Ancient Greek · ~19 min
Ἀλήθειαν λέγω ἐν Χριστῷ, οὐ ψεύδομαι, συμμαρτυρούσης μοι τῆς συνειδήσεώς μου ἐν Πνεύματι ἁγίῳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32) 3.1-16
Not analysed yet
Οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν· ἀλλὰ σκωλήκων ἐν κοπρίᾳ φωλευόντων ἡ τοιαύτη ὑπόνοια. Εἰ γὰρ τοῦτο ἔλεγε, πῶς ἀνάθεμα ἑαυτὸν ηὔχετο εἶναι ἀπὸ τοῦ Χριστοῦ; Ὁ γὰρ τοιοῦτος θάνατος μᾶλλον τῷ τοῦ Χριστοῦ συνῆπτε χορῷ, καὶ τῆς δόξης ἀπολαύειν ἐκείνης ἐποίει. Ἀλλὰ γάρ εἰσί τινες, οἳ καὶ τούτων ἕτερα καταγελαστότερα τολμῶσι λέγειν. Οὐ γὰρ θάνατον, φησὶν, ἀλλὰ κειμήλιον καὶ ἀνάθεμα εἶναι ηὔχετο τοῦ Χριστοῦ. Καὶ τίς τοῦτο καὶ τῶν σφόδρα εὐτελῶν καὶ ἀναπεπτωκότων οὐκ ἂν εὔξαιτο; Πῶς δὲ ὑπὲρ τῶν συγγενῶν τοῦτο ἔμελλε τῶν αὐτοῦ γενέσθαι; Ἀφέντες τοίνυν τοὺς μύθους καὶ τὰς φλυαρίας (οὐδὲ γὰρ ἀντιλέγειν πρὸς ταῦτα ἄξιον, ὥσπερ οὖν οὐδὲ πρὸς τὰ παιδία τὰ ψελλίζοντα, εἰς αὐτὴν πάλιν τὴν ῥῆσιν ἐπανέλθωμεν, ἐντρυφῶντες αὐτοῦ τῷ πελάγει τῆς ἀγάπης, καὶ μετὰ ἀδείας πανταχοῦ νηχόμενοι, καὶ τὴν φλόγα ἐννοοῦντες τὴν ἄφατον· μᾶλλον δὲ, ὅπερ ἂν εἴποι τις, οὐδὲν ἄξιον ἐρεῖ. Καὶ γὰρ πελάγους παντὸς εὐρυτέρα, καὶ φλογὸς ἁπάσης σφοδροτέρα ἦν αὕτη, καὶ οὐδεὶς αὐτὴν κατ' ἀξίαν ἀναγορεῦσαι δυνήσεται λόγος· ἀλλ' ἐκεῖνος μόνος οἶδεν αὐτὴν ὁ μετὰ ἀκριβείας αὐτὴν κτησάμενος. Φέρε οὖν πάλιν αὐτὰ τὰ ῥήματα εἰς μέσον ἀγάγωμεν· Ηὐχόμην γὰρ ἀνάθεμα εἶναι αὐτὸς ἐγώ. Τί ἐστιν, Αὐτὸς ἐγώ; Ὁ διδάσκαλος ἁπάντων γενόμενος, ὁ μυρία κατορθώματα συναγαγὼν, ὁ μυρίους ἀναμένων στεφάνους, ὁ ποθήσας αὐτὸν οὕτως, ὡς πάντων προτιμῆσαι αὐτοῦ τὴν ἀγάπην, ὁ καθ' ἑκάστην ἡμέραν δι' αὐτὸν καιόμενος, καὶ πάντα δεύτερα εἶναι νομίζων τοῦ φίλτρου τοῦ πρὸς αὐτόν. Οὐδὲ γὰρ τοῦ φιλεῖσθαι ἔμελεν αὐτῷ παρὰ τοῦ Χριστοῦ μόνον, ἀλλὰ καὶ τοῦ σφόδρα φιλεῖν αὐτόν· καὶ τοῦτο μάλιστα ἦν. Διὰ γὰρ τοῦτο πρὸς τοῦτο ἔβλεπε μόνον, καὶ πάντα εὐκόλως ἔφερεν· ἓν γὰρ ἐσκόπει διὰ πάντων, τὸ τὸν καλὸν τοῦτον ἐμπλῆσαι ἔρωτα. Καὶ εὔχεται μὲν ταῦτα· ἐπειδὴ δὲ οὐκ ἔμελλε γίνεσθαι οὕτως, οὐδὲ ἔμελλεν ἀνάθεμα εἶναι, πειρᾶται λοιπὸν καὶ εἰς ἀπολογίαν ἐμβῆναι τῶν ἐγκλημάτων, καὶ τὰ θρυλλούμενα παρὰ πάντων εἰς μέσον ἄγων, ἀνατρέψαι. Καὶ πρὶν εἰς τὴν σαφῆ τούτων ἀπολογίαν ἐμβῆναι, τὰ σπέρματα αὐτῆς ἤδη προκαταβάλλεται. Ὅταν γὰρ λέγῃ, Ὧν ἡ υἱοθεσία καὶ ἡ δόξα καὶ ἡ νομοθεσία καὶ ἡ λατρεία καὶ αἱ ἐπαγγελίαι, οὐδὲν ἄλλο φησὶν, ἢ ὅτι ὁ Θεὸς μὲν αὐτοὺς ἐβούλετο σωθῆναι (καὶ τοῦτο ἐδήλωσε δι' ὧν ἔμπροσθεν ἐποίησε, καὶ δι' ὧν ὁ Χριστὸς ἐξ ἐκείνων ἐγένετο, καὶ δι' ὧν τοῖς πατράσιν ἐπηγγείλατο)· αὐτοὶ δὲ ἐξ οἰκείας ἀγνωμοσύνης ἀπεκρούσαντο τὴν εὐεργεσίαν. Διὸ καὶ ἐκεῖνα τίθησιν, ἅπερ τῆς τοῦ Θεοῦ δωρεᾶς ἐστιν ἐνδεικτικὰ μόνον, οὐκ ἐκείνων ἐγκώμια· καὶ γὰρ ἡ υἱοθεσία τῆς αὐτοῦ γέγονε χάριτος, καὶ ἡ δόξα καὶ αἱ ἐπαγγελίαι καὶ ὁ νόμος. Ἅπερ ἅπαντα ἐννοήσας, καὶ λογισάμενος πόσην ὁ Θεὸς μετὰ τοῦ Παιδὸς ἐποιήσατο τὴν σπουδὴν σῶσαι αὐτοὺς, ἀνεβόησε μέγα, καὶ εἶπεν· Ὅς ἐστιν εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν· τὴν ὑπὲρ πάντων εὐχαριστίαν ἀναφέρων αὐτὸς τῷ Μονογενεῖ τοῦ Θεοῦ. Τί γὰρ, εἰ καὶ ἕτεροι βλασφημοῦσι, φησὶν, ἀλλ' ἡμεῖς οἱ τὰ ἀπόῤῥητα εἰδότες αὐτοῦ, καὶ τὴν σοφίαν τὴν ἄφατον, καὶ τὴν πρόνοιαν τὴν πολλὴν, ἴσμεν σαφῶς, ὅτι οὐ τοῦ βλασφημεῖσθαι, ἀλλὰ τοῦ δοξάζεσθαι ἄξιος. Οὐκ ἀρκεσθεὶς δὲ αὐτοῦ τῷ συνειδότι, πειρᾶται καὶ λογισμὸν τιθέναι λοιπὸν, καὶ σφοδροτέρῳ κεχρῆσθαι κατ' αὐτῶν τῷ λόγῳ· καὶ οὐ πρότερον ἀποτείνεται πρὸς αὐτοὺς, ἕως τὴν ὑπόνοιαν τὴν αὐτῶν περιεῖλεν. Ἵνα γὰρ μὴ δόξῃ ὡς ἐχθροῖς διαλέγεσθαι, καὶ προϊών φησιν· Ἀδελφοὶ, ἡ μὲν εὐδοκία τῆς ἐμῆς καρδίας, καὶ ἡ δέησις ἡ πρὸς τὸν Θεὸν, ὑπὲρ αὐτῶν ἐστιν εἰς σωτηρίαν· καὶ ἐνταῦθα δὲ μετὰ τῶν ἄλλων, ὧν εἴρηκε, κατεσκεύαζε τὸ μὴ δόξαι δι' ἔχθραν λέγειν, ἅπερ ἔμελλε κατ' αὐτῶν ἐρεῖν· διόπερ οὐδὲ συγγενεῖς αὐτοὺς καὶ ἀδελφοὺς παραιτεῖται ὀνομάζειν. Εἰ γὰρ καὶ διὰ τὸν Χριστὸν ἔλεγεν, ἅπερ ἔλεγεν, ἀλλ' ὅμως καὶ τὴν ἐκείνων ἐπισπᾶται διάνοιαν, καὶ προοδοποιεῖ τῷ λόγῳ, καὶ πάσης ἑαυτὸν ὑποψίας ἀπαλλάττει διὰ τὰ μέλλοντα κατ' αὐτῶν λεχθήσεσθαι, καὶ τότε λοιπὸν ἐμβαίνει εἰς τὸν παρὰ τῶν πολλῶν ζητούμενον λόγον. Καὶ γὰρ ἐζήτουν πολλοὶ, καθάπερ ἔφθην εἰπὼν, τίνος ἕνεκεν οἱ μὲν δεξάμενοι τὴν ἐπαγγελίαν ἐξέπεσον, οἱ δὲ μὴ ἀκούσαντες αὐτῆς πώποτε, πρὸ ἐκείνων ἐσώθησαν. Ταύτην τοίνυν λύων τὴν ἀπορίαν, πρὸ τῆς ἀντιθέσεως τὴν λύσιν ἐπάγει. Ἵνα γὰρ μὴ λέγῃ τις· Τί οὖν; σὺ μᾶλλον φροντίζεις τῆς δόξης τοῦ Θεοῦ, ἢ ὁ Θεὸς τῆς ἑαυτοῦ; καὶ, Τῆς παρὰ σοῦ δεῖται βοηθείας, ὥστε μὴ ἐκπεσεῖν αὐτοῦ τὸν λόγον; πρὸς ταῦτα ἱστάμενός φησι· Ταῦτα δὲ εἶπον, Οὐχ οἷον ὅτι ὁ λόγος τοῦ Θεοῦ ἐκπέπτωκεν, ἀλλ' ἵνα δείξω τὸ περὶ τὸν Χριστὸν φίλτρον. Καὶ γὰρ καὶ οὕτω τῶν πραγμάτων ἐκβάντων, οὐκ ἀποροῦμεν τῶν ὑπὲρ τοῦ Θεοῦ λόγων, φησὶ, καὶ τοῦ δεῖξαι, ὅτι ἕστηκεν ἡ ἐπαγγελία. Εἶπεν ὁ Θεὸς τῷ Ἀβραάμ· Σοὶ καὶ τῷ σπέρματί σου δώσω τὴν γῆν· καὶ, Ἐνευλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη. Ἴδωμεν οὖν ποῖόν ἐστι τὸ σπέρμα, φησίν· οὐ γὰρ πάντες οἱ ἐξ αὐτοῦ σπέρματα αὐτοῦ εἰσι· διὸ καὶ ἔλεγεν· Οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραήλ· οὐδ' ὅτι εἰσὶ σπέρμα Ἀβραὰμ, πάντες τέκνα.