυστίαν; Ζητεῖται γὰρ λοιπὸν τὸ ἀγαθὸν τοῦτο καὶ μέγα μετὰ τίνος ἕστηκεν, ἆρα μετὰ τῆς περιτομῆς, ἢ μετὰ τῆς ἀκροβυστίας. Καὶ ὅρα τὴν ὑπερβολήν· δείκνυσι γὰρ αὐτὸ οὐ μόνον οὐ φεῦγον τὴν ἀκροβυστίαν, ἀλλὰ καὶ ἐμφιλοχωροῦν αὐτῇ πρὸ τῆς περιτομῆς. Ἐπειδὴ γὰρ ὁ μακαρίζων καὶ αὐτὸς ἐμπερίτομος ἦν ὁ Δαυῒδ, καὶ ἐμπεριτόμοις διελέγετο, ὅρα πῶς ἐφιλονείκησεν ὁ Παῦλος εἰς τὸν ἀκρόβυστον ἀγαγεῖν τὸ εἰρημένον. Συνάψας γὰρ τῇ δικαιοσύνῃ τὸν μακαρισμὸν, καὶ δείξας ἀμφότερα ἓν, ζητεῖ πῶς ἐδικαιώθη ὁ Ἀβραάμ. Εἰ γὰρ ὁ μακαρισμὸς τοῦ δικαίου, ἐδικαιώθη δὲ ὁ Ἀβραὰμ, ἴδωμεν πῶς ἐδικαιώθη, ἀκρόβυστος ὢν ἢ ἐμπερίτομος. Ἀκρόβυστος, φησί. Πῶς οὖν ἐλογίσθη; ἐν περιτομῇ ὄντι, ἢ ἐν ἀκροβυστίᾳ; Οὐκ ἐν περιτομῇ, ἀλλ' ἐν ἀκροβυστίᾳ καὶ λέγομεν γὰρ, ὅτι ἐλογίσθη τῷ Ἀβραὰμ ἡ πίστις εἰς δικαιοσύνην. Ἀνωτέρω τὴν Γραφὴν εἰπὼν (Τί γὰρ ἡ Γραφὴ λέγει; φησίν. Ἐπίστευσεν Ἀβραὰμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην), ἐνταῦθα καὶ τὴν τῶν λεγόντων προσλαμβάνει κρίσιν λοιπὸν, καὶ δείκνυσιν ἐν τῇ ἀκροβυστίᾳ τὴν δικαιοσύνην γεγενημένην. Εἶτα ἀπὸ τούτων ἀντίθεσιν ἑτέραν ἀνακύπτουσαν λύει· εἰ γὰρ ἀκρόβυστος ὢν, φησὶν, ἐδικαιώθη, τίνος ἕνεκεν ἐπεισῆλθεν ἡ περιτομή; Σημεῖον ἔλαβε, φησὶ, καὶ σφραγῖδα τῆς δικαιοσύνης τῆς διὰ τῆς πίστεως τῆς, ἡνίκα ἦν ἀκρόβυστος, γενομένης αὐτῷ. Εἶδες πῶς ἔδειξεν ὡς ἐν τάξει παρασίτων τοὺς Ἰουδαίους ὄντας; ἢ καὶ τούτους τοὺς ἐν ἀκροβυστίᾳ ἐκείνοις προσεῤῥιμμένους; Εἰ γὰρ ἐδικαιώθη μὲν ἀκρόβυστος ὢν καὶ ἐστεφανώθη, ὕστερον δὲ τὴν περιτομὴν ἔλαβεν, ὕστερον δὲ ἐπεισῆλθον οἱ Ἰουδαῖοι, οὐκοῦν τῶν ἀκροβύστων πρῶτόν ἐστι πατὴρ ὁ Ἀβραὰμ τῶν διὰ τῆς πίστεως αὐτῷ προσηκόντων, καὶ τότε τῶν ἐν περιτομῇ· διπλοῦς γάρ ἐστι πρόγονος. Εἶδες τὴν πίστιν λάμπουσαν; Ἕως γὰρ ἦλθεν αὕτη, οὐκ ἐδικαιώθη ὁ πατριάρχης. Εἶδες τὴν ἀκροβυστίαν οὐδὲν ἐμποδίζουσαν; Καὶ γὰρ ἀκρόβυστος ἦν, καὶ οὐκ ἐκωλύθη δικαιωθῆναι. Ὑστέρα ἄρα τῆς πίστεως ἡ περιτομή.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg155.local001/.
