# In epistulam ad Romanos (homiliae 1-32) 3.1-15

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32), Οἴδαμεν δὲ, ὅτι τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-romanos-homiliae-1-32/3.1-15

Ἐνταῦθα πρὸς τοὺς λέγοντας, ὅτι οὐδὲν ἡ πίστις ὠφελεῖ, καὶ ἀπιστοῦντας τῇ ἀθρόᾳ μεταβολῇ. Καὶ ὅρα πῶς ταχέως αὐτοὺς ἐπεστόμισεν ἀπὸ τοῦ ἀξιώματος τοῦ ἐκλεξαμένου. Καὶ οὐκ εἶπε, Τίς ἐγκαλέσει κατὰ τῶν δούλων τοῦ Θεοῦ, οὐδὲ, Κατὰ τῶν πιστῶν τοῦ Θεοῦ, ἀλλὰ, Κατὰ τῶν ἐκλεκτῶν τοῦ Θεοῦ· ἡ γὰρ ἐκλογὴ ἀρετῆς σημεῖόν ἐστιν. Εἰ γὰρ ἐπειδὰν πωλοδάμνης πώλους ἐκλέξηται ἐπιτηδείους πρὸς τὸν δρόμον, οὐδεὶς ἐπισκῆψαι δυνήσεται, ἀλλὰ καταγέλαστος γίνεται, κἂν ἐγκαλέσῃ τις· πολλῷ μᾶλλον ὅταν ὁ Θεὸς ἐκλέγηται ψυχὰς, καταγέλαστοι οἱ ἐγκαλοῦντες. Θεὸς ὁ δικαιῶν, τίς ὁ κατακρίνων; Οὐκ εἶπε, Θεὸς ὁ ἀφεὶς ἁμαρτήματα, ἀλλ', ὃ πολλῷ μεῖζον ἦν, Θεὸς ὁ δικαιῶν. Ὅταν γὰρ ἡ τοῦ δικαστοῦ ψῆφος δίκαιον ἀποφήνῃ, καὶ δικαστοῦ τοιούτου, τίνος ἄξιος ὁ κατηγορῶν; Οὐκοῦν οὔτε τοὺς πειρασμοὺς φοβεῖσθαι δίκαιον· ὑπὲρ γὰρ ἡμῶν ἐστιν ὁ Θεὸς, καὶ ἐδήλωσεν ἐξ ὧν ἐποίησεν· οὔτε τὰς φλυαρίας τὰς Ἰουδαϊκάς· καὶ γὰρ καὶ ἐξελέξατο ἡμᾶς καὶ ἐδικαίωσε, καὶ τὸ δὴ θαυμαστὸν, ὅτι διὰ τῆς σφαγῆς τοῦ Παιδὸς ἐδικαίωσε. Τίς οὖν ἡμᾶς καταδικάσει, τοῦ Θεοῦ στεφανοῦντος, τοῦ Χριστοῦ δι' ἡμᾶς σφαγέντος, καὶ οὐ σφαγέντος μόνον, ἀλλὰ καὶ μετὰ ταῦτα ἐντυγχάνοντος ὑπὲρ ἡμῶν; Χριστὸς γὰρ, φησὶν, ὁ ἀποθανὼν, μᾶλλον δὲ καὶ ἐγερθεὶς ἐκ νεκρῶν, ὅς ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ, ὃς καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν. Καὶ γὰρ ἐπὶ τῆς οἰκείας ἀξίας φανεὶς, οὐ κατέλυσε τὴν ὑπὲρ ἡμῶν πρόνοιαν, ἀλλὰ καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν καὶ ἔτι τὴν αὐτὴν ἀγάπην μένει διατηρῶν. Οὐ γὰρ ἠρκέσθη τῇ σφαγῇ μόνον· ὅπερ μεγίστου μάλιστά ἐστι φίλτρου, τὸ μὴ μόνον τὰ εἰς αὐτὸν ἥκοντα ποιεῖν, ἀλλὰ καὶ ἕτερον ὑπὲρ τούτου παρακαλεῖν. Τοῦτο γὰρ μόνον διὰ τοῦ, ἐντυγχάνειν, δηλῶσαι ἐβουλήθη, ἀνθρωπινώτερον διαλεχθεὶς, καὶ συγκαταβατικώτερον, ἵνα τὴν ἀγάπην ἐνδείξηται· ἐπεὶ καὶ τὸ, Οὐκ ἐφείσατο, ἐὰν μὴ μετὰ ταύτης ἐκλάβωμεν τῆς ἐννοίας, πολλὰ τὰ ἄτοπα ἕψεται. Καὶ ἵνα μάθῃς, ὅτι τοῦτό ἐστιν, ὃ κατασκευάσαι βούλεται, πρότερον εἰπὼν, ὅτι Ἐστὶν ἐν δεξιᾷ, τότε ἐπήγαγεν, ὅτι Ἐντυγχάνει ὑπὲρ ἡμῶν, ὅτι τὴν ὁμοτιμίαν ἔδειξε καὶ τὴν ἰσότητα, ἵνα λοιπὸν τὸ ἐντυγχάνειν οὐκ ἐλαττώσεως, ἀλλ' ἀγάπης φαίνηται μόνης ὄν. Ὁ γὰρ αὐτὸς ζωὴ ὢν καὶ πηγὴ τῶν ἀγαθῶν ἁπάντων, καὶ μετ' ἐξουσίας τῆς αὐτῆς τῷ Πατρὶ, καὶ νεκροὺς ἐγείρων, καὶ ζωοποιῶν, καὶ τὰ ἄλλα πάντα ποιῶν, πῶς ἂν ἐντεύξεως ἐδεήθη εἰς τὸ ὠφελῆσαι ἡμᾶς; Ὁ ἀπεγνωσμένους καὶ καταδεδικασμένους ἐξ οἰκείας ἐξουσίας καὶ τῆς καταδίκης ἐκείνης ἀπαλλάξας, καὶ δικαίους καὶ υἱοὺς ποιήσας, καὶ πρὸς τὰς ἀνωτάτω τιμὰς ἀγαγὼν, καὶ τὰ μηδέποτε ἐλπισθέντα εἰς ἔργον ἀγαγὼν, πῶς ἂν μετὰ τὸ κατορθῶσαι πάντα, καὶ τὴν φύσιν τὴν ἡμετέραν δεῖξαι ἐπὶ τοῦ θρόνου τοῦ βασιλικοῦ, πρὸς τὰ εὐκολώτερα ἐντυχίας ἐδεῖτο; Ὁρᾷς πῶς πανταχόθεν δείκνυται, ὅτι τὸ ἐντυγχάνειν δι' οὐδὲν ἕτερον εἴρηκεν, ἀλλ' ἵνα τὸ θερμὸν καὶ ἀκμάζον τῆς περὶ ἡμᾶς ἀγάπης ἐνδείξηται; ἐπεὶ καὶ ὁ Πατὴρ φαίνεται παρακαλῶν ἀνθρώπους καταλλαγῆναι αὐτῷ. Ὑπὲρ γὰρ Χριστοῦ πρεσβεύομεν, ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι' ἡμῶν. Ἀλλ' ὅμως καὶ Θεοῦ παρακαλοῦντος, καὶ ἀνθρώπων ὑπὲρ Χριστοῦ πρεσβευομένων πρὸς ἀνθρώπους, οὐδὲν ἀνάξιον ἐννοοῦμεν ἐντεῦθεν τῆς ἀξίας ἐκείνης, ἀλλ' ἓν μόνον ἐκ τῶν εἰρημένων ἁπάντων συλλέγομεν, τὴν τῆς ἀγάπης ἐπίτασιν. Τοῦτο δὴ καὶ ἐνταῦθα ποιῶμεν. Εἰ τοίνυν καὶ τὸ Πνεῦμα ὑπερεντυγχάνει στεναγμοῖς ἀλαλήτοις, καὶ ὁ Χριστὸς ἀπέθανε, καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν, καὶ ὁ Πατὴρ τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο διὰ σὲ, καὶ ἐξελέξατό σε καὶ ἐδικαίωσε, τί λοιπὸν δέδοικας; τί δὲ τρέμεις, τοσαύτης ἀπολαύων ἀγάπης, καὶ τοσαύτης κηδεμονίας; Διὰ δὴ τοῦτο, δείξας πολλὴν τὴν ἄνωθεν πρόνοιαν, μετὰ παῤῥησίας λοιπὸν ἐπάγει τὰ ἑξῆς, καὶ οὐ λέγει, ὅτι Ὀφείλετε καὶ ὑμεῖς οὕτως αὐτὸν ἀγαπᾷν, ἀλλ', ὥσπερ ἔνθους γενόμενος ὑπὸ τῆς ἀφάτου ταύτης προνοίας, φησί· Τίς ἡμᾶς χωρίζει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ, Καὶ οὐκ εἶπε· Τοῦ Θεοῦ· οὕτως ἀδιάφορον αὐτῷ, καὶ Χριστὸν καὶ Θεὸν ὀνομάζειν. Θλῖψις, ἢ στενοχωρία, ἢ διωγμὸς, ἢ λιμὸς, ἢ γυμνότης, ἢ κίνδυνος, ἢ μάχαιρα; Ὅρα τοῦ μακαρίου Παύλου σύνεσιν. Οὐ γὰρ εἶπε ταῦτα οἷς καθημέραν ἁλισκόμεθα, χρημάτων ἔρωτα καὶ δόξης ἐπιθυμίαν καὶ ὀργῆς τυραννίδα, ἀλλὰ ἃ πολλῷ τούτων ἐστὶ τυραννικώτερα, καὶ τὴν φύσιν αὐτὴν ἱκανὰ βιάσασθαι, καὶ διανοίας στεῤῥότητα ἀναμοχλεῦσαι πολλάκις καὶ ἀκόντων ἡμῶν, ταῦτα τίθησι, θλίψεις καὶ στενοχωρίας. Εἰ γὰρ καὶ εὐαρίθμητα τὰ εἰρημένα, ἀλλὰ μυρίους ἔχει πειρασμῶν ὁρμαθοὺς ἑκάστη λέξις. Ὅταν γὰρ εἴπῃ θλῖψιν, καὶ δεσμωτήρια λέγει καὶ δεσμὰ καὶ συκοφαντίας καὶ ἐξορίας καὶ τὰς ἄλλας ταλαιπωρίας ἁπάσας, ἑνὶ ῥήματι πέλαγος κινδύνων διατρέχων ἄπειρον, καὶ πάντα ἁπλῶς τὰ ἐν ἀνθρώποις δεινὰ διὰ μιᾶς ἡμῖν ἐμφαίνων λέξεως. Ἀλλ' ὅμως πάντων αὐτῶν κατατολμᾷ. Διὸ καὶ κατὰ ἐρώτησιν αὐτὸ προάγει ὡς ἀναντίῤῥητον ὂν, ὅτι τὸν οὕτως ἀγαπηθέντα, καὶ τοσαύτης ἀπολαύσαντα προνοίας, οὐδὲν ἔστιν ὃ διαστῆσαι δυνήσεται.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg155.local001/.
