# In epistulam ad Romanos (homiliae 1-32) 3.1-9

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32), Οὐκ ἐγράφη δὲ δι' αὐτὸν μόνον, ὅτι ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην· ἀλλὰ καὶ δι' ἡμᾶς, οἷς μέλλει λογίζεσθαι, τοῖς πιστεύουσιν ἐπὶ τὸν ἐγείραντα Ἰησοῦν τὸν Κύριον ἡμῶν ἐκ νεκρῶν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-romanos-homiliae-1-32/3.1-9

Οὐδεὶς γοῦν τῶν ὀρθῶς βεβιωκότων ἀπιστεῖ περὶ τῶν μελλόντων, ὥσπερ οὖν τῶν ἠμελημένων πολλοὶ πονηρῷ πιεζόμενοι συνειδότι, οὐδὲ κρίσιν οὐδὲ ἀντίδοσιν εἶναι βούλονται. Τί οὖν; ἐν ἐλπίσιν ἡμῖν τὰ ἀγαθά; Ἐν ἐλπίσι μὲν, ἀλλ' οὐκ ἀνθρωπίναις, αἳ διαπίπτουσι καὶ καταισχύνουσι πολλάκις τὸν ἐλπίσαντα, τοῦ προσδοκηθέντος προΐστασθαι τελευτήσαντος, ἢ ζῶντος μεταβληθέντος. Ἀλλ' οὐ τὰ ἡμέτερα τοιαῦτα, ἀλλὰ βεβαία καὶ ἀκίνητος ἡ ἐλπίς. Ὁ γὰρ ἐπαγγειλάμενος ἀεὶ ζῇ, ἡμεῖς τε οἱ μέλλοντες αὐτῶν ἀπολαύσεσθαι, κἂν ἀποθάνωμεν, ἀναστησόμεθα πάλιν, καὶ οὐδὲν ὅλως ἐστὶν ὃ δύναται ἡμᾶς καταισχῦναι, ὡς εἰκῆ καὶ μάτην καὶ ἐπὶ σαθραῖς ἐπαρθέντας ἐλπίσιν. Ἀπαλλάξας τοίνυν αὐτοὺς ἱκανῶς ἀμφισβητήσεως ἁπάσης διὰ τούτων τῶν ῥημάτων, οὐχ ἵστησι μέχρι τῶν παρόντων τὸν λόγον, ἀλλὰ καὶ τὰ μέλλοντα πάλιν ἐπάγει, εἰδὼς τοὺς ἀσθενεστέρους καὶ τὰ παρόντα ζητοῦντας, καὶ οὐκ ἀρκουμένους τούτοις. Καὶ πιστοῦται αὐτὰ ἀπὸ τῶν ἤδη δοθέντων. Ἵνα γὰρ μή τις λέγῃ, Τί οὖν, εἰ μὴ βούλεται ἡμῖν χαρίσασθαι ὁ Θεός; ὅτι μὲν γὰρ δύναται καὶ μένει καὶ ζῇ, πάντες ἴσμεν· πόθεν δὲ, ὅτι καὶ βουλήσεται; Ἀπὸ τῶν ἤδη γεγενημένων. Ποίων γεγενημένων; Τῆς ἀγάπης, ἢν περὶ ἡμᾶς ἐπεδείξατο. Τί ποιήσας, φησί; Πνεῦμα ἅγιον δούς. Διόπερ εἰπὼν, Ἡ ἐλπὶς οὐ καταισχύνει, ἐπήγαγε τὴν ἀπόδειξιν τούτου, λέγων, Ὅτι ἡ ἀγάπη τοῦ Θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ἡμῶν. Καὶ οὐκ εἶπε, Δέδοται, ἀλλ' Ἐκκέχυται ἐν ταῖς καρδίαις ἡμῶν, τὸ δαψιλὲς ἐμφαίνων. Ὃ γὰρ μέγιστον ἦν δῶρον, τοῦτο ἔδωκεν, οὐκ οὐρανὸν καὶ γῆν καὶ θάλατταν, ἀλλ' ὃ τούτων ἁπάντων τιμιώτερον ἦν, καὶ ἀγγέλους ἐξ ἀνθρώπων καὶ υἱοὺς Θεοῦ καὶ ἀδελφοὺς τοῦ Χριστοῦ κατεσκεύαζε. Τί δέ ἐστι τοῦτο; Τὸ Πνεῦμα τὸ ἅγιον. Εἰ δὲ οὐκ ἐβούλετο μεγάλοις ἡμᾶς μετὰ τοὺς πόνους στεφάνοις δωρήσασθαι, οὐκ ἂν πρὸ τῶν πόνων τοσαῦτα ἔδωκεν ἀγαθά· νῦν δὲ τὸ θερμὸν αὐτοῦ τῆς ἀγάπης δείκνυται ἐντεῦθεν, ὅτι οὐκ ἠρέμα καὶ κατὰ μικρὸν ἡμᾶς ἐτίμησεν, ἀλλ' ἀθρόον τὴν πηγὴν τῶν ἀγαθῶν ἐξέχεε, καὶ ταῦτα πρὸ τῶν ἀγώνων, Ὥστε κἂν μὴ σφόδρα ᾖς ἄξιος, μὴ ἀπογίνωσκε, ἔχων μεγάλην συνήγορον τοῦ δικάζοντος τὴν ἀγάπην. Διὰ γὰρ τοῦτο καὶ αὐτὸς εἰπὼν, Ἡ ἐλπὶς οὐ καταισχύνει, οὐ τοῖς ἡμετέροις κατορθώμασιν, ἀλλὰ τῇ ἀγάπῃ τοῦ Θεοῦ τὸ πᾶν ἀνέθηκεν. Εἰπὼν δὲ τοῦ Πνεύματος τὴν δόσιν, μεταβαίνει πάλιν λοιπὸν ἐπὶ τὸν σταυρὸν, λέγων οὕτως· Ἔτι γὰρ ὁ Χριστὸς, ὄντων ἡμῶν ἀσθενῶν, κατὰ καιρὸν ὑπὲρ ἀσεβῶν ἀπέθανε. Μόλις γὰρ ὑπὲρ δικαίου τις ἀποθανεῖται· ὑπὲρ γὰρ τοῦ ἀγαθοῦ τάχα τις καὶ τολμᾷ ἀποθανεῖν. Συνίστησι δὲ τὴν ἑαυτοῦ ἀγάπην εἰς ἡμᾶς ὁ Θεός. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Εἰ γὰρ ὑπὲρ ἀνδρὸς ἐναρέτου οὐκ ἂν ἕλοιτό τις ταχέως ἀποθανεῖν, ἐννόησον τοῦ Δεσπότου σου τὴν ἀγάπην, ὅταν μὴ ὑπὲρ ἐναρέτων αὐτὸς, ἀλλ' ὑπὲρ ἁμαρτωλῶν καὶ ἐχθρῶν φαίνηται σταυρωθείς· ὅπερ καὶ μετὰ ταῦτά φησιν· Ὅτι, εἰ, ἁμαρτωλῶν ἡμῶν ὄντων, Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανε, πολλῷ οὖν μᾶλλον, δικαιωθέντες νῦν ἐν τῷ αἵματι αὐτοῦ, σωθησόμεθα δι' αὐτοῦ ἀπὸ τῆς ὀργῆς. Εἰ γὰρ ἐχθροὶ ὄντες κατηλλάγημεν τῷ Θεῷ διὰ τοῦ θανάτου τοῦ Υἱοῦ αὐτοῦ, πολλῷ μᾶλλον καταλλαγέντες σωθησόμεθα ἐν τῇ ζωῇ αὐτοῦ. Καὶ δοκεῖ μὲν ταυτολογία εἶναι τὰ εἰρημένα, οὐκ ἔστι δὲ τῷ μετὰ ἀκριβείας προσέχοντι. Σκόπει δέ· Βούλεται πιστώσασθαι περὶ τῶν μελλόντων αὐτούς· καὶ πρῶτον μὲν ἀπὸ τῆς τοῦ δικαίου γνώμης ἐντρέπει, εἰπὼν, ὅτι ἐπληροφορήθη κἀκεῖνος, Ὅτι ὃ ἐπήγγελται Θεὸς, δυνατός ἐστι καὶ ποιῆσαι· ἔπειτα ἀπὸ τῆς χάριτος τῆς δοθείσης, εἶτα ἀπὸ τῶν θλίψεων, ὅτι ἱκαναὶ εἰς ἐλπίδα ἡμᾶς ἀγαγεῖν· καὶ ἀπὸ τοῦ Πνεύματος πάλιν, οὗπερ ἐλάβομεν· λοιπὸν δὲ καὶ ἀπὸ τοῦ θανάτου καὶ τῆς ἡμετέρας κακίας τῆς ἔμπροσθεν τοῦτο κατασκευάζει. Καὶ δοκεῖ μὲν, ὅπερ ἔφθην εἰπὼν, ἓν εἶναι τὸ εἰρημένον, εὑρίσκεται δὲ καὶ δύο καὶ τρία καὶ πολλῷ πλείονα ὄντα· πρῶτον μὲν, ὅτι ἀπέθανε· δεύτερον δὲ, ὅτι ὑπὲρ ἀσεβῶν· τρίτον δὲ, ὅτι κατήλλαξεν, ὅτι ἔσωσεν, ὅτι ἐδικαίωσεν, ὅτι ἀθανάτους ἐποίησεν, ὅτι υἱοὺς εἰργάσατο καὶ κληρονόμους. Οὐ τοίνυν ἀπὸ τοῦ θανάτου μόνον ἰσχυρίζεσθαι χρὴ, φησὶν, ἀλλὰ καὶ ἀπὸ τοῦ δοθέντος ἡμῖν διὰ τοῦ θανάτου· καίτοι γε εἰ καὶ τεθνήκει μόνον ὑπὲρ ἡμῶν τοιούτων ὄντων, μέγιστον ἦν δεῖγμα ἀγάπης τὸ γεγενημένον· ὅταν δὲ φαίνηται καὶ ἀποθνήσκων δωρούμενος, καὶ τοιαῦτα δωρούμενος καὶ τοιούτοις οὖσι, πᾶσαν ὑπερβολὴν ἀποκρύπτει τὰ γεγενημένα, καὶ τὸν σφόδρα ἀναίσθητον εἰς πίστιν ἄγει. Οὐδὲ γὰρ ἄλλος ἐστὶν ὁ μέλλων σώζειν ἡμᾶς, ἀλλ' ἐκεῖνος ὁ οὕτω φιλήσας ἁμαρτωλοὺς ὄντας, ὡς καὶ ἑαυτὸν ἐκδοῦναι. Εἶδες πόσην ἔχει τὸ χωρίον τοῦτο κατασκευὴν πρὸς τὴν τῶν μελλόντων ἐλπίδα; Πρὸ μὲν γὰρ τούτου, δύο δύσκολα ἦν πρὸς σωτηρίαν ἡμῖν, τὸ καὶ ἁμαρτωλοὺς εἶναι, καὶ διὰ τοῦ θανάτου τοῦ Δεσπότου δεῖν σωθῆναι· ὅπερ καὶ ἀπίθανον ἦν πρὶν ἢ γενέσθαι, καὶ πολλῆς δεόμενον τῆς ἀγάπης ἵνα γένηται· νυνὶ δὲ ἐπειδὴ ταῦτα ἐξέβη, τὰ λειπόμενα εὐκολώτερα· καὶ γὰρ φίλοι γεγόναμεν, καὶ θανάτου λοιπὸν οὐ δεῖ. Ὁ τοίνυν τῶν ἐχθρῶν οὕτω φεισάμενος, ὥστε μὴ φείσασθαι τοῦ Παιδὸς, φίλων ὄντων οὐ προστήσεται, ὅτε λοιπὸν οὐδὲ τοῦ τὸν Παῖδα ἐκδοῦναι χρεία, Ἢ γὰρ διὰ τὸ μὴ βούλεσθαί τις, ἢ διὰ τὸ μὴ δύνασθαι, κἂν βούληται, πολλάκις οὐ σώζει· ὧν οὐδὲν ἔστιν εἰπεῖν ἐπὶ τοῦ Θεοῦ, ἐξ ὧν τὸν Υἱὸν ἐξέδωκεν. Ὅτι δὲ καὶ δύναται, καὶ αὐτὸ ὁμοίως ἀπέδειξεν ἐξ ὧν ἁμαρτωλοὺς ὄντας ἐδικαίωσε. Τί οὖν λοιπὸν τὸ κωλύον ἐστὶ τυχεῖν τῶν μελλόντων ἡμᾶς; Οὐδέν. Εἶτα πάλιν, ἵνα μὴ ἁμαρτωλοὺς καὶ ἐχθροὺς καὶ ἀσθενεῖς ἀκούσας καὶ ἀσεβεῖς, μέλλῃς αἰσχύνεσθαι καὶ ἐρυθριᾷν, ἄκουσον τί φησιν· Οὐ μόνον δὲ, ἀλλὰ καὶ καυχώμενοι ἐν τῷ Θεῷ διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ νῦν τὴν καταλλαγὴν ἐλάβομεν. Τί ἐστιν, Οὐ μόνον δέ; Οὐ μόνον ἐσώθημεν, φησὶν, ἀλλὰ καὶ καυχώμεθα δι' αὐτὸ τοῦτο, δι' ὃ νομίζει τις ἡμᾶς ἐγκαλύπτεσθαι. Τὸ γὰρ ἐν τοσαύτῃ πονηρίᾳ ζῶντας ἡμᾶς σωθῆναι, τοῦ σφόδρα ἀγαπηθῆναι παρὰ τοῦ σώζοντος μέγιστον σημεῖόν ἐστιν. Οὐ γὰρ δι' ἀγγέλων ἢ ἀρχαγγέλων, ἀλλὰ δι' αὐτοῦ τοῦ Μονογενοῦς ἔσωσεν. Ὥστε καὶ τὸ σῶσαι, καὶ τὸ τοιούτους ὄντας σῶσαι, καὶ τὸ διὰ τοῦ Μονογενοῦς τοῦτο ποιῆσαι, καὶ οὐδὲ ἁπλῶς διὰ τοῦ Μονογενοῦς, ἀλλὰ διὰ τοῦ αἵματος αὐτοῦ, μυρίους ἡμῖν καυχήσεως πλέκει στεφάνους. Οὐδὲν γὰρ ἴσον εἰς δόξης λόγον καὶ παῤῥησίας τοῦ φιλεῖσθαι παρὰ τοῦ Θεοῦ καὶ τοῦ φιλεῖν αὐτὸν τὸν ἀγαπῶντα. Τοῦτο τοὺς ἀγγέλους ποιεῖ λαμπροὺς, τοῦτο τὰς ἀρχὰς καὶ τὰς δυνάμεις, τοῦτο βασιλείας μεῖζον· διὰ τοῦτο καὶ Παῦλος πρὸ τῆς βασιλείας τοῦτο ἐτίθει· διὰ τοῦτο καὶ τὰς ἀσωμάτους μακαρίζω δυνάμεις, ὅτι καὶ φιλοῦσιν αὐτὸν, καὶ πάντα ὑπακούουσιν. Ἐντεῦθεν γοῦν αὐτοὺς καὶ ὁ προφήτης ἐθαύμαζε, λέγων· Δυνατοὶ ἰσχύϊ ποιοῦντες τὸν λόγον αὐτοῦ· ἐντεῦθεν καὶ τὰ Σεραφὶμ ὁ Ἡσαΐας ἀνεκήρυττε, τὴν μεγάλην αὐτῶν ἐνδεικνύμενος ἀρετὴν ἐκ τοῦ ἑστάναι πλησίον τῆς δόξης ἐκείνης, ὅπερ μεγίστης ἀγάπης σημεῖον ἦν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg155.local001/.
