Ancient Greek
Παῦλος, δοῦλος Ἰησοῦ Χριστοῦ, κλητὸς ἀπόστολος, ἀφωρισμένος εἰς Εὐαγγέλιον Θεοῦ, ὃ προεπηγγείλατο διὰ τῶν προφητῶν αὐτοῦ ἐν Γραφαῖς ἁγίαις.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32) 3.1
Not analysed yet
Οὐκ ἄρα οἱ ἀπόστολοι ἦσαν οἱ κατορθοῦντες, ἀλλ' ἡ προοδοποιοῦσα χάρις αὐτοῖς. Ἐκείνων μὲν γὰρ ἦν τὸ περιιέναι καὶ κηρύττειν, τὸ δὲ πείθειν τοῦ ἐνεργοῦντος ἐν αὐτοῖς Θεοῦ· καθὼς καὶ ὁ Λουκᾶς φησιν, ὅτι Διήνοιξε τὴν καρδίαν αὐτῶν· καὶ πάλιν, Οἷς ἦν δεδομένον ἀκοῦσαι τὸν λόγον τοῦ Θεοῦ. Εἰς ὑπακοήν. Οὐκ εἶπεν, Εἰς ζήτησιν καὶ κατασκευὴν, ἀλλ', Εἰς ὑπακοήν. Οὐδὲ γὰρ ἐπέμφθημεν, φησὶ, συλλογίζεσθαι, ἀλλ' ὅπερ ἐνεχειρίσθημεν ἀποδοῦναι. Ὅταν γὰρ ὁ Δεσπότης ἀποφήνηταί τι, τοὺς ἀκούοντας οὐ περιεργάζεσθαι χρὴ τὰ λεγόμενα καὶ πολυπραγμονεῖν, ἀλλὰ δέχεσθαι μόνον. Οἱ γὰρ ἀπόστολοι διὰ τοῦτο ἐπέμφθησαν, ἵνα, ἅπερ ἤκουσαν, εἴπωσιν, οὐχ ἵνα οἴκοθέν τι προσθῶσι· καὶ ἡμεῖς δὲ λοιπὸν, ἵνα πιστεύσωμεν. Τί ἵνα πιστεύσωμεν; Περὶ τοῦ ὀνόματος αὐτοῦ· οὐχ ἵνα τὴν οὐσίαν αὐτοῦ περιεργασώμεθα, ἀλλ' ἵνα εἰς τὸ ὄνομα αὐτοῦ πιστεύσωμεν· τοῦτο γὰρ ἦν, ὃ καὶ τὰ σημεῖα ἐποίει. Ἐν γὰρ τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ, φησὶν, ἔγειραι καὶ περιπάτει. Καὶ τοῦτο δὲ αὐτὸ πίστεως δεῖται, καὶ οὐδὲν τούτων λογισμῷ καταλαβεῖν δυνατόν. Ἐν πᾶσι τοῖς ἔθνεσιν, ἐν οἷς ἐστε καὶ ὑμεῖς κλητοὶ Ἰησοῦ Χριστοῦ. Τί οὖν; πᾶσι τοῖς ἔθνεσιν ὁ Παῦλος ἐκήρυξεν; Ὅτι μὲν γὰρ ἀπὸ Ἱερουσαλὴμ μέχρι τοῦ Ἰλλυρικοῦ διέδραμε, κἀκεῖθεν πάλιν εἰς αὐτὰς ἐξέβη τῆς γῆς τὰς ἐσχατιὰς, δῆλον ἐξ ὧν Ῥωμαίοις ἐπέστειλεν. Εἰ δὲ καὶ μὴ πᾶσι ἐπέστη, οὐδὲ οὕτω ψεῦδος τὸ λεγόμενον· οὐ γὰρ περὶ ἑαυτοῦ μόνον φησὶν, ἀλλὰ καὶ περὶ τῶν δώδεκα ἀποστόλων, καὶ πάντων τῶν καταγγειλάντων τὸν λόγον τῶν μετ' ἐκείνους. Ἄλλως δὲ οὐδὲ ἐπ' αὐτοῦ τὸν λόγον ἐλεγχόμενον ἴδοι τις ἂν, εἰ τὴν προθυμίαν ἐννοήσει τὴν ἐκείνου, καὶ ὅτι μετὰ τελευτὴν οὐ παύεται πανταχοῦ τῆς οἰκουμένης κηρύττων. Ἐννόησον δὲ πῶς ἐπαίρει τὴν δωρεὰν, καὶ δείκνυσι μεγάλην οὖσαν καὶ πολὺ τῆς προτέρας ὑψηλοτέραν· εἴ γε τὰ μὲν παλαιὰ περὶ ἔθνος ἓν ἐγίγνετο, αὕτη δὲ γῆν καὶ θάλασσαν ἐπεσπάσατο. Σκόπει δέ μοι κἀκεῖνο, πῶς κολακείας πάσης ἀπηλλαγμένη ἐστὶν ἡ τοῦ Παύλου ψυχή. Ῥωμαίοις γὰρ διαλεγόμενος τοῖς ὥσπερ ἐν κορυφῇ τινι τῆς οἰκουμένης ἁπάσης καθημένοις, οὐδὲν πλέον αὐτοῖς δίδωσι τῶν λοιπῶν ἐθνῶν, οὐδὲ, ἐπειδὴ τότε ἐκράτουν καὶ ἐβασίλευον, καὶ ἐν τοῖς πνευματικοῖς φησί τι πλέον αὐτοὺς ἔχειν· ἀλλ', Ὥσπερ, φησὶ, τοῖς ἔθνεσι πᾶσι κηρύττομεν, οὕτω καὶ ὑμῖν, μετὰ Σκυθῶν καὶ Θρᾳκῶν αὐτοὺς ἀριθμῶν· ἐπεὶ εἰ μὴ τοῦτο ἐβούλετο δηλῶσαι, περιττὸν ἦν τὸ εἰπεῖν, Ἐν οἷς ἐστε καὶ ὑμεῖς. Ταῦτα δὲ ποιεῖ καθαιρῶν αὐτῶν τὸ φρόνημα, καὶ κενῶν τὸ φύσημα τῆς διανοίας, καὶ διδάσκων αὐτοὺς τὴν πρὸς τοὺς ἄλλους ἰσοτιμίαν. Διὸ ἐπήγαγεν αὐτὸ τοῦτο λέγων· Ἐν οἷς ἐστε καὶ ὑμεῖς κλητοὶ Ἰησοῦ Χριστοῦ· τουτέστι, Μεθ' ὧν ἐστε καὶ ὑμεῖς. Καὶ οὐκ εἶπεν, ὅτι Τοὺς ἄλλους μεθ' ὑμῶν, ἀλλ' Ὑμᾶς μετὰ τῶν ἄλλων ἐκάλεσεν. Εἰ γὰρ ἐν Χριστῷ Ἰησοῦ οὐκ ἔστι δοῦλος οὐδὲ ἐλεύθερος, πολλῷ μᾶλλον οὐδὲ βασιλεὺς καὶ ἰδιώτης· καὶ γὰρ ὑμεῖς ἐκλήθητε, καὶ οὐκ ἀφ' ἑαυτῶν προσήλθετε. Πᾶσι τοῖς οὖσιν ἐν Ῥώμῃ ἀγαπητοῖς Θεοῦ, κλητοῖς ἁγίοις, χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Ὅρα πῶς συνεχῶς τὸ ὄνομα τοῦ κλητοῦ τίθησι, Κλητὸς ἀπόστολος, λέγων. Ἐν οἷς ἐστε καὶ ὑμεῖς κλητοί· Πᾶσι τοῖς οὖσιν ἐν Ῥώμῃ κλητοῖς. Τοῦτο δὲ οὐ περιττολογῶν ποιεῖ, ἀλλὰ βουλόμενος αὐτοὺς τῆς εὐεργεσίας ἀναμνῆσαι. Ἐπειδὴ γὰρ εἰκὸς ἦν ἐν τοῖς πιστεύουσι καὶ ἐξ ὑπάρχων εἶναι καὶ ὑπάτων, καὶ πένητας καὶ ἰδιώτας, ἐκβάλλων τὴν ἀνωμαλίαν τῶν ἀξιωμάτων, πᾶσι μίαν ἐπιστέλλει προσηγορίαν. Εἰ δὲ ἐν τοῖς ἀναγκαιοτέροις καὶ πνευματικοῖς κοινὰ δούλοις καὶ ἐλευθέροις ἅπαντα πρόκειται, οἷον ἡ ἀγάπη ἡ παρὰ τοῦ Θεοῦ, ἡ κλῆσις, τὸ Εὐαγγέλιον, ἡ υἱοθεσία, ἡ χάρις, ἡ εἰρήνη, ὁ ἁγιασμὸς, τὰ ἄλλα πάντα, πῶς ἐσχάτης ἀνοίας οὐκ ἂν εἴη, οὓς ὁ Θεὸς συνῆψε καὶ ὁμοτίμους ἐποίησεν ἐν τοῖς μείζοσι, τούτους διαιρεῖν ἀπὸ τῶν ἐν τῇ γῇ πραγμάτων; Διά τοι τοῦτο ἀπὸ τῶν προοιμίων αὐτῶν τὴν χαλεπὴν ταύτην ἐκβαλὼν νόσον ὁ μακάριος οὗτος, εἰς τὴν μητέρα τῶν ἀγαθῶν αὐτοὺς ἐμβιβάζει, ταπεινοφροσύνην. Τοῦτο καὶ οἰκέτας βελτίους εἰργάζετο, μανθάνοντας ὡς οὐδὲν ἐκ τῆς δουλείας παραβλαβήσονται, τὴν ὄντως ἐλευθερίαν ἔχοντες· τοῦτο καὶ τοὺς δεσπότας παρεσκεύαζε μετριάζειν, παιδευομένους ὡς οὐδὲν αὐτοῖς ὄφελος τῆς ἐλευθερίας, ἂν μὴ τὰ τῆς πίστεως ᾖ προηγούμενα. Καὶ ἵνα μάθῃς, ὅτι οὐ σύγχυσιν ἐργαζόμενος τοῦτο ἐποίει καὶ πάντα μιγνὺς, ἀλλ' οἶδε καὶ διαίρεσιν ἀρίστην, οὐχ ἁπλῶς ἔγραψε πᾶσι τοῖς οὖσιν ἐν Ῥώμῃ, ἀλλὰ μετὰ διορισμοῦ, Τοῖς ἀγαπητοῖς τοῦ Θεοῦ. Αὕτη γὰρ ἡ ἀρίστη διάκρισις, καὶ δείκνυσι πόθεν ὁ ἁγιασμός.