Ancient Greek · ~17 min
Τὸν δὲ ἀσθενοῦντα τῇ πίστει προσλαμβάνεσθε, μὴ εἰς διακρίσεις διαλογισμῶν. Ὃς μὲν πιστεύει φαγεῖν πάντα· ὁ δὲ ἀσθενῶν λάχανα ἐσθίει.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32) 3.1-25
Not analysed yet
Τί οὖν ἐστιν, Οὐδεὶς ἡμῶν ἑαυτῷ ζῇ; Οὐκ ἐσμὲν ἐλεύθεροι, Δεσπότην ἔχομεν τὸν καὶ ζῇν ἡμᾶς βουλόμενον, καὶ ἀποθανεῖν οὐ θέλοντα, καὶ ᾧ ταῦτα ἀμφότερα μᾶλλον ἡμῶν διαφέρει. Διὰ γὰρ τούτων δείκνυσιν, ὅτι πλέον ἡμῶν αὐτὸς ἡμῶν κήδεται καὶ μᾶλλον ἡμῶν, καὶ πλοῦτον τὴν ἡμετέραν ζωὴν ἡγεῖται, καὶ ζημίαν τὸν θάνατον. Οὐ γὰρ ἑαυτοῖς ἀποθνήσκομεν μόνον, ἀλλὰ καὶ τῷ Δεσπότῃ, ἂν ἄρα ἀποθάνωμεν. Θάνατον δὲ ἐνταῦθα τὸν ἐκ τῆς πίστεως λέγει. Ἱκανὸν μὲν οὖν καὶ τοῦτο πεῖσαι, ὅτι φροντίζει ἡμῶν, ὅτι αὐτῷ ζῶμεν, καὶ αὐτῷ ἀποθνήσκομεν. Πλὴν οὐκ ἀρκεῖται τούτῳ, ἀλλὰ καὶ ἕτερον ἐπάγει, εἰπών· Ἐάν τε οὖν ζῶμεν, ἐάν τε ἀποθνήσκωμεν, τοῦ Κυρίου ἐσμέν. Καὶ ἀπ' ἐκείνου τοῦ θανάτου ἐπὶ τὸν φυσικὸν μεταβὰς, ἵνα μὴ δόξῃ τραχύνειν τὸν λόγον, ἕτερον σημεῖον ποιεῖται τῆς αὐτοῦ προνοίας μέγιστον. Ποῖον δὴ τοῦτο; Εἰς τοῦτο γὰρ, φησὶ, Χριστὸς καὶ ἀπέθανε καὶ ἀνέστη καὶ ἔζησεν, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ. Ὥστε καὶ τοῦτό σε πειθέτω, ὅτι ἀεὶ φροντίζει τῆς σωτηρίας ἡμῶν καὶ διορθώσεως. Εἰ γὰρ μὴ τοσαύτην ἡμῶν ἐποιεῖτο πρόνοιαν, τίς χρεία τῆς οἰκονομίας ἦν; Ὁ τοίνυν τοσαύτην σπουδὴν θέμενος ὑπὲρ τοῦ, αὐτοῦ γενέσθαι ἡμᾶς, ὡς καὶ δούλου μορφὴν λαβεῖν καὶ ἀποθανεῖν, οὗτος μετὰ τὸ γενέσθαι καταφρονήσει; Οὐκ ἔστι τοῦτο, οὐκ ἔστιν· οὐδ' ἂν ἕλοιτο τοσαύτην προέσθαι πραγματείαν· Εἰς τοῦτο γὰρ, φησὶ, καὶ ἀπέθανεν· ὡς ἂν εἴποι τις, Ὁ δεῖνα οὐκ ἂν ἀνάσχοιτο καταφρονῆσαι τοῦ δούλου· τοῦ γὰρ οἰκείου κήδεται βαλαντίου. Καὶ γὰρ οὐχ οὕτως ἡμεῖς χρημάτων ἐρῶμεν, ὡς αὐτὸς τῆς σωτηρίας τῆς ἡμετέρας. Οὐκοῦν οὐ χρήματα, ἀλλὰ τὸ αἷμα τὸ ἑαυτοῦ ὑπὲρ ἡμῶν κατέβαλε· καὶ διὰ τοῦτο οὐκ ἂν ἀνάσχοιτο προέσθαι τούτους, ὑπὲρ ὧν τοσαύτην τιμὴν κατέθηκεν. Ὅρα δὲ καὶ τὴν δύναμιν αὐτοῦ, πῶς δείκνυσιν ἄφατον οὖσαν. Εἰς τοῦτο γὰρ, φησὶν, ἀπέθανε καὶ ἔζησεν, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ· καὶ ἀνωτέρω, Ἐάν τε γὰρ ζῶμεν, ἐάν τε ἀποθνήσκωμεν, αὐτοῦ ἐσμεν. Εἶδες δεσποτείαν ἐπιτεταμένην; εἶδες ἰσχὺν ἄμαχον; εἶδες πρόνοιαν ἠκριβωμένην; Μὴ γάρ μοι τοὺς ζῶντας εἴπῃς, φησί· καὶ τῶν ἀπελθόντων προνοεῖται. Εἰ δὲ τῶν ἀπελθόντων, εὔδηλον ὅτι καὶ τῶν ζώντων· οὐδὲν γὰρ ὑπὲρ τῆς δεσποτείας ταύτης παρέλιπε, πλείονα ἀνθρώπων καὶ δικαιώματα ἑαυτῷ κατασκευάζων, καὶ χωρὶς τῶν ἄλλων ἁπάντων εἰς τὸ προνοεῖν ἡμῶν Ἄνθρωπος μὲν γὰρ ἀργύριον καταβάλλει, καὶ διὰ τοῦτο σφόδρα ἀντέχεται τοῦ ἰδίου δούλου· αὐτὸς δὲ θάνατον κατέβαλε, καὶ οὐκ ἂν τὸν τοσαύτης τιμῆς ἀγορασθέντα, καὶ οὗ τὴν δεσποτείαν μετὰ τοσαύτης ἐκτήσατο σπουδῆς καὶ πραγματείας, τούτου τὴν σωτηρίαν ἐν οὐδενὶ λογιεῖται. Ταῦτα δὲ λέγει, ἐντρέπων τὸν ἰουδαΐζοντα, καὶ πείθων ἀναμνησθῆναι τοῦ μεγέθους τῆς εὐεργεσίας, καὶ ὅτι νεκρὸς ὢν ἔζησε, καὶ ὅτι οὐδὲν ἐκέρδανε παρὰ τοῦ νόμου, καὶ ὅτι ἐσχάτης ἀγνωμοσύνης ἂν εἴη, τὸν τοσαῦτα ἐπιδειξάμενον ὑπὲρ αὐτοῦ καταλιπόντα, ἐπὶ τὸν νόμον παλινδρομεῖν. Ἱκανῶς τοίνυν αὐτοῦ καθαψάμενος, πάλιν ἀνίησι λέγων· Σὺ δὲ τί κρίνεις τὸν ἀδελφόν σου; ἢ καὶ σὺ τί ἐξουθενεῖς τὸν ἀδελφόν σου; Καὶ δοκεῖ μὲν ὡς ἰσάζοντα αὐτὰ τιθέναι, πολλὴν δὲ ἐκ τῶν εἰρημένων δείκνυσι τὴν διαφορὰν οὖσαν. Καὶ πρῶτον μὲν τῇ προσηγορίᾳ τοῦ ἀδελφοῦ καταλύει τὴν φιλονεικίαν, ἔπειτα δὲ καὶ τῷ τῆς ἡμέρας ἐκείνης ἀναμνῆσαι τῆς φοβερᾶς· εἰπὼν γὰρ, Τί ἐξουθενεῖς τὸν ἀδελφόν σου; ἐπήγαγε, Πάντες γὰρ παραστησόμεθα τῷ βήματι τοῦ Χριστοῦ. Καὶ δοκεῖ μὲν πάλιν ἐπιτιμᾷν τῷ τελειοτέρῳ ταῦτα λέγων, κατασείει δὲ τοῦ ἰουδαΐζοντος τὴν διάνοιαν, οὐκ ἀπὸ τῆς εὐεργεσίας τῆς γενομένης ἐντρέπων αὐτὸν μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς μελλούσης κολάσεως φοβῶν· Πάντες γὰρ, φησὶ, παραστησόμεθα τῷ βήματι τοῦ Χριστοῦ. Γέγραπται γάρ· Ζῶ ἐγὼ, λέγει Κύριος, ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται τῷ Θεῷ. Ἄρα οὖν ἕκαστος ἡμῶν περὶ ἑαυτοῦ λόγον ἀποδώσει τῷ Θεῷ. Εἶδες πῶς πάλιν κατασείει αὐτοῦ τὴν διάνοιαν δοκῶν ἐπιπλήττειν θατέρῳ; Τοιοῦτον γάρ τι αἰνίττεται, οἷον ἂν εἰ ἔλεγε, Τί σοι μέλει; μὴ γὰρ σὺ μέλλεις ὑπὲρ αὐτοῦ κολάζεσθαι; Ἀλλ' οὕτω μὲν οὐκ εἶπε· τοῦτο δὲ ᾐνίξατο, πραότερον αὐτὸ θεὶς, καὶ εἰπὼν, Πάντες γὰρ παραστησόμεθα τῷ βήματι τοῦ Χριστοῦ. Ἄρα οὖν ἕκαστος ἡμῶν ὑπὲρ ἑαυτοῦ λόγον ἀποδώσει τῷ Θεῷ. Καὶ τὸν προφήτην εἰσήγαγε τὴν ἁπάντων αὐτῷ μαρτυροῦντα ὑποταγὴν, καὶ ὑποταγὴν ἐπιτεταμένην καὶ τῶν ἐν τῇ Παλαιᾷ ἀνθρώπων, καὶ πάντων ἁπλῶς. Οὐ γὰρ ἁπλῶς εἶπε, Προσκυνήσει ἕκαστος, ἀλλὰ καὶ Ἐξομολογήσεται, τουτέστιν, εὐθύνας δώσει τῶν πεπραγμένων.