# In epistulam ad Romanos (homiliae 1-32) 2.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32), ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ, ΕΡΜΗΝΕΙΑ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ ΕΠΙΣΤΟΛΗΝ. ΥΠΟΘΕΣΙΣ ΤΗΣ ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ ΕΠΙΣΤΟΛΗΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-romanos-homiliae-1-32/2.1

Μηδεὶς δὲ πάρεργον τοῦτον ἡγείσθω τὸν πόνον, μηδὲ περιεργίας περιττῆς τὴν τοιαύτην ἔρευναν· συντελεῖ γὰρ ἡμῖν πρὸς τὰ ζητούμενα οὐ μικρὸν ὁ τῶν Ἐπιστολῶν χρόνος. Ὅταν γὰρ ἴδω Ῥωμαίοις καὶ Κολοσσαεῦσιν ὑπὲρ τῶν αὐτῶν μὲν ἐπιστέλλοντα, οὐχ ὁμοίως δὲ ὑπὲρ τῶν αὐτῶν, ἀλλ' ἐκείνοις μὲν μετὰ πολλῆς τῆς συγκαταβάσεως, ὡς ὅταν λέγῃ· Τὸν δὲ ἀσθενοῦντα τῇ πίστει προσλαμβάνεσθε, μὴ εἰς διακρίσεις διαλογισμῶν· ὃς μὲν πιστεύει φαγεῖν πάντα· ὁ δὲ ἀσθενῶν λάχανα ἐσθίει· Κολοσσαεῦσι δὲ οὐχ οὕτω περὶ τῶν αὐτῶν, ἀλλὰ μετὰ πλείονος παῤῥησίας· Εἰ γὰρ ἀπεθάνετε, φησὶ, σὺν Χριστῷ ἀπὸ τῶν στοιχείων τοῦ κόσμου, τί ὡς ζῶντες ἐν κόσμῳ; δογματίζεσθε, Μὴ ἅψῃ, μηδὲ γεύσῃ, μηδὲ θίγῃς; ἅτινά ἐστι πάντα εἰς φθορὰν τῇ ἀποχρήσει, οὐκ ἐν τιμῇ τινι πρὸς πλησμονὴν τῆς σαρκός· οὐδὲν ἄλλο αἴτιον εὑρίσκω τῆς διαφορᾶς ταύτης, ἢ τὸν τῶν πραγμάτων χρόνον. Ἐν ἀρχῇ μὲν γὰρ συγκαταβαίνειν ἔδει, μετὰ δὲ ταῦτα οὐκέτι. Καὶ πολλαχοῦ δὲ ἀλλαχοῦ τοῦτο ἄν τις εὕροι ποιοῦντα αὐτόν. Οὕτω καὶ ἰατρὸς καὶ διδάσκαλος ποιεῖν εἰώθασιν· οὔτε γὰρ τοῖς ἐξ ἀρχῆς νοσοῦσιν ὁ ἰατρὸς, καὶ τοῖς πρὸς τὸ τέλος λοιπὸν τῆς ὑγείας ἐλθοῦσιν, οὔτε τοῖς ἐξ ἀρχῆς μανθάνουσι παιδίοις ὁ διδάσκαλος, καὶ τοῖς τῶν τελεωτέρων δεομένοις διδαγμάτων, ὁμοίως χρήσονται. Τοῖς μὲν οὖν ἄλλοις ἐξ αἰτίας τινὸς καὶ ὑποθέσεως κινούμενος ἐπέστελλε (καὶ δηλοῖ τοῦτο Κορινθίοις μὲν λέγων· Περὶ δὲ ὧν ἐγράψατέ μοι· καὶ Γαλάταις δὲ, εὐθέως ἐκ τοῦ προοιμίου καὶ τῆς Ἐπιστολῆς ἁπάσης τὸ αὐτὸ ἐμφαίνων)· τούτοις δὲ τίνος ἕνεκεν, καὶ διὰ τί; καὶ γὰρ φαίνεται μαρτυρῶν αὐτοῖς, ὅτι μεστοὶ μὲν εἰσὶν ἀγαθωσύνης, πεπληρωμένοι πάσης γνώσεως, δυνάμενοι καὶ ἄλλους νουθετεῖν. Τίνος οὖν ἕνεκεν ἐπέστελλε; Διὰ τὴν χάριν τοῦ Θεοῦ, φησὶ, τὴν δοθεῖσάν μοι εἰς τὸ εἶναί με λειτουργὸν Ἰησοῦ Χριστοῦ. Διὸ καὶ ἐν ἀρχῇ ἔλεγεν· Ὀφειλέτης εἰμὶ, τὸ κατ' ἐμὲ πρόθυμον, καὶ ὑμῖν τοῖς ἐν Ῥώμῃ εὐαγγελίσασθαι. Καὶ γὰρ τὰ εἰρημένα, οἷον ὅτι δύνανται καὶ ἄλλοις νουθετεῖν, καὶ ὅσα τοιαῦτα, ἐγκωμίου μᾶλλόν ἐστι καὶ προτροπῆς· καὶ ἀναγκαία καὶ ἡ διὰ τῶν γραμμάτων διόρθωσις καὶ τούτοις ἦν. Ἐπειδὴ γὰρ οὔπω παραγεγονὼς ἦν, διπλῇ ῥυθμίζει τοὺς ἄνδρας, καὶ τῇ τῶν γραμμάτων ὠφελείᾳ, καὶ τῇ τῆς παρουσίας προσδοκίᾳ. Τοιαύτη γὰρ ἡ ἁγία ἐκείνη ψυχή· πᾶσαν περιελάμβανε τὴν οἰκουμένην, καὶ ἐν ἑαυτῷ περιέφερεν ἅπαντας, συγγένειαν μεγίστην τὴν κατὰ Θεὸν εἶναι νομίζων· καὶ ὥσπερ πάντας αὐτοὺς ἀποτεκὼν, οὕτως ἐφίλει, μᾶλλον δὲ πατρὸς παντὸς μείζονα ἐπεδείκνυτο φιλοστοργίαν. Τοιαύτη γὰρ ἡ τοῦ Πνεύματος χάρις· νικᾷ τὰς σαρκικὰς ὠδῖνας, καὶ θερμότερον ἐπιδείκνυται τὸν πόθον. Καὶ τοῦτο μάλιστα ἔστιν ἰδεῖν ἐπὶ τῆς τοῦ Παύλου ψυχῆς, ὃς καθάπερ πτηνός τις ὑπὸ τῆς ἀγάπης γενόμενος, ἅπαντας περιῄει συνεχῶς, οὐδαμοῦ μένων οὐδὲ ἱστάμενος. Ἐπειδὴ γὰρ ἤκουσε τοῦ Χριστοῦ λέγοντος, Πέτρε, φιλεῖς με; ποίμαινέ μου τὰ πρόβατα, καὶ τοῦτον μέγιστον ὅρον ἐκφέροντος ἀγάπης, μεθ' ὑπερβολῆς αὐτὸν ἐπεδείκνυτο. Τοῦτον οὖν καὶ ἡμεῖς ζηλώσαντες, εἰ καὶ μὴ τὴν οἰκουμένην, μηδὲ πόλεις ὁλοκλήρους καὶ ἔθνη, ἀλλὰ τὴν οἰκίαν ἕκαστος ῥυθμιζέτω τὴν ἑαυτοῦ, τὴν γυναῖκα, τὰ παιδία, τοὺς φίλους, τοὺς γείτονας. Καὶ μή μοι λεγέτω τις, ὅτι Ἄπειρός εἰμι καὶ ἰδιώτης. Οὐδὲν ἀμαθέστερον Πέτρου, οὐδὲν ἰδιωτικώτερον Παύλου. Καὶ τοῦτο αὐτὸς ὡμολόγει, καὶ οὐκ ᾐσχύνετο λέγων· Εἰ δὲ καὶ ἰδιώτης τῷ λόγῳ, ἀλλ' οὐ τῇ γνώσει. Ἀλλ' ὅμως ὁ ἰδιώτης οὗτος καὶ ὁ ἀμαθὴς ἐκεῖνος μυρίους ἐνίκησαν φιλοσόφους, μυρίους ἐπεστόμισαν ῥήτορας, ἀπὸ τῆς αὐτῶν προθυμίας καὶ τῆς τοῦ Θεοῦ χάριτος τὸ πᾶν ἐργασάμενοι. Τίνα οὖν ἕξομεν ἀπολογίαν ἡμεῖς, οὐδὲ εἴκοσιν ἀρκοῦντες ὀνόμασιν, οὐδὲ τοῖς συνοικοῦσιν ὄντες χρήσιμοι; Σκῆψις ταῦτα καὶ πρόφασις· οὐδὲ γὰρ ἀμαθία οὐδὲ ἀπαιδευσία κωλύει τὴν διδασκαλίαν, ἀλλὰ νωθεία καὶ ὕπνος. Τοῦτον οὖν ἀποτιναξάμενοι τὸν ὕπνον, μετὰ πάσης σπουδῆς ἀντεχώμεθα τῶν οἰκείων μελῶν, ἵνα καὶ ἐνταῦθα πολλῆς ἀπολαύσωμεν τῆς γαλήνης, κατὰ τὸν τοῦ Θεοῦ φόβον τοὺς ἡμῖν ἐπιτηδείους ῥυθμίζοντες, καὶ ἐκεῖ μυρίων μετάσχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg155.local001/.
