Ancient Greek
Ἴδε, σὺ Ἰουδαῖος ἐπονομάζῃ, καὶ ἐπαναπαύῃ τῷ νόμῳ, καὶ καυχᾶσαι ἐν Θεῷ, καὶ γινώσκεις τὸ θέλημα, καὶ δοκιμάζεις τὰ διαφέροντα, κατηχούμενος ἐκ τοῦ νόμου.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32) 3.1-6
Not analysed yet
Ὅρα τοίνυν πῶς συγχωρήσας αὐτὴν τῷ λόγῳ, καθεῖλε τῷ πράγματι. Οὐ γὰρ εἶπε, Περιττὸν ἡ περιτομὴ, ἀνόνητον ἡ περιτομὴ, ἄχρηστον· ἀλλὰ τί; Περιτομὴ μὲν γὰρ ὠφελεῖ, ἐὰν νόμον πράσσῃς. Κατεδέξατο αὐτὴν τέως λέγων· Ὁμολογῶ, καὶ οὐκ ἀντιλέγω, ὅτι καλὴ ἡ περιτομή· ἀλλὰ πότε; Ὅταν καὶ τὴν τοῦ νόμου φυλακὴν ἔχῃ. Ἐὰν δὲ παραβάτης νόμου ᾖς, ἡ περιτομή σου ἀκροβυστία γέγονεν. Οὐκ εἶπεν· Οὐκέτι ὠφελεῖ· ἵνα μὴ δόξῃ αὐτὴν ὑβρίζειν· ἀλλὰ γυμνώσας αὐτῆς τὸν Ἰουδαῖον, τότε αὐτὸν βάλλει λοιπόν. Ὅπερ οὐκέτι τῆς περιτομῆς ἦν ὕβρις, ἀλλὰ τοῦ διὰ τῆς ῥᾳθυμίας αὐτὴν ἀπολέσαντος. Ὥσπερ οὖν τοὺς ἐν ἀξιώμασιν ὄντας, εἶτα ἁλισκομένους ἐπὶ μεγίστοις ἐγκλήμασιν, οἱ δικάζοντες ἀφελόμενοι τῆς τῶν ἀξιωμάτων τιμῆς, τότε κολάζουσιν· οὕτω καὶ Παῦλος ἐποίησεν. Εἰπὼν γὰρ, Ἐὰν δὲ παραβάτης νόμου ᾖς, ἐπήγαγεν· Ἡ περιτομή σου ἀκροβυστία γέγονε· καὶ δείξας ἀπερίτμητον, καταδικάζει λοιπὸν ἀδεῶς. Ὅταν οὖν ἡ ἀκροβυστία τὰ δικαιώματα τοῦ νόμου φυλάττῃ, οὐχὶ ἡ ἀκροβυστία αὐτοῦ εἰς περιτομὴν περιτραπήσεται; Ὅρα τί ποιεῖ· Οὐ λέγει, ὅτι ἡ ἀκροβυστία τὴν περιτομὴν νικᾷ· τοῦτο γὰρ σφόδρα ἦν ἐπαχθὲς τοῖς τότε ἀκούουσιν· ἀλλ' ὅτι ἡ ἀκροβυστία περιτομὴ γέγονε. Καὶ ζητεῖ λοιπὸν τί ἐστι περιτομὴ, καὶ τί ἀκροβυστία· καὶ λέγει, ὅτι περιτομὴ πρᾶξίς ἐστιν ἀγαθὴ, καὶ ἡ ἀκροβυστία πρᾶξις πονηρά· καὶ πρότερον μεταστήσας εἰς τὴν περιτομὴν τὸν ἀκρόβυστον τὸν πράξεις ἔχοντα χρηστὰς, καὶ τὸν ἐμπερίτομον τὸν ἐν διεφθαρμένῳ βίῳ εἰς τὴν ἀκροβυστίαν ἐξωθήσας, οὕτω τὴν νίκην δίδωσι τῷ ἀκροβύστῳ. Καὶ οὐ λέγει, Τῷ ἀκροβύστῳ, ἀλλ' ἐπὶ τὸ πρᾶγμα μέτεισιν οὕτω λέγων· Οὐχὶ ἡ ἀκροβυστία σου εἰς περιτομὴν μετατραπήσεται; Καὶ οὐκ εἶπε, Λογισθήσεται, ἀλλὰ, Τραπήσεται, ὅπερ ἐμφαντικώτερον ἦν· ὥσπερ καὶ ἀνωτέρω οὐκ εἶπεν, Ἡ περιτομή σου ἀκροβυστία λογίζεται, ἀλλὰ, Γέγονε. Καὶ κρινεῖ ἡ ἐκ φύσεως ἀκροβυστία. Ὁρᾷς, ὅτι δύο οἶδεν ἀκροβυστίας, τὴν μὲν ἐκ φύσεως, τὴν δὲ ἐκ προαιρέσεως; Ἐνταῦθα μέντοι τὴν ἐκ φύσεως λέγει, ἀλλ' οὐχ ἵσταται μέχρι τούτου, ἀλλ' ἐπάγει· Τὸν νόμον τελοῦσά σε τὸν διὰ γράμματος καὶ περιτομῆς παραβάτην νόμου; Ὅρα τὴν λεπτοτάτην αὐτοῦ σύνεσιν. Οὐκ εἶπεν, ὅτι ἡ ἐκ φύσεως ἀκροβυστία τὴν περιτομὴν κρινεῖ, ἀλλὰ, ἔνθα μὲν ἡ νίκη ἦν, τὴν ἀκροβυστίαν εἰσάγει· ἔνθα δὲ ἡ ἧττα ἦν, οὐκέτι τὴν περιτομὴν δείκνυσιν ἡττωμένην, ἀλλὰ τὸν αὐτὴν ἔχοντα Ἰουδαῖον, φειδόμενος διὰ τῶν ῥημάτων πλῆξαι τὸν ἀκροατήν. Καὶ οὐκ εἶπε, Σὲ τὸν νόμον ἔχοντα καὶ περιτομὴν, ἀλλ' ἔτι ἡμερώτερον, Σὲ τὸν διὰ γράμματος καὶ περιτομῆς παραβάτην νόμου· τουτέστι, καὶ ἀμύνει τῇ περιτομῇ ἡ τοιαύτη ἀκροβυστία, ἠδίκηται γάρ· καὶ βοηθεῖ τῷ νόμῳ, ἐπηρέασται γάρ· καὶ περιφανὲς ἵστησι τρόπαιον. Ἡ γὰρ νίκη τότε ἐστὶ λαμπρὰ, ὅταν μὴ παρὰ Ἰουδαίου ὁ Ἰουδαῖος, ἀλλὰ παρὰ ἀκροβύστου κρίνηται· ὥσπερ ὅταν λέγῃ· Ἄνδρες Νινευῗται ἐγερθήσονται, καὶ κατακρινοῦσι τὴν γενεὰν ταύτην. Οὐκοῦν οὐ τὸν νόμον ἀτιμάζει· σφόδρα γὰρ αὐτὸν αἰδεῖται· ἀλλὰ τὸν εἰς τὸν νόμον ὑβρίζοντα. Εἶτα ὅτε κατεσκεύασε ταῦτα σαφῶς, θαῤῥῶν λοιπὸν ὁρίζεται τί ποτέ ἐστιν ὁ Ἰουδαῖος, καὶ δείκνυσιν, ὅτι οὐχὶ τὸν Ἰουδαῖον οὐδὲ τὴν περιτομὴν, ἀλλὰ τὸν οὐχὶ Ἰουδαῖον καὶ τὸν ἀπερίτμητον ἐκβάλλει. Καὶ δοκεῖ μὲν ἀμύνειν αὐτῇ, καταλύει δὲ αὐτῆς τὴν ὑπόληψιν, ἀπὸ τοῦ συμβαίνοντος ἔχων τὰς ψήφους. Δείκνυσι γὰρ οὐ μόνον οὐδὲν μέσον Ἰουδαίου καὶ ἀκροβύστου, ἀλλὰ καὶ ἀνώτερον ὄντα τὸν ἀκρόβυστον, ἐὰν ἑαυτῷ προσέχῃ, καὶ τοῦτον ὄντα ἀκριβῶς τὸν Ἰουδαῖον· διό φησι· Οὐ γὰρ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν, οὐδὲ ἡ ἐν τῷ φανερῷ, ἐν σαρκὶ, περιτομή. Ἐνταῦθα αὐτοὺς πλήττει, ὡς πρὸς ἐπίδειξιν ἅπαντα πράττοντας. Ἀλλ' ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρδίας ἐν πνεύματι, οὐ γράμματι.