Ancient Greek
Διὰ τοῦτο παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς πάθη ἀτιμίας. Αἵ τε γὰρ θήλειαι αὐτῶν μετήλλαξαν τὴν φυσικὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν. Ὁμοίως δὲ καὶ οἱ ἄῤῥενες, ἀφέντες τὴν φυσικὴν χρῆσιν τῆς θηλείας, ἐξεκαύθησαν ἐν τῇ ὀρέξει αὐτῶν εἰς ἀλλήλους.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32) 3.1-4
Not analysed yet
Οὐ γὰρ ἔστιν, οὐκ ἔστι ταύτης τῆς ὕβρεως ἀλογώτερόν τε καὶ χαλεπώτερον. Εἰ γὰρ περὶ πορνείας διαλεγόμενος ὁ Παῦλος ἔλεγεν, ὅτι Πᾶν ἁμάρτημα, ὃ ἐὰν ποιήσῃ ἄνθρωπος, ἐκτὸς τοῦ σώματός ἐστιν· ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει· τί ἂν εἴποιμεν περὶ τῆς μανίας ταύτης, ἣ τοσοῦτον πορνείας χείρων ἐστὶν, ὅσον οὐδὲ ἔστιν εἰπεῖν; Οὐδὲ γὰρ τοῦτο λέγω μόνον, ὅτι γέγονας γυνὴ, ἀλλ' ὅτι ἀπώλεσας καὶ τὸ εἶναι ἀνὴρ, καὶ οὔτε εἰς ταύτην μετέστης τὴν φύσιν, οὔτε ἣν εἶχες διετήρησας, ἀλλὰ κοινὸς ἑκατέρας ἐγένου προδότης, καὶ παρὰ ἀνδρῶν καὶ γυναικῶν ἄξιος ἐλαύνεσθαι, καὶ καταλεύεσθαι, ἅτε ἑκάτερον ἀδικήσας τὸ γένος. Καὶ ἵνα μάθῃς ἡλίκον τοῦτό ἐστιν, εἴ τις ἐλθὼν ἐπηγγέλλετο ἐξ ἀνθρώπων κύνα ποιεῖν σε, ἆρα οὐκ ἂν ὡς λυμεῶνα ἔφυγες; Ἀλλ' ἰδοὺ οὐ κύνα ἐξ ἀνθρώπων σαυτὸν ἐποίησας, ἀλλὰ τὸ τούτου ζῶον ἀτιμότερον· ἐκεῖνο μὲν γὰρ εἰς χρῆσιν ἐπιτήδειον, ὁ δὲ ἡταιρηκὼς οὐδαμοῦ χρήσιμος. Τί δὲ, εἰπέ μοι, εἴ τις ἠπείλει ποιεῖν τίκτειν ἄνδρας καὶ λοχεύεσθαι, οὐκ ἂν ἐπλήσθημεν θυμοῦ; Ἀλλ' ἰδοὺ νῦν χαλεπώτερα ἑαυτοὺς κατειργάσαντο οἱ τὰ τοιαῦτα λυττῶντες· οὐ γάρ ἐστιν ἴσον εἰς γυναικείαν μεταβαλεῖν φύσιν, καὶ μένοντα ἄνδρα γενέσθαι γυναῖκα, μᾶλλον δὲ μήτε τοῦτο μήτε ἐκεῖνο. Εἰ δὲ βούλει καὶ ἑτέρωθεν μαθεῖν τοῦ κακοῦ τὴν ὑπερβολὴν, ἐρώτησον τίνος ἕνεκεν τοὺς εὐνούχους ποιοῦντας κολάζουσιν οἱ νομοθέται, καὶ εἴσῃ, ὅτι δι' οὐδὲν ἕτερον πάντως, ἢ ὅτι τὴν φύσιν ἀκρωτηριάζουσι. Καίτοι γε οὐδὲν ἀδικοῦσιν ἐκεῖνοι τοσοῦτον· ἐγένοντο γὰρ οἱ ἀκρωτηριασθέντες καὶ μετὰ τὸν ἀκρωτηριασμὸν πολλαχοῦ χρήσιμοι· ἀνθρώπου δὲ πεπορνευμένου οὐδὲν ἀχρηστότερον γένοιτ' ἄν· οὐ γὰρ ἡ ψυχὴ μόνον, ἀλλὰ καὶ τὸ σῶμα τοῦ τὰ τοιαῦτα παθόντος ἄτιμον καὶ ἄξιον ἐλαύνεσθαι πανταχόθεν. Πόσαι γέενναι τούτοις ἀρκέσουσιν; Εἰ δὲ γεέννης καταγελᾷς ἀκούων καὶ ἀπιστεῖς, ἐκεῖνο τὸ πῦρ ἀναμνήσθητι τῶν Σοδόμων· εἴδομεν γὰρ, εἴδομεν καὶ ἐν τῷ παρόντι βίῳ γεέννης εἰκόνα. Ἐπειδὴ γὰρ πολλοὶ τοῖς μετὰ τὴν ἀνάστασιν ἔμελλον διαπιστεῖν, νῦν ἀκούοντες πῦρ ἄσβεστον εἶναι, ἀπὸ τῶν παρόντων αὐτοὺς ἐσωφρόνισεν ὁ Θεός. Τοιοῦτος γοῦν ἐστιν ὁ Σοδόμων ἐμπρησμὸς καὶ ἡ πυρπόλησις ἐκείνη· καὶ ἴσασιν οἱ παραγενόμενοι, καὶ τῇ θέᾳ τὴν πληγὴν ἐκείνην τὴν θεήλατον καὶ τῶν ἄνωθεν κεραυνῶν τὸ ἔργον ἰδόντες. Ἐννόησον ἡλίκον ἐστὶ τὸ ἁμάρτημα, ὡς βιάσασθαι καὶ πρὸ καιροῦ τὴν γέενναν φανῆναι. Ἐπειδὴ γὰρ πολλοὶ τῶν λόγων κατεφρόνουν, διὰ τῶν ἔργων αὐτοῖς τὴν ἐκείνης εἰκόνα ἐπέδειξεν ὁ Θεὸς καινῷ τινι τρόπῳ. Καὶ γὰρ παράδοξος ἦν ὁ ὑετὸς ἐκεῖνος, ἐπειδὴ καὶ παρὰ φύσιν ἡ μίξις· καὶ κατέκλυσε τὴν γῆν, ἐπειδὴ καὶ τὰς ἐκείνων ψυχὰς ἡ ἐπιθυμία. Διὸ καὶ ἀπεναντίας ἦν ὁ ὑετὸς τῷ συνήθει· οὐ γὰρ μόνον οὐ διήγειρε τὴν γαστέρα τῆς γῆς πρὸς τὴν τῶν καρπῶν γένεσιν, ἀλλὰ καὶ πρὸς τὴν ὑποδοχὴν αὐτὴν τῶν σπερμάτων ἄχρηστον ἐποίει. Τοιαύτη γὰρ ἦν ἡ μίξις τῶν ἀνδρῶν τῆς γῆς Σοδόμων, τὸ τοιοῦτον σῶμα ἀχρηστότερον ἀποφαίνουσα. Τί γὰρ ἀνδρὸς πεπορνευμένου μυσαρώτερον; τί δὲ ἐναγέστερον; Ὢ τῆς μανίας. ὢ τῆς παραπληξίας. πόθεν εἰσεκώμασεν ἡ ἐπιθυμία αὕτη, τὰ τῶν πολεμίων διατιθεῖσα τὴν ἀνθρωπίνην φύσιν, μᾶλλον δὲ καὶ ἐκείνων χαλεπωτέρα, ὅσῳ καὶ ψυχὴ σώματος ἀμείνων; Ὦ καὶ ἀλόγων ὑμεῖς ἀνοητότεροι, καὶ κυνῶν ἀναιδέστεροι. Οὐδαμοῦ γὰρ τοιαύτη μίξις παρ' ἐκείνοις, ἀλλ' ἐπιγινώσκει τοὺς ἰδίους ὅρους ἡ φύσις· ὑμεῖς δὲ καὶ τῶν ἀλόγων ἀτιμότερον τὸ γένος εἰργάσασθε τὸ ὑμέτερον καθυβρίζοντες. Πόθεν οὖν ταῦτα ἐτέχθη τὰ κακά; Ἀπὸ τρυφῆς, ἀπὸ τοῦ μὴ εἰδέναι Θεόν· ὅταν γὰρ ἐκβάλωσί τινες αὐτοῦ τὸν φόβον, πάντα οἴχεται λοιπὸν τὰ καλά.