Ancient Greek · ~17 min
Πῶς οὖν ἐπικαλέσονται εἰς ὃν οὐκ ἐπίστευσαν; πῶς δὲ πιστεύσουσιν οὗ οὐκ ἤκουσαν; πῶς δὲ ἀκούσουσι χωρὶς κηρύσσοντος; πῶς δὲ κηρύξουσιν, ἐὰν μὴ ἀποσταλῶσι; καθὼς γέγραπται.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32) 3.1-18
Not analysed yet
Εἶδες πόση ἡ κατηγορία; Οὗτοι μὲν γὰρ οὐδὲ παρακαλοῦντι ἐπείσθησαν, ἀλλὰ καὶ ἀντεῖπον, καὶ ταῦτα οὐχ ἅπαξ, οὐ δὶς, οὐ τρὶς, ἀλλὰ καὶ διὰ παντὸς τοῦ χρόνου ταῦτα ποιοῦντα ὁρῶντες· ἕτεροι δὲ οἱ μηδέποτε αὐτὸν ἐγνωκότες ἴσχυσαν αὐτὸν ἐπισπάσασθαι. Ἀλλ' οὐ λέγει, ὅτι αὐτοὶ ἴσχυσαν αὐτὸν ἐπισπάσασθαι, ἀλλὰ καθαιρῶν καὶ τῶν ἐξ ἐθνῶν τὰ φρονήματα, καὶ δεικνὺς τὴν αὐτοῦ χάριν τὸ πᾶν ἐργασαμένην φησὶν, ὅτι Ἐγὼ ἐμφανὴς ἐγενόμην, καὶ Ἐγὼ εὑρέθην. Οὐκοῦν κενοὶ πάντων ἐκεῖνοι, φησίν; Οὐδαμῶς· ἀλλὰ τὰ εὑρεθέντα λαβεῖν καὶ τὰ φανέντα ἐπιγνῶναι, τοῦτο παρ' ἑαυτῶν εἰσήνεγκαν. Εἶτα ἵνα μὴ λέγωσιν οὗτοι, Διὰ τί οὖν καὶ ἡμῖν ἐμφανὴς οὐκ ἐγένου; τὸ πλέον τούτου τίθησιν, ὅτι Οὐ μόνον ἐμφανὴς ἐγενόμην, ἀλλὰ καὶ παρέμεινα τὰς χεῖρας ἀναπεταννὺς καὶ παρακαλῶν, πατρὸς φιλοστόργου καὶ μητρὸς φιλόπαιδος κηδεμονίαν ἐπιδεικνύμενος. Ὅρα πῶς σαφεστάτην τῶν ἔμπροσθεν διαπορηθέντων ἁπάντων τὴν λύσιν ἐπήγαγε, δείξας τῆς γνώμης αὐτῶν τὴν ἀπώλειαν γενομένην, καὶ ὡς πάντοθεν ἀνάξιοι συγγνώμης εἰσί. Καὶ γὰρ καὶ ἀκούσαντες καὶ νοήσαντες τὰ λεγόμενα, οὐδὲ οὕτως ἐβουλήθησαν προσελθεῖν. Καὶ τὸ πολὺ πλέον, ὅτι οὐ μόνον ἀκοῦσαι αὐτοὺς ταῦτα ἐποίησεν, οὐδὲ μόνον νοῆσαι, ἀλλὰ καὶ ὃ μείζονα ἰσχὺν ἔχει πρὸς τὸ διεγεῖραι, καὶ φιλονεικοῦντας καὶ ἀντιλέγοντας ἐπισπάσασθαι, καὶ τοῦτο προσέθηκε. Ποῖον δὴ τοῦτο; Τὸ παρακνίσαι αὐτοὺς καὶ παραζηλῶσαι. Ἴστε γὰρ τοῦ πάθους τὴν τυραννίδα, καὶ ὅσην ἔχει τὴν ἰσχὺν τῆς ζηλοτυπίας ἡ φύσις πρὸς τὸ λῦσαι φιλονεικίαν ἅπασαν, καὶ τοὺς ἀναπεπτωκότας διαναστῆσαι. Καὶ τί δεῖ λέγειν ἐπ' ἀνθρώπων τοῦτο, ὅπου γε καὶ ἐπὶ ἀλόγων καὶ ἐπὶ τῆς ἡλικίας τῆς ἀώρου τῶν παιδίων πολλὴν τὴν δύναμιν ἐπιδείκνυται; Καὶ γὰρ παιδίον πολλάκις παρακαλούμενον μὲν οὐκ εἶξε τῷ πατρὶ, ἀλλ' ἔμεινε φιλονεικοῦν· ἑτέρου δὲ θεραπευθέντος παιδίου, καὶ μὴ καλούμενον ἐπανῆλθε πρὸς τοὺς κόλπους τοὺς πατρικοὺς, καὶ ὅπερ οὐκ ἴσχυσεν ἡ παράκλησις, τοῦτο ἐποίησεν ἡ παραζήλωσις. Τοῦτο τοίνυν καὶ ὁ Θεὸς ἐποίησεν. Οὐ γὰρ παρεκάλεσε μόνον, καὶ τὰς χεῖρας ἐξεπέτασεν, ἀλλὰ καὶ τὸ τῆς ζηλοτυπίας ἐν αὐτοῖς διήγειρε πάθος, τοὺς πολλῷ καταδεεστέρους αὐτῶν (ὃ μάλιστα ποιεῖ παραζήλωσιν) εἰσάγων, οὐκ εἰς τὰ ἐκείνων ἀγαθὰ, ἀλλ' ὃ πολλῷ μεῖζον ἦν καὶ τυραννικώτερον ποιεῖ τὸ πάθος, εἰς τὰ πολλῷ μείζονα ἐκείνων καὶ ἀναγκαιότερα, καὶ ἃ μηδὲ ὄναρ αὐτοί ποτε ἐφαντάσθησαν. Ἀλλ' οὐδὲ οὕτως εἶξαν. Τίνος οὖν ἂν εἶεν συγγνώμης ἄξιοι μετὰ τοσαύτης ὑπερβολῆς τὴν φιλονεικίαν ἐπιδειξάμενοι; Οὐδεμιᾶς. Ἀλλὰ τοῦτο μὲν αὐτὸς οὐ λέγει, καταλιμπάνει δὲ ἐκ τοῦ συμπεράσματος τῶν εἰρημένων τῷ συνειδότι τῶν ἀκουόντων αὐτὸ συλλογίσασθαι, καὶ πάλιν αὐτὸ καὶ διὰ τῶν ἑξῆς κατασκευάζει μετὰ τῆς εἰωθυίας αὐτῷ σοφίας. Ὅπερ γὰρ τοῖς ἔμπροσθεν ἐποίησεν, ἀντιθέσεις εἰσάγων καὶ ἐπὶ τοῦ νόμου καὶ ἐπὶ τοῦ λαοῦ, μείζονα κατηγορίαν ἐχούσας τῆς οὔσης, εἶτα ἐν τῇ λύσει τῇ ἀνατρεπούσῃ ταύτην τοσαῦτα συγχωρῶν, ὅσα ἐβούλετο, καὶ τὰ πράγματα ἐδίδου, ὥστε ἀνεπαχθῆ ποιῆσαι τὸν λόγον· τοῦτο καὶ ἐνταῦθα ποιεῖ, οὕτω γράφων· Λέγω οὖν, Μὴ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ, ὃν προέγνω; Μὴ γένοιτο. Καὶ σχῆμα διαποροῦντος εἰσάγει, ὡς ἐκ τῶν εἰρημένων λαβὼν τὴν ἀρχὴν, καὶ τὸ φοβερὸν τοῦτο θεὶς, τῇ ἀναιρέσει αὐτοῦ τὸ μετ' ἐκεῖνο λοιπὸν εὐπαράδεκτον ποιεῖ, ὃ διὰ τῶν ἔμπροσθεν ἁπάντων ἐσπούδασε δεῖξαι, τοῦτο καὶ ἐνταῦθα κατασκευάζων. Ποῖον δὴ τοῦτο; Ὅτι κἂν ὀλίγοι ὦσιν οἱ διασεσωσμένοι, τὰ τῆς ἐπαγγελίας ἕστηκε. Διὰ τοῦτο οὐδὲ ἁπλῶς εἶπε, Τὸν λαὸν, ἀλλὰ προσέθηκεν· Ὃν προέγνω. Εἶτα ἐπάγων ἀπόδειξιν τοῦ μὴ ἀπῶσθαι τὸν λαὸν, φησί· Καὶ γὰρ ἐγὼ Ἰσραηλίτης εἰμὶ, ἐκ σπέρματος Ἀβραὰμ, φυλῆς Βενιαμίν. Ἐγὼ, φησὶν, ὁ διδάσκαλος, ὁ κήρυξ. Ἐπεὶ οὖν ἐδόκει τοῦτο ἐναντίον εἶναι τοῖς ἔμπροσθεν εἰρημένοις τοῖς λέγουσι· Τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; καὶ, Ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖρας πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα· καὶ, Παραζηλώσω ὑμᾶς ἐπ' οὐκ ἔθνει· οὐκ ἠρκέσθη τῇ ἀπαγορεύσει, οὐδὲ τῷ εἰπεῖν, Μὴ γένοιτο, ἀλλὰ κατασκευάζει αὐτὸ πάλιν ἀναλαμβάνων καὶ λέγων· Οὐκ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ. Ἀλλὰ τοῦτο οὐκ ἔστι κατασκευὴ, φησὶν, ἀλλ' ἀπόφασις. Ὅρα οὖν τὴν κατασκευὴν τήν τε προτέραν καὶ τὴν μετ' ἐκείνην. Προτέρα μὲν γάρ ἐστι τὸ δεῖξαι, ὅτι αὐτὸς ἐκεῖθεν ἦν· οὐκ ἂν δὲ, εἰ ἀπωθεῖσθαι αὐτοὺς ἔμελλεν, ᾧ τὸ κήρυγμα πᾶν καὶ τὰ πράγματα τῆς οἰκουμένης ἐνεπίστευσε, καὶ τὰ μυστήρια πάντα, καὶ τὴν οἰκονομίαν ὅλην, τοῦτον ἂν ἐκεῖθεν ἐξελέξατο. Αὕτη μὲν οὖν μία κατασκευή· δευτέρα δὲ μετ' ἐκείνην, τὸ εἰπεῖν· Τὸν λαὸν, ὃν προέγνω· τουτέστιν, ὃν ᾔδει σαφῶς ἐπιτήδειον ὄντα καὶ τὴν πίστιν δεξόμενον· καὶ γὰρ τρισχίλιοι καὶ πεντακισχίλιοι καὶ μυρίοι ἐξ ἐκείνων ἦσαν πιστεύσαντες.