# In epistulam ad Romanos (homiliae 1-32) 3.1-13

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32), Οἴδαμεν γὰρ, ὅτι ὁ νόμος πνευματικός ἐστιν· ἐγὼ δὲ σαρκικός εἰμι, πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-romanos-homiliae-1-32/3.1-13

Νόμον ἐνταῦθα πάλιν ἀντιστρατευόμενον τὴν ἁμαρτίαν ἐκάλεσεν, οὐ διὰ τὴν ἀξίαν, ἀλλὰ διὰ τὴν σφοδρὰν ὑπακοὴν τῶν πειθομένων αὐτῇ. Ὥσπερ οὖν κύριον τὸν μαμμωνᾶν καλεῖ, καὶ θεὸν τὴν κοιλίαν, οὐ διὰ τὴν οἰκείαν ἀξίαν, ἀλλὰ διὰ τὴν πολλὴν τῶν ὑποτεταγμένων δουλείαν· οὕτω καὶ ἐνταῦθα νόμον ἐκάλεσεν ἁμαρτίαν, διὰ τοὺς οὕτως αὐτῇ δουλεύοντας καὶ φοβουμένους ἀφεῖναι αὐτὴν, ὥσπερ δεδοίκασιν οἱ νόμον λαβόντες ἀφεῖναι τὸν νόμον. Αὕτη οὖν, φησὶν, ἀντίκειται τῷ νόμῳ τῷ φυσικῷ· τοῦτο γάρ ἐστι, Τῷ νόμῳ τοῦ νοός μου. Καὶ εἰσάγει λοιπὸν παράταξιν καὶ μάχην, καὶ τὸν ἀγῶνα ὅλον ἀνατίθησι τῷ φυσικῷ νόμῳ. Ὁ γὰρ Μωϋσέως ἐκ περιουσίας ὕστερον προσετέθη· ἀλλ' ὅμως καὶ οὗτος κἀκεῖνος, ὁ μὲν διδάξας, ὁ δὲ ἐπαινέσας τὰ δέοντα, οὐδὲν ἐν τῇ μάχῃ ταύτῃ μέγα ἤνυσαν· τοσαύτη τῆς ἁμαρτίας ἡ τυραννὶς, νικῶσα καὶ περιγινομένη. Ὅπερ οὖν ὁ Παῦλος ἐμφαίνων, καὶ τὴν κατὰ κράτος ἧτταν δηλῶν ἔλεγε· Βλέπω δὲ ἕτερον νόμον ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου, καὶ αἰχμαλωτίζοντά με. Οὐ γὰρ εἶπε, Νικῶντα ἁπλῶς, ἀλλ', Αἰχμαλωτίζοντά με τῷ νόμῳ τῆς ἁμαρτίας. Οὐκ εἶπε, Τῇ ὁρμῇ τῆς σαρκὸς, οὐδὲ, Τῇ φύσει τῆς σαρκὸς, ἀλλὰ, Τῷ νόμῳ τῆς ἁμαρτίας, τουτέστι, τῇ τυραννίδι, τῇ δυνάμει. Πῶς οὖν φησι, Τῷ ὄντι ἐν τοῖς μέλεσί μου; Καὶ τί τοῦτο; οὐ γὰρ τοῦτο ἁμαρτίαν τὰ μέλη ποιεῖ, ἀλλὰ χωρίζει μάλιστα τῆς ἁμαρτίας· ἕτερον γὰρ τὸ, ἔν τινι ὂν, καὶ τὸ, ἐν ᾧ ἐστιν ἐκεῖνο. Ὥσπερ οὖν ἡ ἐντολὴ οὐκ ἔστι πονηρὰ, ἐπειδὴ δι' αὐτῆς ἀφορμὴν ἔλαβεν ἡ ἁμαρτία· οὕτως οὐδὲ τῆς σαρκὸς ἡ φύσις, εἰ καὶ δι' αὐτῆς ἡμᾶς καταγωνίζεται· ἐπεὶ οὕτως ἔσται καὶ ἡ ψυχὴ πονηρὰ, καὶ πολλῷ μᾶλλον ἐκείνη, ὅσῳ καὶ τὸ κῦρος τῶν πρακτέων ἔχει. Ἀλλ' οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν. Οὐδὲ γὰρ εἰ θαυμαστὸν οἶκον καὶ βασιλικὰς αὐλὰς τύραννος λάβῃ καὶ λῃστὴς, διαβολὴ τῆς οἰκίας τὸ γινόμενον, ἀλλ' ἡ κατηγορία πᾶσα τῶν τὰ τοιαῦτα ἐπιβουλευσαμένων ἐστίν. Ἀλλ' οἱ τῆς ἀληθείας ἐχθροὶ μετὰ τῆς ἀσεβείας καὶ ἀνοίᾳ πολλῇ περιπίπτοντες, οὐκ αἰσθάνονται. Οὐδὲ γὰρ τῆς σαρκὸς μόνον κατηγοροῦσιν, ἀλλὰ καὶ τὸν νόμον διαβάλλουσι· καίτοιγε εἰ πονηρὸν ἡ σὰρξ, καλὸν ὁ νόμος· ἀντιστρατεύεται γὰρ καὶ ἐναντιοῦται· εἰ δὲ οὐ καλὸν ὁ νόμος, καλὸν ἡ σάρξ· μάχεται γὰρ αὐτῷ κατ' ἐκείνους καὶ πολεμεῖ. Πῶς οὖν ἀμφότερα τοῦ διαβόλου φασὶν εἶναι, ἐναντία ἀλλήλοις εἰσάγοντες; Ὁρᾷς ὅση μετὰ τῆς ἀσεβείας καὶ ἡ ἄνοια; Ἀλλ' οὐ τῆς Ἐκκλησίας τὰ δόγματα τοιαῦτα, ἀλλὰ τὴν ἁμαρτίαν κατακρίνει μόνον, καὶ τὸν νόμον ἑκάτερον παρὰ Θεοῦ δεδομένον, καὶ τὸν τῆς φύσεως, καὶ τὸν τοῦ Μωϋσέως, ταύτῃ πολέμιον εἶναί φησιν, οὐ τῇ σαρκί· οὐδὲ γὰρ τὴν σάρκα ἁμαρτίαν εἶναι, ἀλλ' ἔργον Θεοῦ σφόδρα, καὶ πρὸς ἀρετὴν ἡμῖν ἐπιτήδειον, ἐὰν νήφωμεν. Ταλαίπωρος ἐγὼ ἄνθρωπος· τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; Εἶδες πόση τῆς κακίας ἡ τυραννὶς, ὅτι καὶ συνηδόμενον τῷ νόμῳ τὸν νοῦν νικᾷ; Οὐδὲ γὰρ ἔχει τις εἰπεῖν, φησὶν, ὅτι μισοῦντά με τὸν νόμον καὶ ἀποστρεφόμενον ἡ ἁμαρτία χειροῦται· συνήδομαι γὰρ αὐτῷ καὶ σύμφημι, καὶ καταφεύγω πρὸς αὐτὸν, ἀλλ' ὅμως ἐκεῖνος μὲν οὐδὲ φεύγοντα πρὸς αὐτὸν ἴσχυσε σῶσαι, ὁ δὲ Χριστὸς καὶ φεύγοντα ἀπ' αὐτοῦ ἔσωσεν. Εἶδες πόση τῆς χάριτος ἡ ὑπερβολή; Ἀλλ' οὕτω μὲν οὐκ ἔθηκεν αὐτὸ ὁ Ἀπόστολος· ἀνοιμώξας δὲ μόνον καὶ θρηνήσας μέγα, ὡς ἐν ἐρημίᾳ τῶν βοηθησόντων, διὰ τῆς ἀπορίας δείκνυσι τοῦ Χριστοῦ τὴν δύναμιν, καί φησι· Ταλαίπωρος ἐγὼ ἄνθρωπος· τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; Νόμος οὐκ ἴσχυσε, τὸ συνειδὸς οὐκ ἤρκεσε· καίτοι γε ἐπῄνουν τὰ καλὰ, καὶ οὐκ ἐπῄνουν μόνον, ἀλλὰ καὶ ἀπεμαχόμην πρὸς τὰ ἐναντία. Τῷ γὰρ εἰπεῖν, Ἀντιστρατευόμενον, ἔδειξε καὶ αὐτὸν ἀντιταττόμενον. Πόθεν οὖν ἔσται σωτηρίας ἐλπίς; Εὐχαριστῶ τῷ Θεῷ, φησὶ, διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν. Εἶδες πῶς ἔδειξεν ἀναγκαίαν τῆς χάριτος τὴν παρουσίαν, καὶ κοινὰ Πατρὸς καὶ Υἱοῦ τὰ κατορθώματα; Εἰ γὰρ καὶ τῷ Πατρὶ εὐχαριστεῖ, ἀλλὰ τῆς εὐχαριστίας ταύτης καὶ ὁ Υἱὸς αἴτιος. Ὅταν δὲ ἀκούσῃς λέγοντος αὐτοῦ, Τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; μὴ νόμιζε τῆς σαρκὸς αὐτὸν κατηγορεῖν. Οὐδὲ γὰρ εἶπε σῶμα ἁμαρτίας, ἀλλὰ σῶμα θανάτου· τουτέστι τὸ θνητὸν σῶμα, τὸ χειρωθὲν ὑπὸ τοῦ θανάτου, οὐ τὸ γεννῆσαν τὸν θάνατον· ὅπερ οὐ τῆς πονηρίας τῆς σαρκὸς, ἀλλὰ τῆς ἐπηρείας ἧς ὑπέμεινε, δεῖγμά ἐστιν. Ὥσπερ ἂν εἴ τις αἰχμαλωτισθεὶς παρὰ βαρβάρων, λέγοιτο εἶναι τῶν βαρβάρων, οὐκ ἐπειδὴ βάρβαρός ἐστιν, ἀλλ' ἐπειδὴ ὑπ' ἐκείνων κατέχεται· οὕτω καὶ τὸ σῶμα θανάτου λέγεται, ἐπειδὴ κατεσχέθη παρ' αὐτοῦ, οὐκ ἐπειδὴ προεξένησεν αὐτόν. Διόπερ οὐδὲ αὐτὸς τοῦ σώματος ῥυσθῆναι βούλεται, ἀλλὰ τοῦ θνητοῦ σώματος, αἰνιττόμενος ὃ πολλάκις ἔφην, ὅτι ἐκ τοῦ παθητὸν αὐτὸ γενέσθαι, καὶ εὐεπιχείρητον γέγονε τῇ ἁμαρτίᾳ.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg155.local001/.
