Ancient Greek · ~15 min
Διὰ τοῦτο, ὥσπερ δι' ἑνὸς ἀνθρώπου ἡ ἁμαρτία εἰς τὸν κόσμον εἰσῆλθε, καὶ διὰ τῆς ἁμαρτίας ὁ θάνατος· καὶ οὕτως εἰς πάντας ἀνθρώπους διῆλθεν ὁ θάνατος, ἐφ' ᾧ πάντες ἥμαρτον.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32) 3.1-10
Not analysed yet
Τί οὖν ἐστιν ἐνταῦθα τὸ, Ἁμαρτωλοί; Ἐμοὶ δοκεῖ τὸ ὑπεύθυνοι κολάσει καὶ καταδεδικασμένοι θανάτῳ. Ὅτι μὲν οὖν τοῦ Ἀδὰμ ἀποθανόντος πάντες ἐγενόμεθα θνητοὶ, σαφῶς καὶ διὰ πολλῶν ἔδειξε· τὸ δὲ ζητούμενον, τίνος ἕνεκεν τοῦτο γέγονεν. Ἀλλ' οὐκέτι τοῦτο προστίθησιν· οὐδὲ γὰρ αὐτῷ πρὸς τὸ παρὸν συντελεῖ· πρὸς γὰρ Ἰουδαῖον ἡ μάχη τὸν ἀμφιβάλλοντα καὶ καταγελῶντα τῆς διὰ τοῦ ἑνὸς δικαιοσύνης. Διὰ τοῦτο δείξας καὶ τὴν κόλασιν ἐξ ἑνὸς ἐξενεχθεῖσαν εἰς ἅπαντας, τίνος ἕνεκεν τοῦτο γέγονε, οὐκέτι προσέθηκεν· οὐ γάρ ἐστι περιττὸς, ἀλλὰ τῶν ἀναγκαίων ἔχεται μόνον. Τοῦτο γὰρ οὐκ αὐτὸν μᾶλλον ἢ τὸν Ἰουδαῖον ἠνάγκαζε λοιπὸν ὁ τὸν ἀγώνων νόμος εἰπεῖν· διόπερ ἀφίησιν ἄλυτον. Εἰ δὲ ὑμῶν τις ζητοίη μαθεῖν, ἐροῦμεν τοῦτο, ὅτι οὐ μόνον οὐδὲν παρεβλάβημεν ἀπὸ τοῦ θανάτου τούτου καὶ τῆς καταδίκης, ἐὰν νήφωμεν, ἀλλὰ καὶ ἐκερδάναμεν θνητοὶ γενόμενοι· πρῶτον, τὸ μὴ ἐν ἀθανάτῳ σώματι ἁμαρτάνειν· δεύτερον, ὥστε μυρίας ἔχειν φιλοσοφίας ὑποθέσεις. Καὶ γὰρ καὶ μετριάζειν καὶ σωφρονεῖν καὶ κατεστάλθαι καὶ πάσης ἀπηλλάχθαι κακίας, καὶ παρὼν καὶ προσδοκώμενος ὁ θάνατος ἀναπείθει. Μετὰ δὲ τούτων, μᾶλλον δὲ καὶ πρὸ τούτων καὶ ἕτερα πλείονα εἰσήγαγεν ἀγαθά. Ἐντεῦθεν γὰρ οἱ τῶν μαρτύρων στέφανοι, καὶ τὰ τῶν ἀποστόλων βραβεῖα· οὕτως ὁ Ἄβελ ἐδικαιώθη, οὕτως ὁ Ἀβραὰμ τὸν υἱὸν κατασφάξας, οὕτως ὁ Ἰωάννης διὰ τὸν Χριστὸν ἀναιρεθεὶς, οὕτως οἱ παῖδες οἱ τρεῖς, οὕτως ὁ Δανιήλ. Ἂν γὰρ θέλωμεν, οὐ μόνον ὁ θάνατος, ἀλλ' οὐδὲ αὐτὸς ὁ διάβολος ἡμᾶς βλάψαι δυνήσεται. Χωρὶς δὲ τούτων κἀκεῖνο ἔστιν εἰπεῖν, ὅτι καὶ ἀθανασία ἡμᾶς ἐκδέξεται, καὶ πρὸς ὀλίγον νουθετηθέντες χρόνον, μετὰ ἀδείας ἀπολαυσόμεθα τῶν μελλόντων ἀγαθῶν, ὥσπερ ἐν διδασκαλείῳ τινὶ τῷ παρόντι βίῳ διὰ νόσου καὶ θλίψεως καὶ πειρασμῶν καὶ πενίας καὶ τῶν ἄλλων τῶν δοκούντων εἶναι δεινῶν παιδευόμενοι εἰς τὸ γενέσθαι ἐπιτήδειοι εἰς τὴν τῶν μελλόντων ἀγαθῶν ὑποδοχήν. Νόμος δὲ παρεισῆλθεν, ἵνα πλεονάσῃ τὸ παράπτωμα. Ἐπειδὴ γὰρ ἔδειξεν ἀπὸ μὲν τοῦ Ἀδὰμ καταδικασθεῖσαν τὴν οἰκουμένην, ἀπὸ δὲ τοῦ Χριστοῦ σωθεῖσαν, καὶ τῆς καταδίκης ἀπαλλαγεῖσαν, εὐκαίρως καὶ περὶ τοῦ νόμου ζητεῖ λοιπὸν πάλιν, τὴν περὶ αὐτοῦ δόξαν ὑποτεμνόμενος. Οὐ γὰρ μόνον οὐδὲν ὤνησε, φησὶν, οὐδὲ μόνον οὐδὲν ἐβοήθησεν, ἀλλὰ καὶ ηὐξήθη τὸ νόσημα παρεισελθόντος αὐτοῦ. Τὸ δὲ, Ἵνα, ἐνταῦθα οὐκ αἰτιολογίας πάλιν, ἀλλ' ἐκβάσεώς ἐστιν. Οὐ γὰρ διὰ τοῦτο ἐδόθη, ἵνα πλεονάσῃ, ἀλλ' ἐδόθη μὲν ὥστε μειῶσαι καὶ ἀνελεῖν τὸ παράπτωμα· ἐξέβη δὲ τοὐναντίον, οὐ παρὰ τὴν τοῦ νόμου φύσιν, ἀλλὰ παρὰ τὴν τῶν δεξαμένων ῥᾳθυμίαν. Διὰ τί δὲ οὐκ εἶπε, Νόμος ἐδόθη, ἀλλὰ, Νόμος δὲ παρεισῆλθε; Πρόσκαιρον αὐτοῦ δεικνὺς τὴν χρείαν οὖσαν, καὶ οὐ κυρίαν οὐδὲ προηγουμένην· ὃ καὶ ἐν τῇ πρὸς Γαλάτας φησὶν, ἑτέρως τὸ αὐτὸ τοῦτο δηλῶν· Πρὸ τοῦ γὰρ ἐλθεῖν τὴν πίστιν ὑπὸ νόμον, φησὶν, ἐφρουρούμεθα συγκεκλεισμένοι εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθῆναι. Ὥστε οὐχ ἑαυτῷ, ἀλλ' ἑτέρῳ τὴν ποίμνην ἐφύλαττεν. Ἐπειδὴ γὰρ βάναυσοί τινες ἦσαν Ἰουδαῖοι καὶ ἐκλελυμένοι, καὶ πρὸς αὐτὰς τὰς δωρεὰς ἀναπεπτωκότες, τούτου χάριν ὁ νόμος ἐδόθη, ἵνα αὐτοὺς ἐλέγξῃ μειζόνως, καὶ διδάξῃ σαφῶς ἐν οἷς εἰσι, καὶ τὴν κατηγορίαν αὐξήσας ἐπισφίγξῃ μᾶλλον αὐτούς. Ἀλλὰ μὴ φοβηθῇς· οὐ γὰρ ἐπὶ τῷ μείζω γενέσθαι τὴν κόλασιν τοῦτο ἐγένετο, ἀλλ' ἐπὶ τῷ μείζονα φανῆναι τὴν χάριν. Διὸ ἐπήγαγεν, Οὗ δὲ ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις. Οὐκ εἶπεν, Ἐπερίσσευσεν, ἀλλὰ καὶ, Ὑπερεπερίσσευσεν. Οὐ γὰρ κολάσεως ἀπήλλαξε μόνον, ἀλλὰ καὶ ἁμαρτημάτων ἄφεσιν καὶ ζωὴν ἔδωκε, καὶ τὰ ἄλλα ἃ πολλάκις εἰρήκαμεν· ὥσπερ ἂν εἴ τις τὸν πυρέττοντα μὴ νόσου μόνον ἐλευθερώσειεν, ἀλλὰ καὶ ὡραῖον ἐργάσαιτο καὶ ἰσχυρὸν καὶ ἔντιμον, ἢ τὸν πεινῶντα πάλιν μὴ θρέψειε μόνον, ἀλλὰ καὶ τῶν πολλῶν ποιήσειε χρημάτων εἶναι κύριον, καὶ ἐπ' ἀρχὴν ἀγάγοι μεγίστην. Καὶ πῶς ἐπλεόνασε τὸ ἁμάρτημα, φησί; Μυρίας ἔδωκεν ἐντολὰς ὁ νόμος· ἐπεὶ οὖν πάσας ὑπερέβησαν, ἐπλεόνασε τὸ ἁμάρτημα. Εἶδες πόσον τὸ μέσον τῆς χάριτος καὶ τοῦ νόμου; Ὁ μὲν γὰρ καὶ προσθήκη κατακρίσεως ἐγένετο, ἡ δὲ πλεονασμὸς δωρεᾶς.